πρὸς ἐκεῖνο συναρμόττων καὶ συγκολλῶν διὰ τῆς καταλλήλου ἀναλογίας, οὐκ ἐμβιβάζων εἰς οὐδὲν τῶν ζῴων τὴν λογικὴν οὐσίαν καὶ νοεράν· οὐ γὰρ οὗτος ὁ τοῦ Πλάτωνος νοῦς. πῶς γὰρ εἰκός, ἣν ἀπὸ τοῦ πρώτου θεοῦ κατήνεγκε καὶ ὡς ἐκεῖνός φησι «τῆς ἀρρητοτάτης ἑνάδος», καὶ ἣν ἀνακηρύττει ἀφορμὰς ἐκεῖθεν λαβεῖν ἐπιστροφῆς τε καὶ ἀναμνήσεως, ταύτην εἰς τὴν ἐσχάτην φύσιν κατενεγκεῖν καὶ μύρμηκα καὶ θάμνον ποιεῖν τὴν ἀναμαξαμένην τὰς τοῦ πατρὸς δυνάμεις ἁπάσας καὶ μέσην ἱσταμένην τῶν τε ἀμερίστων καὶ μεριστῶν φύσεων καὶ τῶν μὲν οὖσαν εἰκόνα καὶ ἄγαλμα καὶ ἀφομοίωμα, τῶν δὲ παράδειγμα; μάτην γὰρ ἐν αὐτῇ γένοιντο ἢ γεγόνασιν αἱ παρὰ τοῦ πατρὸς ἐμφάσεις, πάντῃ ἀλογωθείσῃ καὶ ἀποδενδρωθείσῃ κατὰ τὸν θαυμάσιον Πλωτῖνον. Οὐ δεῖ οὖν, κάλλιστέ μοι βασιλέων Ἀνδρόνικε, ἀνίπτοις χερσὶν ὅ φασι τὰ Πλάτωνος βιβλία μεταχειρίζεσθαι μηδὲ <μὴ> πρότερον τοὺς τῆς γλώττης ὀχετοὺς λεάναντας ἀποστοματίζειν τι τῶν ἐκείνου ἢ ἐκ τοῦ παρατυχόντος φθέγγεσθαι. τοῦ γὰρ Ἀριστοτέλους τὴν δεινότητα τῆς οἰκείας φιλοσοφίας προβεβλημένου, οὗτος τὰς ἀλληγορίας καὶ τὰς 107 ἐμφάσεις προβάλλεται. τῶν γὰρ Μωσαϊκῶν βιβλίων μετεσχηκὼς καὶ ὅσα τῷ Σολομῶντι πεποίηται, ἐκεῖθεν καὶ τὸ ἐμφατικὸν σχῆμα τοῦ λόγου διαμεμελέτηκεν. Τοῦ αὐτοῦ· τίνος χάριν τριμερῆ τὴν ψυχὴν οἱ περὶ Πλάτωνα καὶ Ἀριστοτέλην εἰρήκασι ∆ύο σοι τὰ ἠπορημένα καὶ ἄμφω γενναῖα καὶ τὸ βάθος τῆς σῆς ψυχῆς ἑρμηνεύοντα. ζητεῖς γὰρ ὅτου χάριν τριμερῆ τὴν ψυχὴν οἱ περὶ Πλάτωνα καὶ Ἀριστοτέλην εἰρήκασιν, ὄντων αὐτῇ καὶ ἑτέρων μερῶν· καὶ εἰ οὕτω καλεῖν βούλονται, διὰ τί μὴ τριδύναμον μᾶλλον αὐτήν, ἀλλὰ τριμερῆ προσηγορεύκασιν· εἰ γὰρ ἀμερὴς αὐτῆς ἡ φύσις, πῶς εἰς μέρη ταύτην οἱ φιλόσοφοι διῃρήκασι; καὶ σὺ μὲν οὕτως ἠπόρηκας, ἡμεῖς δὲ τὸ δεύτερόν σοι τῶν ἐζητημένων πρότερον ὂν καλῶς διηκριβηκότες ὕστερον ἐπὶ τὸ πρότερον ὡς ῥᾷστον ἀναβησόμεθα. Τὴν ψυχὴν οἱ φιλόσοφοι νῦν μὲν ὡς ἀπόλυτον σώματος θεωροῦσι, καὶ ταύτην πολυειδῶς· αὖθις δὲ μετὰ σώματος ἐξετάζουσι, καὶ οὐδὲ οὕτως ἁπλῶς, ἀλλὰ πρὸς τὰ μέτρα τῆς καθόδου καὶ τῆς βαθύτητος, καὶ οὐ τὰς αὐτὰς ἀπολείπουσι δόξας αὐτῇ ἐλευθέρᾳ τε σώματος καὶ μετὰ τῆς τούτου φύσεως ζώσῃ, ἀλλὰ κατὰ τὸν ζωῆς τρόπον συνεξαλλάττουσι ταύτῃ τὰς ἰδιότητας. ἀπόλυτος μὲν οὖν οὖσα τοῦ σώματος συνέστραπταί τε πρὸς ἑαυτὴν ἢ μᾶλλον ἐπέστραπται, καὶ παντάπασίν ἐστιν ἀμέριστος· δῦσα δὲ κατὰ τῆς σωματικῆς παχύτητός τε καὶ διαστάσεως τρόπον τινὰ διέστη καὶ ἐμερίσθη καὶ τὰς δυνάμεις αὐτῆς εἰς μέρη κατέταξε, καὶ ἐφίδρυσεν ἐγκεφάλῳ μὲν τὸ λογικόν, καρδίᾳ δὲ τὸν θυμὸν καὶ ἥπατι τὴν ἐπιθυμίαν. ἀκριβέστερον δὲ εἰπεῖν, τὸ σῶμα μᾶλλον περὶ αὐτὴν πολυμερῶς ἐμερίσθη, μὴ δυνάμενον ἀμερῶς τὴν ἐκείνης φύσιν περιλαβεῖν· ὅθεν ἀφειμένη μὲν τοῦ σώματος τριδύναμός ἐστιν, οὐ περιγραφομένων μέρεσί τισι τῶν δυνάμεων, 108 ἀλλὰ δι' ἀλλήλων αὐτῶν ἡκουσῶν, συγκραθεῖσα δὲ σώματι καὶ διαστᾶσα τριμερὴς ὠνομάσθη διὰ τὴν κατάλληλον ἑαυτῆς πρὸς τὰ τοῦ σώματος μέρη κατάταξιν. τούτῳ γὰρ διενήνοχε μέρος δυνάμεως, ὅτι τοῦτο μὲν ποσότητός ἐστι μέτρον καὶ περιγέγραπται, ἐκεῖνο δὲ ποιότητος εἶδος καὶ διὰ τὴν ἀσώματον φύσιν ἀσυγχύτως διὰ τῶν ἑτέρων ἥκει δυνάμεων. οὕτω μὲν οὖν τριμερὴς καὶ οὕτω τριδύναμος παρὰ τοῖς φιλοσόφοις ὠνόμασται· εἰ δὲ μὴ κατὰ τὸ μέτρον ὧν ἔχει μερῶν ἢ δυνάμεων κἀκεῖνοι ταύτην διηριθμήσαντο, ἀλλὰ τὸ φανταστικὸν ἀφέντες, τὸ διανοητικόν, τὸ φυτικόν, τὴν προσοχήν, τὴν συνείδησιν, τἄλλα, τῷ λογιστικῷ ταύτην καὶ θυμικῷ καὶ ἐπιθυμητικῷ διῃρήκασι, θαυμάζειν οὐ χρή. οὐ γὰρ αὐτὸ τοῦτο προθέμενοι, τὰς δυνάμεις ταύτης ἀπαριθμήσασθαι, ἔπειτα ἐλλιπεστέραν τὴν ἀπαρίθμησιν πεποιήκασιν, ἀλλὰ βουλόμενοι ἐνδείξασθαι, ὅθεν αἱ ἠθικαὶ ἀρεταὶ τὴν γένεσιν ἔχουσιν, ἐπειδὴ ἀπὸ τῶν τριῶν τούτων