1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

58

παρανομοῦντας διὰ τούτων κολάζειν, οὐκ ἐπαινοῦσαι μὲν αὐτῶν, ἀλλὰ καὶ λίαν μισοῦσαι τὴν τοῦ βίου προαίρεσιν, ἀνεχόμεναι δὲ τῆς τούτων ὑπηρεσίας διὰ τὴν χρείαν, οὕτως ὁ τοῦ κόσμου πρύτανις, οἷα δημίους τινὰς γίνεσθαι ξυγχωρεῖ τοὺς τυράννους, ὥστε διὰ τούτων ποινὴν τοὺς ἀσεβοῦντας καὶ παρανομοῦντας εἰσπράττειν· ὕστερον δὲ καὶ τούτους αὐτοὺς παντελεῖ παραδίδωσι τιμωρίᾳ, ἐπειδήπερ οὐχ ὡς Θεῷ διακονοῦντες, ἀλλ' οἰκείᾳ πονηρίᾳ δουλεύοντες τὰ 6.31 δεινὰ ἐκεῖνα δεδράκασιν. Οὕτως ἡμαρτηκότα τὸν Ἰσραὴλ τῇ τῶν Ἀσσυρίων ὠμότητι παραδέδωκεν· ἐπειδὴ δὲ οὗτοι τῆς τιμωρίας οὐ διέγνωσαν τὸν σκοπόν, τηνικαῦτα καὶ τούτων καταλύσας τὴν δυναστείαν, ἑτέροις δουλεύειν ἠνάγκασεν. Καὶ ταῦτα Ἡσαΐας καὶ Ἰεζεκιὴλ καὶ πάντες οἱ προφῆται διαρρήδην διδάσκουσι· παρ' ὧν, οἶμαι, ὁ Πλάτων τὰς ἀφορμὰς κεκλοφώς, ἔφη τοὺς ἀνιάτως 6.32 διακειμένους εἰς ὠφέλειαν ἑτέρων παιδεύεσθαι. Κἀν τῷ Φιλήβῳ δὲ πάλιν τὸν περὶ τῆς προνοίας ἐκράτυνε λόγον· "Πάντες γάρ" φησι "ξυμφωνοῦσιν οἱ σοφοί, ὄντως ἑαυτοὺς σεμνύνοντες, ὡς νοῦς ἐστι βασιλεὺς ἡμῖν οὐρανοῦ τε καὶ γῆς· καὶ ἴσως εὖ λέγου σιν· διὰ σμικροτέρων δέ, εἰ βούλει, τὴν ἐπίσκεψιν αὐτοῦ τοῦ γέ νους ποιησώμεθα." Εἶτα ξυλλογισμοῖς παμπόλλοις χρησάμενος, ἐπήγαγε ταῦτα· "Βούλει δὲ καὶ ἡμεῖς τοῖς πρόσθεν ὡμολογη μένοις ξυμφωνήσωμεν, ὡς ταῦτα οὕτως ἔχει, καὶ μὴ μόνον οἰώμεθα δεῖν τὰ ἀλλότρια ἄνευ κινδύνου λέγειν, ἀλλὰ καὶ ξυγκινδυνεύσωμεν καὶ μετασχῶμεν τοῦ ψόγου, ὅταν ἀνὴρ δεινὸς 6.33 φῇ ταῦτα μὴ οὕτως, ἀλλ' ἀτάκτως ἔχειν;" Καὶ ἑτέροις δὲ πλείστοις λόγοις χρησάμενος, καὶ ταῦτα προστέθεικεν· "Οὐκοῦν εἰ μὴ τοῦτο, μετ' ἐκείνου τοῦ λόγου ἂν ἑπόμενοι βέλτιον λέγοι μεν ὡς ἔστιν, ὃ πολλάκις εἰρήκαμεν, ἄπειρόν τε ἐν τῷ παντὶ πολύ, καὶ πέρας ἱκανόν, καί τις ἐπ' αὐτοῖς αἰτία οὐ φαύλη, κο σμοῦσά τε καὶ ξυνάπτουσα ἐνιαυτούς τε καὶ μῆνας καὶ ὥρας, σοφία καὶ νοῦς λεγομένη." Καὶ ταῦτα δὲ ἐκ τῶν Ἑβραϊκῶν ναμάτων ἀρυσάμενος ἔχει. Ἐκεῖνα γὰρ διδάσκει σαφῶς, ὡς "ὁ Θεὸς τῇ σοφίᾳ ἐθεμελίωσε τὴν γῆν, ἡτοίμασε δὲ οὐρανοὺς ἐν φρονήσει", καὶ τἄλλα τὰ τούτων ἀκόλουθα. 6.34 Ἐν δέ γε τοῖς Νόμοις οὗτος αὐτὸς ὁ φιλόσοφος καὶ διαιρεῖ τῶν ἀγαθῶν τὴν φύσιν καὶ δείκνυσι τὰ μὲν ἀνθρώπινα, τὰ δὲ θεῖα· λέγει δὲ οὕτως· "∆ιττὰ δὲ ἀγαθά ἐστι, τὰ μὲν ἀνθρώπινα, τὰ δὲ θεῖα· ἤρτηται δὲ ἐκ τῶν θείων θάτερα, κἂν μὲν δέξηταί τις τὰ μείζονα, κτᾶται καὶ τὰ ἐλάττονα, εἰ δὲ μή, στέρεται ἀμφοῖν. Ἔστι δὲ τὰ μὲν ἐλάττονα ὧν ἡγεῖται ὑγεία, κάλλος δὲ δεύτερον, τὸ δὲ τρίτον ἰσχὺς εἴς τε δρόμον εἴς τε τὰς ἄλλας πάσας κι νήσεις τῷ σώματι, τέταρτον δὲ πλοῦτος, οὐ τυφλός, ἀλλ' ὀξὺ βλέπων, ἄν περ ἕπηται φρονήσει· ὃ δὲ πρῶτον τῶν θείων ἡγε μονοῦν ἐστιν ἀγαθῶν, ἡ φρόνησις, δεύτερον δὲ μετὰ νοῦ σώφρων ψυχῆς ἕξις, ἐκ δὲ τούτων μετ' ἀνδρείας κραθέντων τρίτον ἂν εἴη δικαιοσύνη, τέταρτον δὲ ἀνδρεία. Ταῦτα δὲ πάντα ἐκείνων ἔμπροσθεν τέτακται φύσει, καὶ δὴ τῷ νομοθέτῃ τακτέον οὕτως. Μετὰ δὲ ταῦτα τὰς ἄλλας προστάξεις τοῖς πολίταις εἰς ταῦτα βλεπούσας αὐτοῖς εἶναι διακελευστέον, τούτων δὲ τὰ μὲν ἀνθρώ πινα εἰς τὰ θεῖα, τὰ δὲ θεῖα εἰς τὸν ἡγεμόνα νοῦν ξύμπαντα 6.35 βλέπει." Εἶτα διδάσκει διὰ πλειόνων, ὡς φύσει μὲν ἀγαθὸν ἀρετὴ μόνη, τὰ δὲ ἄλλα ὁμωνύμως καλεῖται, ὀνόματος μόνου μετέχοντα. "Τὰ γὰρ ὑπὸ τῶν πολλῶν" φησι "λεγόμενα ἀγαθὰ οὐκ ὀρθῶς λέγεται. Λέγεται γάρ, ὡς ἄριστον μὲν ὑγιαίνειν, δεύτερον δὲ κάλλος, τρίτον δὲ πλοῦτος· καὶ ἕτερα δὲ μυρία ἀγαθὰ λέγεται· καὶ γὰρ ὀξὺ ὁρᾶν καὶ ἀκούειν καὶ πάντα ὅσα ἔχεται τῶν αἰσθήσεων εὐαισθήτως ἔχειν, ἔτι δὲ καὶ τὸ ποιεῖν τυραννοῦντα ὅ τι ἂν ἐπιθυμῇ, καὶ τὸ μὲν τέλος πάσης μακαριότητος εἰς τὸ πάντα ταῦτα κεκτημένον ἀθάνατον εἶναι γενόμενον ὅτι τάχιστα. Ὑμεῖς δὲ καὶ ἐγώ πῃ τάδε λέγομεν, ὡς ταῦτά ἐστι ξύμπαντα δικαίοις μὲν καὶ ὁσίοις ἀνδράσιν ἄριστα κτήματα, ἀδίκοις δὲ κάκιστα ξύμπαντα, ἀρξάμενα ἀπὸ τῆς ὑγιείας· καὶ δὴ καὶ τὸ ὁρᾶν καὶ τὸ ἀκούειν καὶ τὸ αἰσθάνεσθαι καὶ τὸ παράπαν ζῆν μέγιστον μὲν κα κὸν τὸν ξύμπαντα χρόνον ἀθάνατον ὄντα, κεκτημένον πάντα τὰ λεγόμενα ἀγαθὰ πλὴν