1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

58

ἵνα εἴπῃ, ὅτι οὐδεμία αὐτῷ λαμπρότης ὑπολειφθήσεται. κατὰ δὲ τὸ ἄστρα ἐν διαίταις αὐτοῦ περιπατήσαισαν ἀντὶ τοῦ· φοβερὰ αὐτὸν ἐκδειματώσει φάσματα. ὁ δὲ Ἀκύλας οὕτως ἐκδέδωκεν· _κ_α_ὶ_ _ἀ_σ_τ_ρ_α_π_ὴ_ _ἀ_π_ὸ_ _π_ρ_ο_σ_ώ_π_ο_υ_ _α_ὐ_τ_ο_ῦ_ πορεύσεται ἐπ' αὐτόν, ἀντὶ τοῦ· ἐκ προσώπου τοῦ θεοῦτουτέστιν· ἐκ προστάγματοςσκηπτοὶ καὶ κεραυνοὶ κατὰ τοῦ ἀσεβοῦς κατενεχθήσονται. ἔστι δὲ καὶ ἄλλως νοῆσαι· ἄστρα εἰσὶν οἱ δίκαιοι κατὰ τὸ εἰρημένον· ὑμεῖς δὲ φαίνεσθε ὡς φωστῆρες ἐν κόσμῳ λόγον ζωῆς ἐπέχοντες. ἐπειδὴ οὖν εἴρηται ἐν τοῖς ἔμπροσθεν· ἃ γὰρ ἐκεῖνοι συνήγαγον, δίκαιοι ἔδονται, τὸ αὐτὸ ἑτέρως εἶπεν, ὅτι τὰ ἄστρατουτέστιν οἱ δίκαιοιἐν ταῖς τῶν ἀσεβῶν διαίταις περιπατήσουσιν, τουτέστιν· τὰ αὐτῶν ἀγαθὰ παραλήψονται. , 2526 ἐπ' αὐτῷ φόβοι· πᾶν δὲ σκότος αὐτῷ ὑπομείναι. ἐν σκότῳ δέ, φησίν, καὶ ἀφεγγείᾳ καὶ φόβοις ἔσται τὰ κατ' αὐτόν. , 26 κατέδεται δὲ αὐτὸν πῦρ ἄκαυστον. ὡραῖον ἡμᾶς ἐδίδαξε μάθημα ὁ Σωφάρ, ὅτι ἔστι πῦρ ἄκαυστον, 180 τοῦτο μὲν τὸ κατὰ συνείδησιν καταφλέγον τοὺς ἀσεβεῖς, τοῦτο δὲ τὸ αὐτοῖς ἀποκείμενον ἐν μέλλουσι δικαστηρίοις. ὅρα δέ, μὴ πρὸς τούτοις καὶ πυρετὸν ἐνταῦθα αἰνίττεται· καταφλέγονται γὰρ οἱ πυρέττοντες οὐδενὸς αὐτοῖς τὸ ἔξωθεν τοῦτο καὶ ἔνυλον πῦρ προσάγοντος. , 26 κακώσαι δὲ αὐτοῦ ἐπήλυτος τὸν οἶκον. ξένος τις καὶ ἀλλογενής. , 27 ἀνακαλύψαι δὲ αὐτοῦ ὁ οὐρανὸς τὰς ἀνομίας. ἡ θεία φύσις φανερὰ ποιοῦσα τὰ κατ' αὐτόν. , 27 γῆ δὲ ἐπανασταίη αὐτῷ. οἱ ἐκ γῆς τιμωρίαι λιμοί, λοιμοὶ καὶ εἴ τι ἕτερον. , 28 ἑλκύσαι τὸν οἶκον αὐτοῦ ἀπώλεια εἰς τέλος. ἀντὶ τοῦ· πανωλεθρίᾳ διαφθαρείη. , 28 ἡμέρα ὀργῆς ἐπέλθοι αὐτῷ. καθ' ἣν ἡ θεία κατ' αὐτοῦ κινεῖται δίκη. , 29 καὶ αὕτη ἡ μερὶς ἀνθρώπου ἀσεβοῦς παρὰ κυρίου καὶ κτῆμα ὑπαρχόντων αὐτοῦ παρὰ τοῦ ἐπισκόπου. ἐπειδὴ κτησάμενος τὰ ἀγαθὰ ὁ ἀσεβὴς οὐκ ᾔσθετο τῆς θείας εὐεργεσίας, δίδοται αὐτῷ κτῆμα καὶ μερὶς τὸ πλήρωμα τῆς ὀργῆς παρὰ τοῦ τὰ πάντα ἐπισκοποῦντος θεοῦ. ἀκούοντες δὲ οἱ ἐπίσκοποι, ὡς ὁ θεὸς ταύτῃ κέκληται τῇ προσηγορίᾳ παρὰ τῇ γραφῇ, τηρείτωσαν τῆς προσηγορίας τὸ ἀξίωμα ἐπαγρύπνως τὰ κατὰ τὴν ποίμνην ἐπισκοποῦντες καὶ πίστει καὶ βίῳ καὶ ἀνεπιλήπτῳ διδασκαλίᾳ σεμνυνόμενοι. 181 ΚΕΦΑΛΑΙΟΝ ΠΕΝΤΕΚΑΙ∆ΕΚΑΤΟΝ Ἀρχὴ τοῦ ῥητοῦ· ὑπολαβὼν δὲ Ἰὼβ λέγει· ἀκούσατέ μου, ἀκούσατέ μου τῶν λόγων, ἵνα μὴ ᾖ μοι παρ' ὑμῶν αὕτη ἡ παράκλησις. Προθεωρία τοῦ κεφαλαίου οἱ φίλοι τοῦ Ἰὼβ ἐλθόντες ἐπὶ παράκλησιν καὶ τῶν ἀνηκέστων συμφορῶν αὐτόπται γενόμενοι ὡς μὲν εὐσεβεῖς οὐδὲν ἄτοπον περὶ θεοῦ διελογίζοντο· ἀγνοοῦντες δέ, ὡς πεῖρά τις ἦν καὶ βάσανος ἀρετῆς ἡ πληγή, ἄμεινον ἔκριναν καταδικάσαι μὲν τὸν Ἰὼβ ὡς ἐφ' ἁμαρτίαις πάσχοντα, δίκαιον δὲ τὸν θεὸν ἀποφῆναι ὡς οὐκ ἀδίκως αὐτὸν τιμωρησάμενον. ὁ δὲ ἀνδρειότατος Ἰὼβ οὐδὲ οὕτως μὲν ἄδικόν τι περὶ θεοῦ ἐλογίσατο οὐδὲ ἀπεμφαίνουσαν εἴληφε δόξαν περὶ τῆς πάντα καλῶς καὶ δικαίως διεπούσης προνοίας τοῦ θεοῦ· οὐδὲν δὲ ἑαυτῷ συνειδὼς τηλικαύτης τιμωρίας ἐπάξιον οὐκ ἀνέχεται τῆς ἀδίκου τῶν φίλων κατακρίσεως. πολλῶν δὲ περὶ τούτων γενομένων αὐτοῖς διαλέξεων καὶ νῦν τοῦ Σωφὰρ ἐπ' ἀσεβείᾳ πάλιν αὐτὸν καταδικάσαντός φησι πρὸς αὐτούς· ἀκούσατέ μου τῶν λόγων, ἵνα γνῶτε, ὡς οὐ παρακλητικὸν προσηγάγετε λόγον, ἀλλ' ἐσφαλμένως καὶ κατ' ἄγνοιαν τὰς κρίσεις προφέρετε. διελέγχων δὲ τὴν ἄγνοιαν προβληματικῶς φησι πρὸς αὐτούς· εἰ οἴδατε τῆς προνοίας τοὺς λόγους, ἀποκρίνασθέ μοι, διὰ τί ἀσεβεῖς εὐθηνοῦνται καὶ πανταχόθεν αὐτοὺς ἀφθόνως περιρρεῖ τὰ ἀγαθὰ καὶ 182 ἐν εὐπαθείᾳ διάγουσι θεομάχα φθεγγόμενοι ῥήματαπλὴν ἀλλὰ καὶ αὐτῶν ἡ εὐημερία μεταπίπτει, πῶς δὲ καὶ ὁ μέν τις ἐν πλούτῳ καὶ πάσῃ τῇ παρὰ ἀνθρώποις εὐδαιμονίᾳ τελευτᾷ τὸν βίον, ὁ δὲ ἐν πικρίᾳ ψυχῆς οὐδενὸς τῶν ἐν βίῳ μετασχὼν ἀγαθῶν. εἶτα διὰ μέσου παρενέθηκεν, πότερον οὐχὶ ὁ κύριός ἐστιν ὁ διδάσκων σύνεσιν καὶ ἐπιστήμην, δεικνύς, ὡς ἀνέφικτα καὶ ἀκατάληπτα τοῦ θεοῦ τὰ κρίματα καὶ οὐ πάντες ἡμῖν γνώριμοι τῆς πάντα καλῶς διοικούσης προνοίας οἱ λόγοι. Αἱ λέξεις εἰσὶν τοιαῦται·