Ἰσαύρου ὁ Κοπρώνυμος. Κωνσταντῖνος ὁ υἱὸς αὐτοῦ ὁ Κοπρώνυμος ἐβασίλευσεν ἔτη λδʹ, ἐκ δεινοτάτου λέοντος φανεὶς ποικιλότροπος πάρδαλις, ἐκ σπέρματος ὄφεως ἀσπὶς καὶ ὄφις πετώμενος. οὗτος τὴν πατρώαν τε βασιλείαν καὶ δυσσέβειαν διαδεξάμενος ἐκ θεοῦ πλεῖον διίσταται καὶ τῆς θεοτόκου Μαρίας καὶ πάντων τῶν ἁγίων αὐτοῦ, κἀντεῦθεν λοιπὸν μαγείαις καὶ ἀσελγείαις καὶ ᾠδαῖς καὶ δαιμόνων ἐπικλήσεσι καὶ σπλάγχνων ἀνατομίαις καὶ ἄλλοις πονηροῖς ἐπιτηδεύμασι καὶ κυνηγίοις καὶ ἱπποδρομίοις σχολάζων ὄργανον ἐπιτήδειον τοῦ ἀντικειμένου γέγονεν. εἰς τοσαύτην γὰρ ἀπόνοιαν ἐξώκειλεν ὡς καὶ θεσμὸν καθολικὸν ἐκθέσθαι μὴ λέγεσθαί τινα ἅγιον, ἀλλὰ καὶ τὰ λείψανα τούτων εὑρισκόμενα διαπτύεσθαι, καὶ μηδὲ πρεσβείαν αὐτῶν ἐξαιτεῖν, οὐδὲν γὰρ ἰσχύουσι," προσθεὶς ὁ ἀνόσιος "μηδὲ τῆς Μαρίας ἐπικαλείσθω τις τὴν πρεσβείαν· οὐ γὰρ δύναταί τι·" μηδὲ θεοτόκον αὐτὴν ὀνομάζεσθαι. λαβὼν γὰρ ἐν χειρὶ βαλάντιον πλῆρες χρυσίου, καὶ ὑποδείξας αὐτὸ πᾶσιν, ἤρετο "τίνος ἄξιόν ἐστι;" τῶν δὲ "πολλοῦ" εἰπόντων, κενώσας τὸ χρυσίον πάλιν ἤρετο "τίνος ἐστὶν ἄξιον;" καὶ λέγουσιν "οὐδενός." "οὕτως" ἔφη "καὶ ἡ Μαρία" (οὐ γὰρ θεοτόκον ὁ ἄθεος ἠξίου λέγειν) "ἕως μὲν εἶχε τὸν Χριστὸν ἐν ἑαυτῇ, τετιμημένη ἦν, ἀφ' οὗ δὲ τοῦτον ἀπέτεκεν, οὐδὲν τῶν λοιπῶν 182 γυναικῶν διενήνοχεν." ὢ τῆς βλασφημίας. φεῖσαι ἡμῶν, κύριε. Ἐκ τούτων οὐ μικρά τις ἀθυμία τοὺς Χριστιανοὺς κατέλαβεν, ὥστε πάντας μισῆσαι αὐτὸν καὶ Ἀρταβάσδῳ κουροπαλάτῃ καὶ γαμβρῷ ἐπ' ἀδελφῇ αὐτοῦ προστεθῆναι. ἐξελθὼν γὰρ Κωνσταντῖνος ἐν τοῖς μέρεσι τοῦ Ὀψικίου κατὰ Ἀράβων, Ἀρταβάσδου μετ' αὐτοῦ ὄντος, ὑπεβλέποντο ἀλλήλους, καὶ συμβολῆς γενομένης μετ' ἀλλήλων, καὶ τοῦ Βισὴρ τοῦ καὶ συμμύστου Κωνσταντίνου σφαγέντος παρὰ Ἀρταβάσδου, Κωνσταντῖνος φοβηθεὶς ἔφυγεν εἰς τὸ Ἀμόριον. ἐντεῦθεν μάχαι μεταξὺ αὐτῶν γεγόνασι δεινόταται. Ἀρτάβασδος δὲ Θεοφάνην μάγιστρον, φίλον αὐτοῦ ὄντα καὶ τότε ἐκπροσωποῦντα ἐν τῇ πόλει, ἔγραψε δέξασθαι αὐτόν. καὶ δεχθεὶς ὑπὸ τῶν θεμάτων ἀνηγορεύθη βασιλεύς. εἰσελθὼν δὲ ἐν τῇ πόλει, πᾶς ὁ λαὸς σὺν τῷ ψευδωνύμῳ πατριάρχῃ Ἀναστασίῳ ἀνεθεμάτισαν Κωνσταντῖνον, Ἀρτάβασδον δὲ ὡς ὀρθόδοξον βασιλέα ἀνεκήρυξαν. καταλαβὼν δὲ Κωνσταντῖνος ἐν Χρυσοπόλει μετὰ λαοῦ, καὶ μηδὲν ἀνύσας, ὑπέστρεψε πάλιν εἰς τὸ Ἀμόριον. ὁ δὲ Ἀρτάβασδος τὰς ἱερὰς εἰκόνας πανταχοῦ ἀνεστήλωσε, καὶ τὸν πρὶν αὐτῆς κόσμον ἡ ἐκκλησία ἀπέλαβεν. Ἀναστάσιος δὲ ὁ πατριάρχης κρατήσας τὰ τίμια ξύλα ὤμοσεν ἐν τῷ ἄμβωνι ἑστὼς ὅτι μὰ τὸν προσηλωθέντα ἐν τούτοις, οὕτως μοι εἶπεν Κωνσταντῖνος ὁ βασιλεύς, ὅτι μὴ λογίσῃ υἱὸν θεοῦ εἶναι τὸν Χριστόν, ὃν ἔτεκεν ἡ Μαρία, εἰ μὴ ψιλὸν ἄν183 θρωπον, ὣς ἔτεκεν ἐμὲ ἡ μήτηρ μου Μαρία. καὶ τοῦτο ἀκούσαντες οἱ λαοὶ ἀνεθεμάτισαν αὐτόν· ὁ δὲ Ἀρτάβασδος ἐξελθὼν ἐστρατολόγει. Κωνσταντῖνος δὲ τοῦτο μαθὼν ἐκίνησε κατ' αὐτοῦ, καὶ συμβαλὼν μετ' αὐτοῦ πόλεμον τρέπει αὐτόν, καὶ καταλαβὼν τὴν Κύζικον ἐκεῖθεν ἐν τῇ πόλει διασώζεται. ὁ δὲ Κωνσταντῖνος ἐν Χαλκηδόνι ἐλθὼν ἀντεπέρασεν ἐν τοῖς Θρᾳκώοις μέρεσι, καὶ τῷ χερσαίῳ τείχει παρακαθίσας διέδραμεν ἕως τῆς χρυσῆς πόρτης, ἐπιδεικνύων ἑαυτὸν τοῖς ὄχλοις. ὁ δὲ Ἀρτάβασδος ἀνοίξας τὰς πόρτας καὶ συμβαλὼν πάλιν πόλεμον ἡττήθη κατὰ κράτος. τοῦ δὲ Κωνσταντίνου τὰ πλοῖα κρατήσαντος ἐγένετο λιμὸς ἰσχυρὸς ἐν τῇ πόλει, ὥστε πραθῆναι τὸν μόδιον τῆς κριθῆς νομισμάτων δώδεκα καὶ τὰ λοιπὰ ὁμοίως. τοῦ δὲ λαοῦ θνήσκοντος καὶ ἀπολλυμένου ἠναγκάσθη Ἀρτάβασδος ἀπολύειν καὶ ἐξέρχεσθαι αὐτοὺς ἐκ τῆς πόλεως. νικήσας δὲ ὁ υἱὸς Ἀρταβάσδου, ἐπισυνάξας λαὸν ἱκανόν, ἦλθεν ἕως τῆς Χρυσουπόλεως· καὶ περάσας ὁ βασιλεὺς ἐδίωξεν αὐτὸν καὶ καταλαβὼν ἐχειρώσατο, καὶ τοῦτον πεδήσας ἐλθὼν διὰ τοῦ τείχους τῷ πατρὶ ἐπεδείκνυεν. ἄφνω δὲ παραταξάμενος διὰ τοῦ χερσαίου τείχους τὴν πόλιν παρέλαβε. καὶ χειρωσάμενος Ἀρτάβασδον σὺν τοῖς δυσὶν υἱοῖς καὶ τὸν πατρίκιον Βακτάγιον, τὸν μὲν Ἀρτάβασδον σὺν τοῖς δυσὶν υἱοῖς αὐτοῦ ἐτύφλωσε,