58
καὶ καθεξῆς. καὶ πεμπόμεναί μοι αἱ ἐπιστολαὶ οὕτως ἐχέτωσαν· τὸ ˉα τῷ ˉω, ἢ ἄλλο τῶν στοιχείων. Γνωστέον καὶ τοῦτο, ὅτι, ἐπειδὴ καὶ ταῦτα τὰ τρία εἰσὶ γράμματα, ἅτινά εἰσιν ἔξω τῶν εἰκοσιτεσσάρων στοιχείων, τὸ ˉ, τὸ , τὸ ˉϠ, τὸ ˉ δηλοῖ τοὺς ἀθετήσαντας πάντας καὶ πρότερον καὶ ὕστερόν ποτε ἀδελφοὺς ἡμῶν, τὸ τὸν πατριάρχην, τὸ ˉϠ τὸν κρατοῦντα. ὅταν οὖν χρεία γένηται εἴτε ἐρωτῆσαί με εἴτε δηλῶσαι ὑμᾶς περὶ ἑνὸς τῶν τριῶν, διὰ τοῦ γράμματος ἔσται ἡ δήλωσις. 42 {1Ἄννῃ μοναζούσῃ}1 Ἐδόκουν τετελευτηκέναι τὴν μακαρίαν μου μητέρα, ἐκείνη δὲ ἔτι ὑπὲρ γῆς ἐστιν, ὡς ἔοικεν· τί γὰρ ἔμελλεν ἂν πλέον ποιεῖν, ὡς αὐτὴ πρός με τὸν ταπεινὸν μητρικῇ κηδεμονίᾳ φερομένη; ἀλλ' εἰ κἀγὼ ἁμαρτωλός, ὅμως πιστεύω τῷ Κυρίῳ ἀνταμείψασθαί σε τοῖς ὑπὲρ τῆς ἀναξιότητος ἡμῶν οὐ τὴν τυχοῦσαν χάριν καὶ ἐπίτευξιν ὧν ποθεῖς καὶ αἰτεῖς. πλὴν ἱκανῶς ἔχει τὰ γεγενημένα· τοῦτο γὰρ καὶ διὰ τῶν προλαβόντων γραμμάτων ἀπελογησάμην. αὐτὴ δὲ τοὐναντίον προσέθηκας μᾶλλον τοῦ ἐκδαπανᾶσθαι ἐν τῇ ἐπιδόσει. πόθεν δὲ καὶ οὐ μέλλομεν ἄρτι μνημονεύειν σου τῆς θεοσεβείας; ἐκ τῶν περιβολαίων, ἐκ τοῦ ἱεροῦ ἀναθήματος, ἐκ τῆς βρώσεώς τε καὶ πόσεως, πανταχόθεν ἡμᾶς ἐξέστησας. διὰ τοῦτο καὶ τέλος ἐπίθες τοῖς δώροις καὶ εὔελπις ἔσο περὶ τῆς θείας ἀμείψεως· ἀψευδὴς γὰρ ὁ εἰρηκὼς καὶ ὑπὲρ ψυχροῦ ποτηρίου μισθοὺς ἀποδιδόναι. Λυπεῖσθαι δὲ φαίης ἐν τῇ φροντίδι τοῦ τέκνου, ἀπασχολίαν ἐμποιούσῃ σοι τῆς δεούσης περὶ τὴν ψυχὴν μερίμνης. καὶ δυνατὸς ὁ θεὸς καὶ τὴν τοῦ καλοῦ τέκνου διοίκησιν ἀπεργάσασθαι καὶ σὲ ἐπὶ πᾶσιν σχολὴν ἄγειν περὶ τῶν ψυχωφελῶν καταστήσασθαι, ὡς ἑτοίμῃ καρδίᾳ πρὸς τὴν ἔξοδον τοῦ σώματος παρίστασθαι. νηστεύειν δὲ καὶ ταλαιπωρεῖσθαι, σῶμα ἔχουσα νοσερόν, οὐ δύνῃ, κἀν τούτῳ ἀλύπως φέρε, τὰ δυνατὰ εἰσοίσουσα τῷ Κυρίῳ καὶ τῷ πλεονασμῷ τῆς ταπεινοφροσύνης τὸ ἐκ τῆς ἀσκήσεως ἐνδέον ἀναπληροῦσα. Προσεύχεσθαι δὲ ὅπως σε χρή, ἐπιζητεῖς ἐκδιδαχθῆναι. καὶ τοῦτο αὐτὸς ὁ Κύριος ἐξεδίδαξεν διὰ τῆς τοῦ πάτερ ἡμῶν ἐπιφωνήσεως καὶ τοῦ μηδὲν αἰτεῖν πρόσκαιρον, ἀλλὰ τὴν βασιλείαν αὐτοῦ καὶ τὴν δικαιοσύνην τὴν αἰώνιον. πλὴν ὅτι τετύπωται ὑπὸ τῶν πατέρων πρῶτον ἡ εἰς θεὸν εὐχαριστία, ἔπειτα ἡ τῶν ἁμαρτημάτων πρὸς αὐτὸν ἐξαγόρευσις, καὶ οὕτω ἡ αἴτησις τῆς αὐτῶν ἀφέσεως καὶ τῆς τῶν ἄλλων σωτηριωδῶν τρόπων ἐπιτεύξεως. Ἐπὰν οὖν μέλλῃς προσεύχεσθαι, εὐχαρίστει τῷ Κυρίῳ καὶ δεσπότῃ, ὅτι ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παρήγαγέν σε, ὅτι ἐλυτρώσατό σε ἐκ πάσης πλάνης, καλέσας καὶ ἀξιώσας τῆς ἑαυτοῦ ἐπιγνώσεως μέτοχον γενέσθαι, πλάνης ἐθνικῆς, πλάνης αἱρετικῆς, εἶτα ὅτι καὶ τοῦ μοναδικοῦ καὶ ἰσαγγέλου βίου ἐντός σε παρεσκεύασεν ὑπάρξαι μετὰ τὴν τοῦ κοινωνικοῦ βίου ἀπόλαυσιν, ὧν ἡ ἔννοια ἱκανὴ καταμαλάξαι τὴν ψυχὴν πρὸς κατάνυξιν καὶ δακρύων προβολήν· ἀφ' ὧν φωτισμὸς καρδίας, γλυκύτης πνεύματος, ἐπιθυμία θεοῦ. ταύτης ἐνυπαρχούσης τῇ καρδίᾳ πάσης κακίας ἐστὶν ἀποβολή. ὅταν οὕτως εὐχαριστίας ἀναπέμψῃς τῷ θεῷ, ἐξαγόρευε αὐτῷ λέγουσα, "4σὺ οἶδας, δέσποτα, ὅσα σοι ἥμαρτον καὶ ὅσα ἁμαρτάνω καθ' ἑκάστην ὥραν"5, τήνδε τὴν ἁμαρτίαν καὶ τήνδε τὴν πλημμέλειαν καὶ τὰ ἐν γνώσει καὶ ἀγνοίᾳ ἀναλογιζομένη, πλὴν μὴ ἀνιστοροῦσα ὡς ἔτυχεν τὰ βλάβην ἐκ τῆς ἐναργοῦς ὑπομνήσεως ἐμποιοῦντα τῇ ψυχῇ. κἀντεῦθεν ἀνατελεῖ σοι ταπεινοφροσύνης χάρις μετὰ συντριμμοῦ καρδίας καὶ φόβου ἀνταποδόσεως θεοῦ. μετὰ τοῦτο αἴτησον, στέναξον, δεήθητι τοῦ Κυρίου σου τὴν τούτων ἄφεσιν, τὴν πρὸς τὸ μέλλον πρὸς τὸ εὐαρεστεῖν αὐτῷ ἐνδυνάμωσιν, λέγουσα, "4οὐκέτι, Κύριέ μου, Κύριε, παροργίζω σε, οὐκέτι φιλήσω ἄλλο τι παρὰ σὲ τὸν ὄντως ἀγαπητόν, κἄν τε παροργίσω πάλιν προσπίπτουσά εἰμι τοῖς οἰκτιρμοῖς σου, δοθῆναί μοι ἰσχὺν ἐν ἕξει γενέσθαι τοῦ εὐαρεστεῖν σοι"5, εἴ τι ἄλλο κατὰ νοῦν σοι παρίσταται ἀνυσθῆναι ἀγαθὸν θερμῶς αἰτουμένη. καὶ μετὰ ταῦτα ἐπικαλοῦ τὴν ἁγίαν Θεοτόκον ἐλεῆσαί σε,