58
πῦρ ἦν καὶ ἐσβέσθη καὶ γέγονε κόνις τῇ τοῦ θεοῦ φιλανθρωπίᾳ. 120 Τῷ δ' αὐτῷ ἔτει Λέων ὁ βασιλεὺς ἐν Βυζαντίῳ ἀρρωστήσας τελευτᾷ, Λέοντα, τὸν Ζήνωνος υἱὸν καὶ Ἀρεάδνης, νήπιον ἔτι ὄντα βασιλέα προχειροτονήσας κατέλιπε μηνὶ Ἰαννουαρίῳ, ἰνδικτιῶνι ιβʹ, καὶ τῷ Φεβρουαρίῳ μηνὶ ἔστεψε Ζήνωνα τὸν ἴδιον πατέρα ἐν τῷ καθίσματι τοῦ ἱπποδρομίου, Βερίνης καὶ Ἀρεάδνης συναραμένων αὐτῷ. δέκα δὲ μόνους μῆνας τοῦ μικροῦ Λέοντος συμβασιλεύσαντος τῷ ἰδίῳ πατρὶ Ζήνωνι νόσῳ τελευτᾷ, καὶ βασιλεύει μόνος Ζήνων ἔτη ιζʹ καὶ μῆνας βʹ, συναριθμουμένων καὶ τῶν κʹ μηνῶν τοῦ Βασιλίσκου τῆς τυραννίδος. χαλεπῶς δὲ ὁ Ζήνων μεταχειρισάμενος τὴν ἀρχήν, ἐν προοιμίοις Μεσοποταμίαν μὲν Σαρακηνοί, Θρᾴκην δὲ κατέδραμον Οὖννοι σφόδρα τοῖς πράγμασι λυμαινόμενοι, τοῦ βασιλέως ἡδοναῖς ἀτόποις καὶ πράξεσιν ἀδίκοις σχολάζοντος. Κόσμου ἔτη εϠξζʹ. Τῆς θείας σαρκώσεως ἔτη υξζʹ. Ῥωμαίων βασιλεὺς Ζήνων ἔτη ιζʹ. αʹ. Περσῶν βασιλεὺς Περόζης ἔτη κδʹ. κγʹ. Ῥώμης ἐπίσκοπος Σιμπλίκιος ἔτη ιδʹ. ϛʹ. Κωνσταντιν. ἐπίσκοπος Ἀκάκιος ἔτη ιζʹ. δʹ. Ἱεροσολύμων ἐπίσκοπος Ἰουβενάλιος ἔτη ληʹ. λζʹ. Ἀλεξανδρείας ἐπίσκοπος Τιμόθεος ἔτη ιεʹ. ιεʹ. Ἀντιοχείας ἐπίσκοπος λθʹ. Πέτρος τὸ αʹ ἔτη γʹ. αʹ. Τούτῳ τῷ ἔτει Λέων ὁ μικρὸς δέκα μόνους μῆνας συμβασιλεύσας Ζήνωνι τῷ ἰδίῳ πατρὶ καὶ προελθὼν ὡς ὕπατος ἐτελεύτησεν, καὶ μόνος ἐκράτησε τῆς βασιλείας ὁ Ζήνων. Βασιλίσκος δέ, ὁ Βερίνης ἀδελφός, πενθερᾶς Ζήνωνος, ἐν Ἡρακλείᾳ διατρίβων τῆς Θρᾴκης, συνεργούσης αὐτῷ καὶ Βερίνης καί τινων τῆς συγκλήτου, ἐστασίασε κατὰ Ζήνωνος· ὃν φοβηθεὶς ὁ Ζήνων σὺν Ἀρεάδνῃ τῇ ἰδίᾳ γαμετῇ καὶ χρήμασιν ἱκανοῖς φεύγει εἰς Ἰσαυρίαν κατά τι φρούριον ἰσχυρὸν Οὐρβὰ καλούμενον, εἴς τε Σβίδην ἐκεῖθεν μετέστη * δι' αἰτίαν ταύτην μετὰ τῆς γυναικὸς Ἀρεάδνης, Ἴλλου καὶ Τροκούνδου πολιορ121 κούντων αὐτὸν εὐνοίᾳ τέως τῇ Βασιλίσκου. Βασιλίσκος δὲ ἐν τῷ Κάμπῳ ἀνηγορεύθη βασιλεύς, Μάρκον τε τὸν υἱὸν καίσαρα ἐποίησε καὶ Ζηνωδίαν τὴν ἑαυτοῦ γαμετὴν αὐγούσταν ἔστεψεν· καὶ εὐθέως κατὰ τῆς πίστεως παρετάξατο, Ζηνωδίας μάλιστα παρορμώσης αὐτὸν εἰς τοῦτο. Τιμόθεον δὲ τὸν Ἐλοῦρον ἀνεκαλέσατο διὰ τύπου, καὶ Πέτρον τὸν Κναφέα κρυπτόμενον ἐν τῇ μονῇ τῶν Ἀκοιμήτων, καὶ ὅσοι ἄλλοι ἐχθροὶ τῆς ἁγίας ἐν Χαλκηδόνι συνόδου ἐπαρρησιάζοντο κατὰ τῆς ἀληθείας. ὁ δὲ Ἐλοῦρος συναγαγὼν ἀτάκτους Ἀλεξανδρεῖς ἐνδημοῦντας ἐν Βυζαντίῳ, ἐκ τοῦ παλατίου λιτανεύων ἦλθεν εἰς τὴν ἐκκλησίαν ἐποχούμενος ὄνῳ. ἐλθὼν δὲ εἰς τὴν λεγομένην Ὀκτάγωνον, πτωθεὶς συνετρίβη τὸν πόδα, καὶ μετ' αἰσχύνης ἀνέστρεψεν. Βασιλίσκος δὲ τοῦτον εἰς Ἀλεξάνδρειαν μετὰ τύπων κατὰ τῆς συνόδου ἐξέπεμψεν, καὶ Πέτρον Κναφέα εἰς Ἀντιόχειαν, κατὰ τῆς ἀληθείας ἐνισχύσας ἀμφοτέρους. Τιμόθεος δὲ ὁ Σαλοφακίαλος, ἐπίσκοπος Ἀλεξανδρείας, μαθὼν Τιμόθεον τὸν Ἐλοῦρον παραγενέσθαι ὑπεχώρησεν ἐν τοῖς μοναστηρίοις τοῦ Κανώπου, ὧν ἐγεγόνει καὶ τῆς ἀσκήσεως. πολλοὺς δὲ κακώσας ὁ Ἐλοῦρος Τιμόθεον βλάψαι οὐκ ἴσχυσε διὰ τὸ ὑπὸ πάντων ἀγαπᾶσθαι αὐτόν. εἰσερχομένῳ δὲ τῷ Ἐλούρῳ ἐν Ἀλεξανδρείᾳ ἐπεφώνουν τὸ αἰσχρὸν ἐκεῖνο οἱ σπουδασταὶ αὐτοῦ· "ἐψώμισας τοὺς ἐχθρούς σου, ὁ πάπας." ὁ δὲ ἀνίερος ἀντεφώνει. "ναί· ὄντως ἐψώμισα." οὗτος ὁ δυσσεβὴς καὶ τὴν ἐν Χαλκηδόνι σύνοδον ἀνεθεμάτισεν. Ἰουλιανὸς δέ, ὁ ἐπίσκοπος Ἀντιοχείας, τέθνηκεν ἀπὸ λύπης τῶν γινομένων. Πέτρος δὲ ὁ Κναφεὺς καταλαβὼν τὸν θρόνον εἰς ἀναθέματα καὶ ταραχὰς ἐχώρησεν. ὅθεν φόνοι καὶ ἁρπαγαὶ διὰ τὴν προσθήκην τοῦ τρισαγίου γεγόνασιν. Βασιλίσκος δὲ τύπῳ γενικῷ τὴν ἐν Χαλκηδόνι σύνοδον ἐξέβαλεν, καὶ Ἀκάκιον τὸν Κωνσταντινουπόλεως κελεύσας τὸ αὐτὸ ποιῆσαι. ἀλλ' ἡ πόλις ἅπασα σὺν γυναιξὶ καὶ τέκνοις εἰς τὴν ἐκκλησίαν κατὰ Βασιλίσκου συνελθοῦσα τοῦτο ἐκώλυσεν. Ἀκάκιος δὲ μελανειμονήσας τὸν θρόνον καὶ τὸ θυσιαστήριον μελανοῖς ἠμφίασεν.