ἐκκενοῖ τὴν γαστέρα, δάκνει στόμαχον, ἧπαρ εὐρύνει πλέον. Κράμβη δίσεφθος δεσμός ἐστι γαστέρος, ἡ δ' αὖ μόνεφθος ἁλσὶν ἐμμεμιγμένη ὑπακτικὴ πέφυκε τῶν ἐγκειμένων. Ἡ δ' ἀτράφαξις, προστίθει καὶ τὸ βλίτον, ὑγρὰ μὲν ἄμφω καὶ λύοντα γαστέρα, ἀλλ' ἄτροφον τὸ σῶμα δεικνύοντά πως. Ἀτρακτυλίς, σκόλυμος, ἠκανθωμένα τρόφιμα καὶ σύμμετρα γαστρὸς τῇ κράσει· ἡ κινάρα δὲ δυσστόμαχος τυγχάνει. Οὐρητικὰ σέλινα, σμύρνιον, σίον. Κάρδαμον ἠδ' ὤκιμον, ἀλλὰ καὶ νάπυ, ἅπαντα θερμὰ τυγχάνει καὶ δριμέα, δύσπεπτα, δυσστόμαχα, πλειστόχυμά τε. Ἡ δ' ἀκαλύφη, καὶ κνίδη καλουμένη, λεπτή τίς ἐστιν, ἐκκενοῖ τὴν γαστέρα. Τὸ δ' αὖ γε γιγγίδιον ἐμφύτως στῦφον ἄριστον, εὐστόμαχον εἰς ἀποτρόφους, εὔσιτον, εὐόρεκτον, οὐ σάρκας τρέφον. Ἐκφρακτικὴ κάππαρις, ἡδίστη πλέον, ὄξει μιγεῖσα φλεγμάτων ἀναιρέτις. Ὅρα δὲ καινὴν φύσεως ποικιλίαν· βλίτοι, μαλάχαι, τεῦτλα καὶ θριδακίναι ὑγρὰ μέν εἰσι τοῦ φυτοῦ τὴν οὐσίαν, ξηρὸς δὲ τούτοις ἀσπάραγος τυγχάνει· ἡ δ' αὖ ῥαφανὶς γογγύλη τε καὶ νάπυ, τὸ κάρδαμον, πύρεθρον, ἡ κράμβη πλέον, τὸ μὲν φυτὸν φέρουσιν ἐξηραμμένον, ἔχουσι δ' ἀσπάραγον ὑγρὸν τὴν φύσιν. Ἡ γογγύλη δέ, βουνιὰς κεκλημένη, τρόφιμος, εἰ δίσεφθος· εἰ δὲ πολλάκις γεύσαιο ταύτης, δυσστομαχήσεις πλέον. Ὀρεκτικὴ πέφυκεν ἡ βολβοῦ φύσις, τὴν γαστέρα ῥύπτουσα καὶ τονοῦσά πως, τρόφιμος, εἰς ἔρωτας εὐφυεστέρα, γεννητική τε πνευμάτων καὶ σπερμάτων. Πράσα τε καὶ σκόροδα τὰ κρόμμυά τε πάντα δριμύττει καὶ τέμνει καὶ λεπτύνει. Ἄποιον ὕδνον καὶ καταψῦχον πλέον· οἱ δ' αὖ μύκητες φλεγματώδεις τὴν φύσιν· οἱ δ' ἀμανῖται τοῦτό πως ἐλαττόνως. Τῶν ὀσπρίων δ' αὖ τὴν φακῆν ἀποτρέπου· μελάγχολος πέφυκε, δεσμὸς γαστέρος. Κοῦφοι κύαμοι καὶ φυσώδεις τὴν φύσιν. Ὁ δ' ἐρέβινθος ῥυπτικός τε τυγχάνει καὶ σπέρμα γεννᾷ καὶ λίθους διαθρύπτει. Τὰ θέρμια δύσπεπτα. τῆλις ἡ πόα θερμὴ πέφυκε, προτρέπει τὴν γαστέρα. Ὁ δ' αὖ φάσουλος καὶ τρόφιμος τυγχάνει κενωτικός τε τῶν περιττῶν ἐκτόπως. Ἡ κολόκυνθα καὶ λύει τὴν γαστέρα ψῦξίν τε γεννᾷ καὶ καθυγραίνει πλέον. Πέπων κακοστόμαχος, ἡττόνως τρέφων. Ὁ σικυὸς δύσπεπτος, ὑγρὸς τὴν φύσιν. Σῦκον, σταφυλαὶ καὶ τρέφουσιν ἠρέμα ἧττόν τε δυσστόμαχα πλειστόχυμά τε· τῆς δὲ σταφυλῆς εὐχυμώτερον σῦκον, νεφροὺς καθαίρει καὶ κενοῖ τὴν γαστέρα. αἱ δ' ἰσχάδες σύμπαντα πρὸς τοὐναντίον, ὠμοὺς χυμοὺς τίκτουσι, πληροῦσι φύσης. τῶν δὲ σταφυλῶν ἡ σταφίς σοι βελτίων. Τὰ συκάμινα ψυχροποιὰ μετρίως, τίκτουσι δ' ὑγρότητα πολλὴν ἐν βάθει. Ἡ δ' αὖ γε διπλῆ τῆς κεράσου ποιότης διπλοῦς ὁμοίως τοὺς χυμοὺς παρεισάγει· ἡ γὰρ γλυκεῖα τῆς ὀπώρας ποιότης βλάπτει στόμαχον, ἐκκενοῖ δὲ γαστέρα, ἡ δὲ στύφουσα τῷ στύφειν τὴν γαστέρα φθείρει στόμαχον· οὐχ ὕπεισιν οὐδ' ὅλως. Ὁ κωνικὸς στρόβιλος εὔχυμος φύσει. Μῆλον γλυκάζον καὶ τρόφιμον τυγχάνει καὶ θερμόν ἐστι μᾶλλον ἐξωπτημένον. Κυδώνιον δὲ ῥωστικὸν μὲν τυγχάνει, ἐφεκτικὸν δέ ἐστι τῆς γαστρὸς πλέον. Ῥοιὰ ψύχει. μέσπιλα τὸ πλέον στύφει. Φοῖνιξ τονοῖ στόμαχον ἐστεγνωμένος, ἐφεκτικὸς δέ ἐστι γαστρὸς ἐκτόπως. Τῶν δ' αὖ γ' ἐλαιῶν τάσδε τὰς γνώσεις ἔχε· ἡ δρυπετὴς ἄπεπτος, ἄλγος γαστέρος, ἁλμάς, κολυμβὰς εὐόρεκτος τὴν φύσιν. Τῶν δ' αὖ καρύων τὰς διαιρέσεις μάθε. Τὰ λεπτὰ πλείω τὴν τροφὴν δίδωσί σοι, μείζω δ' ἔλαττον, τοῖς μικροῖς ἀντιστρόφως. Ἀμύγδαλον δὲ τμητικώτατον πάνυ. Τὸ πιστάκιον ἧπαρ ἐκτρέφει φύσει. Τὰ σηρικὰ δύσπεπτα δυσστόμαχά τε. ∆αμασκηνὰ κινοῦσι γαστέρος φύσιν. ∆ύσπεπτός ἐστι τῶν κεράσων ἡ φύσις. Τὸ κίτριον δύσπεπτον, ἡ σὰρξ δὲ τρέφει. Τρόφιμος ὁ βάλανος εὐσάρκῳ φύσει, δεῖται <δὲ> δεινῶς γαστέρος πυριπνόου. τὸ κάστανόν θ' ὅμοιον, ἀλλ' ἐλαττόνως. Πτηνῶν δὲ σάρκας καὶ τετραπόδων ὅρα. Πτηνῶν ὁ πέρδιξ εὐστόμαχος τυγχάνει, εὕπεπτος, ἡδὺς καὶ τρόφιμος ἐκτόπως. οἱ δ' ἀτταγῆνες καὶ περιστεραὶ νέαι εὔπεπτα πάντα καὶ πλέον σαρκοτρόφα. κίχλα δὲ καὶ κόττυφος ἠδὲ