1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

58

διαῤῥήδην ἐπέδειξεν. Ἔφη γάρ· "Νῦν ἡ ψυχή μου τετάρακται· καὶ τί εἴπω; Πάτερ, σῶσόν με ἐκ τῆς ὥρας ταύτης, ἀλλὰ διὰ τοῦτο ἐλήλυθα εἰς τὴν ὥραν ταύτην." ∆ιὰ δὲ τούτων τῶν λογισμῶν ἐδήλωσεν ἀγωνίαν, νῦν μὲν τὸ πάθος ὑφορωμένων, νῦν δὲ τὸ δέος ἀπωθουμένων. Σαφέστερον δὲ τοῦτο τὸ δέος ἐδίδαξεν ὁ Λουκᾶς. Οὕτω γὰρ αὐτὸν ἔφησεν ἀγωνιάσαι τὸ πάθος, ὡς ὕφαιμον γενέσθαι τὸν ἱδρῶτα τοῦ σώ ματος. "Ἐγένετο γὰρ, φησὶν, ὁ ἱδρὼς αὐτοῦ, ὡς 83.500 θρόμβοι αἵματος." Προστέθεικε δὲ καὶ τοῦτο, ὡς ἄγγελος ἐλθὼν ὑπεστήρισεν αὐτόν. ∆ιὰ πάντων δέ μοι ὅρα τῆς ἀνθρωπείας φύσεως τὴν ἀσθένειαν. Ἀνθ' ὅτου γὰρ καὶ τῆς τοῦ Μονογενοῦς ἡνωμένης θεότητος, καὶ ὡς χρίσματος παρόντος τοῦ Πνεύμα τος, ἄγγελος ὑπερείδει καὶ τῆς ψυχῆς καὶ τοῦ σώ ματος τὴν ἀσθένειαν; Ἦ δῆλον, ὅτι τῆς θείας φύσεως συγχωρούσης ταῦτα πάντα ἐγένετο, ὥστε τῶν ὕστε ρον ἐσομένων, τοὺς μὲν πιστεύοντας τῇ προσλήψει τῆς ψυχῆς καὶ τοῦ σώματος, βεβαιωθῆναι ταῖς ἀπο δείξεσι, τοὺς δὲ ἀντιλέγοντας τοῖς ἐναργέσι μαρτυ ρίοις, ἐλεγχθῆναι; Ι∆ʹ. -Ὅτι τελείαν τὴν ἀνθρωπείαν φύσιν ἀν έλαβεν. ∆ιὰ δὲ τοῦτο, καὶ ἄνθρωπον ἑαυτὸν, καὶ Υἱὸν ἀνθρώπου προσαγορεύει. Τοῖς μὲν γὰρ ἀποστόλοις πολλάκις ἔφη· "Μέλλει ὁ Υἱὸς τοῦ ἀνθρώπου παρα δίδοσθαι εἰς χεῖρας ἀνθρώπων, καὶ ἀποκτενοῦσιν αὐτὸν, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστήσεται. Τῷ δὲ ἀκο λουθῆσαι βουληθέντι, "Αἱ ἀλώπεκες, ἔφη, φωλεοὺς ἔχουσι, καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσεις· ὁ δὲ Υἱὸς τοῦ ἀνθρώπου οὐκ ἔχει ποῦ τὴν κεφαλὴν κλῖναι." Τοῖς δὲ Ἰουδαίοις ἄντικρυς εἴρηκε· Τί με ζητεῖτε ἀποκτεῖναι, ἄνθρωπον, ὃς τὴν ἀλήθειαν ὑμῖν λελάληκα, ἣν ἤκουσα παρὰ τοῦ Πατρός μου;" Ὁ δὲ θεῖος Ἀπόστολοςβοᾷ. "Εἷς Θεὸς, εἷς καὶ μεσίτης Θεοῦ καὶ ἀνθρώ πων." Καὶ πάλιν· "Ἐπειδὴ γὰρ δι' ἀνθρώπου ὁ θάνατος, καὶ δι' ἀνθρώπου ἀνάστασις νεκρῶν." Τού του δὴ χάριν, καὶ σπέρμα Ἀβραὰμ, καὶ υἱὸς ∆αβὶδ ὠνομάσθη. Ἐπειδὴ γὰρ ὑπέσχετο τῷ Ἀβραὰμ ὁ τῶν ὅλων Θεὸς, ἐν τῷ σπέρματι αὐτοῦ εὐλογεῖν πάντα τὰ ἔθνη, καὶ τὴν ὑπόσχεσιν καὶ τῷ Ἰσαὰκ καὶ τῷ Ἰακὼβ δέδωκεν, εἰκότως ὁ θεῖος Ἀπόστολος Γαλάταις ἐπιστέλλων ἔφη· "Τῷ δὲ Ἀβραὰμ ἐῤῥέθησαν αἱ ἐπαγγελίαι, καὶ τῷ σπέρματι αὐτοῦ." Καὶ διδά σκων τίνα προσηγόρευσε σπέρμα, ἐπήγαγεν· "Οὐ λέγει, Καὶ τοῖς σπέρμασιν, ὡς ἐπὶ πολλῶν· ἀλλ' ὡς ἐφ' ἑνὸς, Καὶ τῷ σπέρματί σου, ὅ ἐστιν ὁ Χρι στός." Καὶ Ἑβραίοις γράφων οὕτως ἔφη· "Οὐ γὰρ δήπου ἀγγέλων ἐπιλαμβάνεται, ἀλλὰ σπέρματος Ἀβραὰμ ἐπιλαμβάνεται, ὅθεν ὤφειλε κατὰ πάντα τοῖς ἀδελφοῖς ὁμοιωθῆναι, ἵνα ἐλεήμων γένηται καὶ πιστὸς ἀρχιερεὺς τὰ πρὸς τὸν Θεόν." Ἐπειδὴ δὲ καὶ τῷ Ἰούδᾳ ἣν παρὰ τοῦ Θεοῦ τῶν ὅλων ἔλαβεν Ἰακὼβ ὁ πατριάρχης εὐλογίαν ἀπένειμεν, εἰρηκώς· "Οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα, καὶ ἡγούμενος ἐκ τῶν μηρῶν σου, ἕως ἂν ἔλθῃ ᾧ ἀπόκειται, καὶ αὐτὸς προσδοκία ἐθνῶν ἔσται·" καὶ Μιχαίας δὲ ὁ προφήτης ἀνανεοῦται τὴν πρόῤῥησιν, εἰπών· "Καὶ σὺ, Βηθλεὲμ, γῆ Ἰούδα, οὐδαμῶς ἐλαχίστη εἶ ἐν 83.501 τοῖς ἡγεμόσιν Ἰούδα· ἐκ σοῦ γὰρ ἐξελεύσεταί μοι ἡγούμενος, καὶ αἱ ἔξοδοι αὐτοῦ ἀπ' ἀρχῆς ἀφ' ἡμερῶν αἰῶνος." Καὶ πάλιν ὁ θεῖος Ἀπόστολος δέδειχε τὸ τῶν προῤῥήσεων τέλος, καὶ ἐπήγαγε· "Πρόδηλον γὰρ ὅτι ἐξ Ἰούδα ἀνατέταλκεν ὁ Κύριος ἡμῶν." Ταύτας δὲ τὰς ἐπαγγελίας καὶ ∆αβὶδ ὁ βασιλεὺς καὶ προ φήτης παρὰ τοῦ Θεοῦ τῶν ὅλων ἐδέξατο. Ἔφη γὰρ πρὸς αὐτόν· "Ἕως τοῦ αἰῶνος ἑτοιμάσω τὸ σπέρμα αὐτοῦ, καὶ οἰκοδομήσω εἰς γενεὰν καὶ γενεὰν τὸν θρόνον σου." Καὶ πάλιν· "Καὶ θήσομαι εἰς τὸν αἰῶνα τοῦ αἰῶνος τὸ σπέρμα αὐτοῦ, καὶ τὸν θρόνον αὐτοῦ, ὡς τὰς ἡμέρας τοῦ οὐρανοῦ." Καὶ μετ' ὀλίγα· "Ἅπαξ ὤμοσα ἐν τῷ ἁγίῳ μου, εἰ τῷ ∆αβὶδ ψεύσομαι· Τὸ σπέρμα αὐτοῦ εἰς τὸν αἰῶνα μένει, καὶ ὁ θρόνος αὐτοῦ ὡς ἥλιος ἐναντίον