58
ἐκκλησίαις, διὰ τῶν τῷ Θεῷ πεπιστευκότων, νύκτωρ καὶ μεθ' ἡμέραν προσφέρει. Ἔνια μέντοι τῶν ἀντιγράφων, "θυσίαν αἰνέ 80.1053 σεως ἔχει καὶ ἀλαλαγμοῦ·" τὴν αὐτὴν δὲ ἔχει διά νοιαν. Ἀλαλαγμὸς γάρ ἐστι πολεμικὴ φωνὴ, ὑπὸ τῶν θαῤῥαλεωτέρων γινομένη κατὰ τῶν δειλιώντων. Τοιουτότροπος δὲ καὶ ἡ ὑμνῳδία· εὐθυμούντων γάρ ἐστιν ἡ φωνὴ, καὶ τὸν Θεὸν ἀνυμνούντων. "Εὐθυμεῖ γάρ τις, φησὶν, ἐν ὑμῖν; ψαλλέτω." -"Ἄσω καὶ ψαλῶ τῷ Κυρίῳ." ∆ῆλον κἀντεῦθεν, ὡς ἐνήλλακται ἐν τοῖς προῤῥηθεῖσιν ὁ χρόνος· ὑπισχνεῖται γὰρ ᾄσειν, καὶ τὸν ὕμνον προσοίσειν. ζʹ. "Εἰσάκουσον, Κύριε, τῆς φωνῆς μου ἧς ἐκέ κραξα· ἐλέησόν με, καὶ εἰσάκουσόν μου." Ἔλεον μὲν αἰτεῖ, οὐκ ἄδικον δὲ, ἀλλὰ καὶ μάλα δίκαιον. ηʹ. "Σοὶ, φησὶν, εἶπεν ἡ καρδία μου, Κύριον ζητήσω." Οὐ γὰρ λόγοις ἐχρησάμην ἀληθείας γεγυ μνωμένοις, ἀλλὰ τῆς διανοίας συνομολογούσης τοῖς λόγοις τὸ ἔργον ἐπέθηκα. "Ἐξεζήτησέ σε τὸ πρόσωπόν μου." Καὶ οὐκ ἀποχρήσει τὰ ἤδη γενό μενα· ἀλλὰ τοῦτο δράσω καὶ εἰς τὸν ἔπειτα χρόνον, "Τὸ πρόσωπόν σου, φησὶ, Κύριε, ζητήσω." Μὴ τοί νυν ἀπώσῃ με ποθοῦντα, μηδὲ τοῦ ποθουμένου στερή σῃς. θʹ. "Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ' ἐμοῦ· καὶ μὴ ἐκκλίνῃς ἐν ὀργῇ ἀπὸ τοῦ δούλου σου." Τοῦτο ἐκ μεταφορᾶς τέθεικε τῶν ὀργιζομένων, καὶ τοὺς προσιόντας ἀποστρεφομένων, καὶ εἰς ἑτέραν ὁδὸν ἐκκλίνειν πειρωμένων. "Βοηθός μου γενοῦ, μὴ ἀπο σκορακίσῃς με, καὶ μὴ ἐγκαταλίπῃς με, ὁ Θεὸς ὁ Σωτήρ μου." Τὸ, μὴ ἀποσκορακίσῃς με, μὴ ἀποῤῥίψῃς με εἶπον οἱ ἄλλοι ἑρμηνευταί· ἀπὸ τῆς ἔξωθεν δὲ παιδείας οἱ Ἑβδομήκοντα τοῦτο τὸ ὄνομα πεποιήκασι. Τὸ γὰρ εἰς κόρακας ὕβρις τις ἦν παρὰ τοῖς πάλαι ἀπό τινος μύθου γεγενημένη. ιʹ. "Ὅτι ὁ πατήρ μου καὶ ἡ μήτηρ μου ἐγκατ έλιπόν με, ὁ δὲ Κύριος προσελάβετό με." ∆ιωκόμενος γὰρ ὑπὸ τοῦ Σαοὺλ, πόῤῥω διάγειν τῶν γεγεννηκό των ἠνάγκαστο· ἀρκεῖς δὲ, φησί, μοι ἀντὶ πάντων, ὦ ∆έσποτα. ιαʹ. "Νομοθέτησόν με, Κύριε, ἐν τῇ ὁδῷ σου· καὶ ὁδήγησόν με ἐν τρίβῳ εὐθείᾳ." Ἀντὶ τοῦ, νομοθέ τησόν με, ὁ μὲν Ἀκύλας καὶ ὁ Θεοδοτίων φώτισον εἰρήκασιν· ὁ δὲ Σύμμαχος, ὑπόδειξόν μοι τὴν ὁδόν σου. Ἐπειδὴ πόῤῥω, φησὶ, διάγειν τῶν ὁμοφύλων ἠνάγκασμαι, αὐτός μοι γενοῦ καὶ νομοθέτης καὶ πο δηγὸς, ὑποδεικνύς μοι τὴν πρὸς σὲ φέρουσαν τρίβον. "Ἕνεκεν τῶν ἐχθρῶν μου. [ιβʹ.] Μὴ πα ραδῷς με εἰς ψυχὰς θλιβόντων με." Ταπεινοῦ 80.1056 φρονήματος ἔκγονα τὰ ῥήματα ταῦτα. Λέγει γὰρ, ὅτι Ἐγὼ μὲν τῆς σωτηρίας ἀνάξιος, ἀλλ' ὅμως ἥκιστα τοὺς νῦν πολεμοῦντας ἠδικηκὼς, ἀδίκως ἐλαύνομαι. Μὴ παραδῷς τοίνυν τοῖς ἀδικοῦσι τὸν ἀδικούμενον. "Ὅτι ἐπανέστησάν μοι μάρτυρες ἄδικοι, καὶ ἐψεύσατο ἡ ἀδικία ἑαυτῇ." Ὁ δὲ Ἀκύλας τοῦτο σαφέστερον εἴρηκεν· Ἀντέστησαν μάρ τυρες ψευδεῖς, καὶ ἐξεφάνη ἡ ἀδικία. Αὐτοὶ μὲν γὰρ, φησὶ, συκοφαντίαις ἐχρήσαντο κατ' ἐμοῦ, ἐγὼ δὲ λώβην οὐδεμίαν ἐντεῦθεν ἐδεξάμην διὰ τὴν σὴν βοήθειαν· ἀντεστράφη δὲ κατὰ τῶν ἀδίκων, καὶ τὰ πεμφθέντα παρ' αὐτῶν κατ' ἐμοῦ βέλη κατ' αὐτῶν πάλιν ἀνέστρεψε. Τοῦτο δὲ ἀπὸ τῆς κοινῆς εἴληπται χρήσεως· εἰώθαμεν γὰρ καὶ ἡμεῖς περὶ τῶν ἐπιβουλευόντων μὲν, οὐ βλαπτόντων δὲ, λέγειν· Ἑαυτὸν ἔβλαψεν, οὐκ ἐμέ. Οὕτω καὶ ὁ μακά ριος ἔφη ∆αβίδ· "Ἐψεύσατο ἡ ἀδικία ἑαυτῇ. [ιγʹ.] Ἐγὼ δὲ πιστεύω τοῦ ἰδεῖν τὰ ἀγαθὰ Κυρίου ἐν γῇ ζώντων." Οὐ γὰρ μόνον κατὰ τὸν παρόντα βίον κρείττων ἔσομαι τῶν πολεμίων· ἀλλὰ καὶ τῶν προσδοκωμένων ἀγαθῶν ἐν ἀπολαύσει γενήσομαι· εἶτα προσφέρει πᾶσιν ἀνθρώποις παραίνεσιν. ιδʹ. "Ὑπόμεινον τὸν Κύριον." Καὶ πῶς τοῦτο γένοιτ' ἂν δυνατόν; "Ἀνδρίζου, καὶ κραταιούσθω ἡ καρδία σου, καὶ ὑπόμεινον τὸν Κύριον." Ὁ νοῦς, φησὶ, τῇ ἀνδρείᾳ καθοπλιζόμενος, καὶ διὰ ταύτης τῶν προσβαλλόντων παθημάτων περιγινόμενος, κρατύνεται καὶ νικᾷ, καὶ τὰς θείας ἐπαγγελίας προσμένει, ὧν μετὰ τοῦ συνεργήσαντος σώματος γίνεται κληρονόμος· γῆν δὲ ζώντων καλεῖ τὸν προσ δοκώμενον βίον, ὡς τοῦ θανάτου κεχωρισμένον, καὶ φθορᾶς καὶ λύπης ἐλεύθερον.
ΕΡΜΗΝ. ΤΟΥ ΚΖʹ ΨΑΛΜΟΥ.