ἐννοήσας τοῦ ἐσομένου εἰργάσατο μὲν ἐφ' ὁτῳδήποτε, τὸ δ' ἀπετελεύτησε μετὰ τῆς λοιπῆς χρείας καὶ εἰς τὸ νῦν θαυμαζόμενον. Αἰτιολογήσαιτο δ' ἄν τις τὴν τοιαύτην ἠχὼ ἐντεῦθεν ἀρξάμενος. ὁ παρ' ἡμῖν ἔναρθρος λόγος, ὃς δὴ καὶ ἐξ ἀκοῆς διὰ μαθήσεως παραγίνεται, φυσικῷ διαρθροῦται πνεύματι· ὃ δὴ σωμάτιόν ἐστι λεπτότατον ἐκ τοῦ πνεύμονος διὰ τοῦ κατὰ τὴν τραχεῖαν ἀρτηρίαν αὐλῶνος, οἰκείως εἰπεῖν, διαυλωνιζόμενον. τοῦτο δὴ τὸ διηρθρωμένον πνευμάτιον δι' ἀχανοῦς μὲν διιὸν ἀέρος χεῖταί τε καὶ ἐπὶ πολὺ προϊὸν διασκίδναται καὶ εἰς τὸ μηδὲν διαλύεται· εἰ δ' ἀντιτύποις ἐντύχῃ σώμασι, κλᾶταί τε περὶ αὐτὰ καὶ οὐκ εὐθὺς ἀπόλλυσι τὴν ἠχήν. οὐ μὴν ἐπί γε πάσης ἀντιτυπίας σωμάτων ἀντανακλᾷ ἑαυτὴν ἡ φωνή, ἀλλὰ κἂν στεγανὸν μὲν τυγχάνῃ ὂν τὸ δωμάτιον, ἐπῆρται δὲ εἰς ὕψος ἡ ὀροφή, ἢ μὴ συμμέτρως τὸ ὅλον διίσταται, ἀλλὰ τὸ μὲν συμπεπύκνωται, τὸ δὲ διέστηκε πλέον τοῦ δέοντος, ὑφ' ὧν μὲν συμπιληθήσεται ἡ φωνὴ καὶ διαλυθήσεται ἀψοφητί, τοῖς δ' ἄλλως ἔχουσι διαχεθήσεται καὶ ἀφανισθήσεται. εἰ δ' οὕτω τὸ οἰκημάτιον κατεσκεύασται, ὥστε κοιλοτέραν μὲν εἶναι τὴν ὀροφήν, συμμετρίαν δὲ καὶ τὰ πέριξ λαβεῖν διαστήματα, εἶτά τις ἐφ' ὁποτέρου δὴ μέρους φωνὴν ἠρέμα ἀφήσει, ὁ καταντικρὺ τούτου ἑστώς, τὴν ἀκοὴν ὑποθείς, ἀντανακλωμένης ταύτης ἀκούσεται. καὶ οἰήσεται μὲν ἐκ τοῦ βάθους τοῦ ἐφ' ᾧ ἵσταται μέρους τὴν ἠχὼ προϊέναι, ἡ δὲ οὐκ ἐκεῖθεν ἐξάλλεται, ἀλλ' ὑπὸ τοῦ φωνοῦντος ἀνταναπέμπεται. ὁ γὰρ ἐκτὸς ἀήρ, ὑγρὸς ὢν καὶ εὐτύπωτος, διαγράφεταί πως ὑπὸ τῆς ἐνάρθρου φωνῆς οἷον ἐνσημαινόμενος, καὶ τὴν διὰ τῶν ἄρθρων δεξάμενος μόρφωσιν κατὰ συνέχειαν τῇ τοῦ ἀκούοντος εἰσρέει ἀκοῇ. πόρος γάρ τις ἐκεῖθεν συντέτρηται πρὸς τὴν μήνιγγα, οὐ κατ' εὐθεῖαν εἰσβάλλων πρὸς αὐτήν, ἀλλὰ φερόμενος σκολιώτερον, ἵνα μὴ τὸ τῆς ἠχοῦς πνεῦμα, ἐπεισπεσὸν ταύτῃ ἀθρόον, ῥῆξιν ἢ ἄλλο τι πάθος ἐργάσηται. Ἔνθεν τοι, ἵνα μετὰ τοῦ ἔργου καὶ πάρεργόν τι αἰτιολογησώμεθα, μετὰ τὴν ἀστραπὴν ἀκούομεν τῆς βροντῆς. καίτοι γε πρῶτόν ἐστι τὸ νέφος ῥηγνύμενον, εἶτα δὴ τὸ πῦρ ἐντεῦθεν ἐξάλλεται, ἀλλ' ὁ μὲν ὀφθαλμὸς προπετὴς ὤν, ἀλλ' οὐ κοῖλος, εὐθὺς εἶδε τὸ ὁρατόν, ἡ δέ γε ἀκοὴ ὕστερον τὸν ἦχον τῆς βροντῆς ὑπεδέξατο. οἱ γοῦν ἀθροώτερον τοὺς τῆς βροντῆς ἤχους ἐνηχηθέντες πάσχουσί τε τὴν μήνιγγα καὶ ἐμβρόντητοι ἐντεῦθεν κατονομάζονται. Ἀλλ' ὅπερ αἰτιολογεῖν προεθέμεθα, ἐπὶ τοῦτο καὶ τὰ λοιπὰ συναπτέον. λέγομεν δὲ ὥσπερ ἀξίωμα, ὅτι πᾶν ἀντιπῖπτον σωμάτιον πρὸς τὸ σχῆμα ἀντανακλᾶται τῆς πτώσεως· ἢ γὰρ κατ' εὐθεῖαν, εἰ οὕτω δὴ ἀφεθείη, ὥσπερ ἐπὶ τῶν ὑμενίνων ἔχει σφαιρῶν· ἢ κατὰ τὸ πλάγιον, εἰ οὕτω δὴ αὖθις ἀπορριφείη. διὰ ταῦτα καὶ ἡ ἔναρθρος ἡμῶν φωνὴ σῶμα οὖσα μεμορφωμένον, οὗ δὴ πρῶτον ἐμπέσοι, εἰς τὸ καταντικρὺ τούτου ἀκούεται, καὶ τοῦ μὲν πρὸς ἀνατολὴν τὸ πρὸς δύσιν ἀντίρροπον, τοῦ δὲ πρὸς νότον τὸ πρὸς βορρᾶν. οὕτω δὴ κἀπὶ τοῦ θαυμαζομένου τούτου ἔχει οἰκήματος· οὐ γὰρ οἱ πλησίον τοῖχοι ἀντικτυποῦσιν ἀλλήλοις, ἀλλ' οἱ ἐκ διαμέτρου διεστηκότες. καίτοι γε ἐχρῆν, εἰ μηχανή τις ἦν ἔνδοθεν αὐτῶν κρύφιος, μὴ τὰ καταντικρὺ τῶν διαστημάτων ἀντηχεῖν, ἀλλὰ τὰ ἀλλήλοις ἐγγίζοντα. νῦν δὲ ὁ μὲν πλησίον τοῦ φωνοῦντος ἑστὼς οὐκ αἰσθήσεται τῆς ἐνάρθρου ἠχοῦς, ὁ δὲ κατ' ἐναντίον τρανότερον ταύτης ἀκούσεται. ἀκούσεται δὲ οὐκ ἀμφοτέραιν ταῖν ἀκοαῖν, ἀλλὰ θατέρᾳ τῇ προσκειμένῃ τῷ τοίχῳ, ὅτιπερ ἡ ἀνακλωμένη φωνὴ οὐ διὰ τῆς μετεώρου ἀκοῆς εἴσεισιν, ἀλλὰ διὰ τῆς ἐπιτεθείσης τῷ τοίχῳ· δευτέρα γὰρ ἀντανάκλασις τῆς αὐτῆς φωνῆς γίνεται, πρώτη μὲν ὅθεν ὁ φωνῶν ἀφίησι τὴν φωνήν, δευτέρα δὲ οὗ προσπίπτουσα αὕτη καταντικρὺ πρὸς τὴν ἐπικειμένην εἰσρέει ἀκοήν. ἠχητικωτέρα δέ ἐστιν ἡ δευτέρα, διότι ἀπολαμπρύνεται ἡ φωνὴ τῷ μεταξὺ τῆς τε γλώττης καὶ τῆς ἀκοῆς εὐήχῳ τοῦ ἀέρος σώματι. καὶ διὰ ταῦτα ἀμυδρὰ μὲν ἡ γλῶττα, ἡ δὲ ἀκοὴ τρανεστέρα.