καὶ ἡ τοῦ πυρὸς φύσις οὐκ ἔφλεγε, καὶ ἡ ἀκρότομος τὰς πηγὰς ἠφίει, καὶ τὸ ξῦλον ὧδε μὲν τὴν πικρίαν ἐγλύκαινεν, ἐκεῖσε δὲ τὴν βαρεῖαν φύσιν ἐκούφιζεν, ὁ δὲ σαρκωθεὶς λόγος κατὰ φύσιν ἐμορφοῦτο καὶ διεπλάττετο ὑπὲρ ἐκεῖνα, σοὶ δὲ λογιζέσθω ἡ βλασφημία, τὰ τὴν φύσιν νικήσαντα κτίσματα. ἀλλ' οὐθ' ὃ τὴν φύσιν ἠγνόησε τοῦτο καὶ τὸν τῆς φύσεως ὑπερῆρε δημιουργόν, οὐθ' ὁ νομοφύλαξ τοὺς ὅρους ὑπερανέβη τῆς φύσεως. οὐ γάρ, εἰ ὁ μὲν μᾶλλον τῶν μαθημάτων ἀντιλαμβάνεται ὀξεῖαν ἔχων τὴν νόησιν, ὁ δὲ ἧττον ἀμβλυώπως πρὸς τὰς μαθήσεις ἐρχόμενος· παρὰ τοῦτο ὁ μὲν οἶδε τὴν φύσιν, ὁ δὲ ταύτην ἐνίκησεν. ἀλλ' ὁ μὲν λεπτοτέραν ταύτην ἐκτήσατο, τοῦ φανταστικοῦ πνεύματος ἀερώδους ὑποκειμένου αὐτῷ, ὁ δὲ παχεῖαν αὐτὴν ἐδυστύχησε καὶ περιττότερον τον ἐγκέφαλον. τοῦτο γὰρ ὐπὲρ φύσιν, ὦ βέλτιστε· τοῦτό ἐστιν ὅταν ὡς ἐν εἰκόνι τῶν ἐπ' εὐθείας φερομένων σωμάτων, τὸ μὲν κάτω πεφυκὸς φέρεσθαι μετεωρισθείη πως πρὸς τὸ ἄναντες ἐξ οἰκείας ἀρχῆς, τὸ δ' ἄνω λαχὸν τὴν κίνησιν, οὕτω πάλιν κατενεχθείη. εἰ δὲ τῶν ἄνω φερομένων ἢ κάτω, τὰ μὲν μᾶλλον ἄνω ἢ κάτω κινεῖται, τὰ δὲ ἣττονα αὐτὸ τοῦτο ἐνεργεῖ. οὐ παρὰ τοῦτο, τὰ μὲν τὴν φύσιν οἶδε, τὰ δὲ ἠγνόησεν· ἀλλὰ παρὰ τὴν φύσιν, τὰ μὲν μέχρι τινὸς ἵσταται βαρυνόμενα, τὰ δὲ ἐπὶ τὸ κέντρον ἐλθεῖν ἐπείγεται· καὶ τὰ μὲν ὅρον τῆς ἑαυτῶν κινήσεως τὴν τοῦ ἀέρος σφαῖραν ἐπίσταται, τὰ δὲ πρὸς τὸν αἰθέρα ἐπείγεται. Εἰ μὲν οὖν τῆς καθ' ἡμᾶς φύσεως τὴν γνῶσιν ἐχούσης διὰ μαθήσεως, ὁ νομοφύλαξ ἄνευ ἐκείνης ταύτην ἐκτήσατο, τὸ ὑπὲρ φύσιν αὐτῷ προσμαρτυρῶ καὶ αὐτός· εἰ δὲ νοῦν εὐτυχήσας ὀξύν, ὀξέως τὴν παίδευσιν ἀνελέξατο, παρὰ τοῦτο δώσω τούτῳ τὸ ὑπὲρ φύσιν, ὅς γε μᾶλλον τὴν φύσιν ἔσχηκε συνεργήσασαν. ἀλλ' ὑπὲρ φύσιν μὲν αὐτὸν ἂν εἴποιμι, τὴν σὴν δὲ καὶ οὐχὶ τὴν ἐμὴν ἴσως, εἰ δὲ καὶ τὴν ἐμήν, ἀλλ' οὐχὶ καὶ τὴν κοινήν; σὺ δὲ ἀμούσως πάνυ καὶ ἀμαθῶς τόν τι τῶν ὑπὲρ φύσιν οἰκονομουμένων νικήσαντα καὶ τὴν φύσιν αὐτὴν συμπεραίνῃ νενικηκέναι ἢ καὶ αὐτὸν τὸν πλάστην τῆς φύσεως. καὶ καινὸν οὐδὲν λέγεις, ὅς γε μὴ ὅ τι φύσις ἐστὶν ἐπίστασαι, πότερον ἡ ὕλη ἢ τὸ εἶδος; ὅ τι κυρίως τὸ εἶδος; ἐντεῦθεν γὰρ ὁριζόμεθα· καὶ πότερον τὸ φυσικὸν ἢ τὸ τεχνητόν; ὅ τι τὸ φυσικόν, ἐπὶ γὰρ τοῦ λοιποῦ ἡ ὕλη μᾶλλον ἔχει τὸ κῦρος· καὶ ὅ τι ἀρχή ἐστιν ἠρεμίας τε καὶ κινήσεως· καὶ τἆλλα τῶν Ἀριστοτέλους φυσικῶν θεωρημάτων, ἃ μηδὲ ψιλῶς οἶμαι ἀκηκοέναι σε πώποτε. τί δὲ βούλεται καὶ ἡ καινὴ σύγκρισις, ἄλλου πρὸς ἄλλο παραβαλλομένου καὶ οὐ κατὰ λόγον συγκρίσεως; εἰ γὰρ ὁ μὲν νομοφύλαξ ὑπὲρ φύσιν ἐστί, μὴ διὰ πολλοῦ χρόνου τοὺς νόμους μεμαθηκώς, ὁ δὲ τοῦ θεοῦ νἱὸς κατὰ φύσιν πλασθεὶς ἅμα καὶ μορφωθείς, ἄρα τι συμπεραίνεται; ἔδει γὰρ οὕτως εἰπεῖν· εἰ ὁ μὲν διὰ πλείστου, ὁ δὲ δι' ἐλαχίστου πάνυ· ἤ, εἰ μὴ οὕτως, ἐκείνως. εἰ ὁ μέν, ἐπλάσθη, ὁ δὲ αὐτομάτως μεμόρφωτο· ἢ γὰρ τὴν πλάσιν πρὸς τὴν πλάσιν ἐξέταζεν ἢ τὴν μάθησιν πρὸς τὴν μάθησιν. εἰ δὲ μή, ἀντισυλλογίσομαί σοι ἐγὼ κατὰ τὴν σὴν πρόθεσιν· εἰ ὁ κύριος πλαττόμενος μὲν καὶ μορφούμενος οἶδε τὴν φύσιν, συλλαμβανόμενος δὲ καὶ γεννώμενος οὐκ ἐπίσταται, ὑπὲρ φύσιν ἅμα ὁ αὐτὸς καὶ κατὰ φύσιν ἐστίν, ἀλλ' οὐχ ἅμα ἤτοι κατὰ ταὐτό, ἀλλὰ κατ' ἄλλο καὶ ἄλλο. Εἰ μὲν οὖν δείξεις ὡς ὁ μὲν νομοφύλαξ πρὸ τῆς πολιᾶς τὴν γνῶσιν τῶν νόμων ἐπήνθησεν, ἡ δὲ αὐτοσοφία καὶ βραδεῖα πως πρὸς τὴν μάθησιν ἀπαντήσασα ἐν ἐσχάτῳ γήρει μόλις κατέλαβεν, οὐδ' οὕτω μὲν νικήσεις. ἐγὼ γὰρ αὖθις τὸ μᾶλλον καὶ ἧττον τῆς φύσεως· ὅμως δέ σοι τὰ τῆς συγκρίσεως ἔρρωται. εἰ δ' ἐστένωτό σοι τὰ τῆς ἀποδείξεως, πῶς οὐχὶ πλατεῖά μοι ἡ νίκη ἐστίν; εἰ δὲ τριακονταετὴς βεβάπτισται, πρὸ τοῦ βαπτίσματος δὲ τὸ ἱερὸν κατέχων ἐδίδασκεν, ὅτε καὶ παρὰ τῆς μητρὸς ζητούμενος οὐχ εὑρίσκετο, πῶς οὐχὶ πρὸ τῆς τοιαύτης ἡλικίας τὴν γνῶσιν ἔχειν ἀποδεικνύμενος, παρά σοῦ τε τὸ κατὰ φύσιν προσμαρτυρούμενος, αὐτὸ τοῦτο προσμαρτυρήσειε καὶ τῷ νομοφύλακι, ὃς καὶ τὸν