1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

58

τε αὐτὰς ἐπισταμένως, 5.6.12 ἐνταῦθα ἦγον τρόπῳ τοιῷδε. ἁμάξας μὲν ταῖς πέτραις ἐτεκτήναντο μεγέθει ἴσας, ἕνα δὲ λίθον ἐνετίθεντο ἁμάξῃ ἑκάστῃ, βόες τε ἀριστίνδην πρὸς βασιλέως ξυνειλεγμένοι κατὰ τεσσαράκοντα σὺν τῇ ἁμάξῃ τὸν λίθον ἐφεῖλκον. 5.6.13 ἀλλ' ἐπεὶ τὰς ἐς τὴν πόλιν φερούσας ὁδοὺς ταύτας δὴ φέρειν τὰς ἁμάξας ἀμήχανα ἦν, ἐκτέμνοντες ἐπὶ πλεῖστον τὰ ὄρη ἐσιτητὰ ταῖς ἐπιγενομέναις ἁμάξαις ἐποίουν, οὕτως τε περιμήκη ἀπειργάσαντο τὸν νεών, ᾗπερ βουλομένῳ 5.6.14 τῷ βασιλεῖ ἦν. εὖρός τε αὐτῷ κατὰ λόγον πεποιημένοι, 5.6.15 τέγος ἐπιθεῖναι τῷ ἱερῷ ὡς ἥκιστα εἶχον. δρυμούς τε οὖν καὶ δάση πάντα περιιόντες, καὶ εἴ πού τι χωρίον ἠκούετο οὐρανομήκεσι κατάφυτον δένδροις, ὕλην τινὰ εὗρον ἀμφιλαφῆ, κέδρους φέρουσαν ἐς ὕψος ἐξικνουμένας ἀπέραντον ὅσον, αἷς δὴ τὴν ὀροφὴν τῷ νεῲ ἔθεντο, ὕψος αὐτῷ κατὰ μέτρον πεποιημένοι, ἐς ὅσον τε εὐρύ5.6.16 νεται καὶ ἐς τὸ μῆκος ἐξάγεται. ταῦτα μὲν οὖν δυνάμει τε ἀνθρωπείᾳ καὶ τέχνῃ βασιλεὺς Ἰουστινιανὸς ἐξειργάσατο. ἐπέδωκε δὲ καὶ ἡ τῆς εὐσεβείας ἐλπὶς ἀμειβομένη αὐτὸν τῇ τιμῇ, καὶ ξυνεπιλαμβάνουσα τὸ σπούδασμα 5.6.17 τοῦτο. τῷ μὲν γὰρ ἱερῷ πανταχόσε κιόνων ἔδει τό τε εἶδος οὐκ ἀποδεόντων τοῦ ἀμφὶ τὸ τέμενος κάλλους καὶ τοιούτων τὸ μέγεθος, οἷοι δὴ ὄντες ἀντέχειν ἐς τὸ ἄχθος 5.6.18 τῶν ἐγκειμένων σφίσιν ἔμελλον. ἡ δὲ χώρα ἐν τῇ μεσογείᾳ κειμένη τῆς θαλάσσης πολλῷ ἄποθεν, ὄρεσί τε πανταχόθεν ἀποπεφραγμένη ἀποτόμοις τισίν, ᾗπέρ μοι εἴρηται, ἄπορον τοῖς τεκταινομένοις τὸ ἔδαφος ἐποίει κίονας 5.6.19 ἑτέρωθεν εἰσκομίζεσθαι. ἀλλὰ βασιλέως δυσφορουμένου τῇ τοῦ ἔργου ἀμηχανίᾳ, λίθου φύσιν ὁ θεὸς ἐπιτηδείως ἐς τοῦτο ἔχουσαν ἐν τοῖς ἄγχιστα ὄρεσιν ἔδειξεν, ἢ οὖσάν 5.6.20 τε καὶ κρυπτομένην τὰ πρότερα, ἢ νῦν γενομένην. ἐπ' ἀμφότερα δὲ πιστὸς ὁ λόγος τὴν αἰτίαν ἐπὶ τὸν θεὸν 5.6.21 ἀναφέρουσιν. ἡμεῖς μὲν γὰρ ἀνθρωπείᾳ δυνάμει πάντα σταθμώμενοι πολλὰ ἐς τὸ ἀδύνατον ἀποκεκρίσθαι οἰόμεθα, τῷ δὲ θεῷ τῶν πάντων οὐδὲν οὔτ' ἂν ἄπορον οὔτ' 5.6.22 ἀμήχανον γένοιτο. κιόνων τοίνυν ἐνθένδε μέγα τι χρῆμα ὑπερμεγεθῶν τε καὶ ἀπομιμουμένων τῷ χρώματι πυρός τινα φλόγα, πανταχόθεν ὑποστηρίζουσι τὸν νεών, οἱ μὲν ἔνερθεν, οἱ δὲ ὕπερθεν, οἱ δὲ ἀμφὶ τὰς στοὰς αἳ περιβάλλουσι τὸ ἱερὸν ὅλον, πλὴν τῆς πρὸς ἕω τετραμμένης πλευρᾶς· ὧνπερ δύο ἑστᾶσι πρὸ τῆς τοῦ νεὼ θύρας ὑπερφυεῖς ἄγαν καὶ τῶν ἐν γῇ τῇ πάσῃ κιόνων ἴσως οὐδενὸς 5.6.23 δεύτεροι. στοά τις ἐκδέχεται ἐντεῦθεν ἑτέρα ἐπὶ τοῦ 5.6.24 νάρθηκος ὠνομασμένη, οἶμαι, τῷ μὴ εὐρύνεσθαι. αὐλὴ μετὰ ταύτην κίοσιν ὁμοίοις ἐν τετραπλεύρῳ ἀνεχομένη· θύραι μέταυλοι ἱεροπρεπεῖς οὕτως, ὥστε μηνύουσι τοῖς ἔξω ἰοῦσιν ὁποίῳ ποτὲ θεάματι ἐντυχεῖν μέλλουσι. προπύλαια τὸ ἐνθένδε θαυμάσια οἷα, καί τις ἐπὶ κιόνων 5.6.25 δυοῖν ἐπαιρομένη ἀψὶς ἐς ἄφατον ὕψος. προϊόντι δὲ πρόσω ἡμίκυκλα δύο, ἀλλήλοις ἀντιπρόσωπα ἑκατέρωθεν τῆς ἐπὶ τὸ ἱερὸν ὁδοῦ ἑστᾶσι· ξενῶνες δὲ τῆς ἑτέρας ἐφ' ἑκάτερα δύο, Ἰουστινιανοῦ βασιλέως ἔργον· ἅτερος μὲν ξένοις ἐνδημοῦσι καταλυτήριον, ὁ δὲ δὴ ἕτερος ἀναπαυ5.6.26 στήριον νοσοῦσι πτωχοῖς. τοῦτον δὲ τὸν τῆς θεοτόκου νεὼν Ἰουστινιανὸς βασιλεὺς καὶ προσόδῳ ἐτίμησε χρημάτων μεγάλων. τὰ μὲν οὖν ἐν Ἱεροσολύμοις Ἰουστινιανῷ βασιλεῖ ταύτῃ πη ἔσχεν. 5.7.1 Ἔστι δὲ πόλις ἐπὶ Παλαιστίνης, Νεάπολις ὄνομα· 5.7.2 ἐφ' ἧς δὴ ὄρος ὑψηλὸν ἀνέχει, Γαριζὶν ὄνομα. τοῦτο δὲ τὸ ὄρος κατ' ἀρχὰς μὲν οἱ Σαμαρεῖται εἶχον· ὡς εὐξόμενοί τε ἀνέβαινον ἐς τὴν τοῦ ὄρους ὑπερβολήν, οὐδένα ἀνιέντες καιρόν· οὐχ ὅτι νεών τινα ἐνταῦθα ᾠκοδομήσαντο πώποτε, ἀλλὰ τὴν ἀκρώρειαν αὐτὴν σεβόμενοι 5.7.3 ἐτεθήπεσαν πάντων μάλιστα. ἡνίκα δὲ Ἰησοῦς ὁ τοῦ θεοῦ παῖς ἐν σώματι ὤν, τοῖς τῇδε ἀνθρώποις ὡμίλει, γέγονεν αὐτῷ πρὸς γυναῖκα τῶν τινα ἐπιχωρίων διάλογος· ταύτῃ τε ἐπὶ τῷ ὄρει πυνθανομένῃ ὑπεῖπεν ὡς χρόνῳ ὕστερον οὐχ οἱ Σαμαρεῖται προσκυνήσουσιν ἐν τούτῳ τῷ ὄρει, ἀλλ' ἐνταῦθα αὐτὸν οἱ ἀληθινοὶ προσκυνηταὶ προσκυνήσουσι, τοὺς Χριστιανοὺς παραδηλώσας· ἐγένετό τε 5.7.4 προϊόντος τοῦ