Homily LVIII.
Translation absent
ΟΜΙΛΙΑ ΝΗʹ. Ἀναστρεφομένων δὲ αὐτῶν ἐν τῇ Γαλιλαίᾳ, εἶπεν αὐτοῖς ὁ Ἰησοῦς: Μέλλει ὁ Υἱὸς τοῦ ἀνθρώπου παραδίδοσθαι εἰς χεῖρας ἀνθρώπων, καὶ ἀποκτε νοῦσιν αὐτὸν, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστήσεται. Καὶ ἐλυπήθησαν σφόδρα. αʹ. Ἵνα γὰρ μὴ λέγωσι, Τίνος ἕνεκεν ἐνταῦθα διατρίβομεν διηνεκῶς; πάλιν περὶ τοῦ πάθους αὐτοῖς φησιν: ὅπερ ἀκούοντες οὐδὲ ἰδεῖν ἐβούλοντο τὰ Ἱεροσόλυμα. Ὅρα γοῦν πῶς καὶ τοῦ Πέτρου ἐπιτιμηθέντος, καὶ τῶν περὶ Μωϋσέα καὶ Ἠλίαν περὶ αὐτοῦ διαλεχθέντων, καὶ δόξαν τὸ πρᾶγμα καλεσάντων, καὶ τοῦ Πατρὸς ἄνωθεν φωνὴν ἀφέντος, καὶ σημείων τοσούτων γενομένων, καὶ τῆς ἀναστάσεως ἐπὶ θύραις οὔσης: (οὐδὲ γὰρ πολὺν ἔφησε χρόνον ἐν τῷ θανάτῳ μένειν, ἀλλὰ τῇ τρίτῃ ἡμέρᾳ ἀναστήσεσθαι:) οὐδὲ οὕτως ἀνήνεγκαν, ἀλλ' Ἐλυπήθησαν: καὶ οὐδὲ ἁπλῶς, ἀλλὰ Σφόδρα. Ἐγένετο δὲ τοῦτο διὰ τὸ ἀγνοεῖν ἔτι τῶν λεγομένων τὴν δύναμιν. Ὅπερ ὁ Μάρκος καὶ ὁ Λουκᾶς αἰνιττόμενοι ἔλεγον: ὁ μὲν, ὅτι Ἠγνόουν τὸ ῥῆμα, καὶ ἐφοβοῦντο αὐτὸν ἐρωτῆσαι: ὁ δὲ, ὅτι Ἦν παρακεκαλυμμένον ἀπ' αὐτῶν, ἵνα μὴ αἴσθωνται, καὶ ἐφοβοῦντο αὐτὸν ἐρωτῆσαι περὶ τοῦ ῥήματος. Καὶ μὴν εἰ ἠγνόουν, πῶς ἐλυπήθησαν; Ὅτι οὐ πάντα ἠγνόουν: ἀλλ' ὅτι μὲν ἀποθανεῖται ᾔδεσαν, συνεχῶς ἀκούοντες: ὅ τί ποτε δὲ ἦν οὗτος ὁ θάνατος, καὶ ὅτι ταχέως λυθήσεται, καὶ μυρία ἐργάσεται ἀγαθὰ, τοῦτο οὐδέπω ᾔδεσαν σαφῶς: οὐδὲ ὅ τί ποτέ ἐστιν αὕτη ἡ ἀνάστασις: ἀλλ' ἠγνόουν: διὸ ἤλγουν: καὶ γὰρ σφόδρα ἀντείχοντο τοῦ Διδασκάλου. Ἐλθόντων δὲ αὐτῶν εἰς Καπερναοὺμ, προσῆλθον οἱ τὰ δίδραχμα λαμβάνοντες τῷ Πέτρῳ, καὶ εἶπον: Ὁ Διδάσκαλος ὑμῶν οὐ τελεῖ τὰ δίδραχμα; Καὶ τίνα ἐστὶ ταῦτα τὰ δίδραχμα; Ὅτε τὰ πρωτότοκα τῶν Αἰγυπτίων ἀπέκτεινεν ὁ Θεὸς, τότε τὴν Λευῒ φυλὴν ἀντ' αὐτῶν ἔλαβεν. Εἶτα ἐπειδὴ τῶν παρὰ Ἰουδαίοις πρωτοτόκων ἐλάττων ὁ τῆς φυλῆς ἀριθμὸς ἦν, ἀντὶ τῶν λειπόντων εἰς τὸν ἀριθμὸν σίκλον ἐκέλευσεν εἰσενεχθῆναι: καὶ ἄλλως δὲ ἐξ ἐκείνου ἔθος ἐκράτησε, τὰ πρωτότοκα τὸν φόρον τοῦτον εἰσφέρειν. Ἐπεὶ οὖν πρωτότοκος ἦν ὁ Χριστὸς, ἐδόκει δὲ τῶν μαθητῶν πρῶτος εἶναι ὁ Πέτρος, αὐτῷ προσέρχονται. Καὶ γὰρ, ὡς ἔμοιγε δοκεῖ, κατὰ πόλιν ἑκάστην ἀπῄτουν: διὸ καὶ ἐν τῇ πατρίδι προσῆλθον αὐτῷ, ἐπειδὴ πατρὶς αὐτοῦ ἐνομίζετο ἡ Καπερναούμ. Καὶ αὐτῷ μὲν οὐκ ἐτόλμησαν προσελθεῖν, τῷ Πέτρῳ δέ: καὶ οὐδὲ τούτῳ μετὰ πολλῆς τῆς σφοδρότητος, ἀλλ' ἐπιεικέστερον. Οὐδὲ γὰρ ἐγκαλοῦντες, ἀλλ' ἐρωτῶντες ἔλεγον: Ὁ Διδάσκαλος ὑμῶν οὐ τελεῖ τὰ δίδραχμα; Τὴν μὲν γὰρ προσήκουσαν περὶ αὐτοῦ δόξαν οὐδέπω εἶχον, ἀλλ' ὡς περὶ ἀνθρώπου οὕτω διέκειντο: πλὴν ἀπένεμόν τινα αἰδῶ καὶ τιμὴν, διὰ τὰ προλαβόντα σημεῖα. Τί οὖν ὁ Πέτρος; Ναὶ, φησί: καὶ τούτοις μὲν εἶπεν, ὅτι τελεῖ: αὐτῷ δὲ οὐκ εἶπεν, ἴσως ἐρυθριῶν ὑπὲρ τούτων αὐτῷ διαλεχθῆναι. Διὸ ὁ ἥμερος καὶ πάντα σαφῶς εἰδὼς, προλαβὼν αὐτόν φησι: Τί σοι δοκεῖ, Σίμων; οἱ βασιλεῖς τῆς γῆς ἀπὸ τίνων λαμβάνουσι τέλη ἢ κῆνσον; ἀπὸ τῶν υἱῶν αὐτῶν, ἢ ἀπὸ τῶν ἀλλοτρίων; Εἰπόντος δὲ, Ἀπὸ τῶν ἀλλοτρίων, ἔφη: Ἄραγε ἐλεύθεροί εἰσιν οἱ υἱοί. Ἵνα γὰρ μὴ νομίσῃ ὁ Πέτρος, ὅτι παρ' ἐκείνων ἀκηκοὼς λέγει, προλαμβάνει αὐτὸν, τοῦτό τε αὐτὸ δηλῶν, καὶ παῤῥησίαν αὐτῷ παρέχων ὀκνοῦντι προτέρῳ περὶ τούτων εἰπεῖν. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν: Ἐλεύθερος μέν εἰμι τοῦ δοῦναι κῆνσον. Εἰ γὰρ οἱ τῆς γῆς βασιλεῖς παρὰ τῶν υἱῶν αὐτῶν οὐ λαμβάνουσιν, ἀλλὰ παρὰ τῶν ἀρχομένων: πολλῷ μᾶλλον ἐμὲ ἀπηλλάχθαι δεῖ τῆς ἀπαιτήσεως ταύτης, οὐκ ἐπιγείου βασιλέως, ἀλλὰ τοῦ τῶν οὐρανῶν ὄντα με Υἱὸν, καὶ βασιλέα. Ὁρᾷς πῶς διέστειλε τοὺς υἱοὺς, καὶ τοὺς οὐχ υἱούς; Εἰ δὲ οὐκ ἦν Υἱὸς, εἰκῆ καὶ τὸ ὑπόδειγμα παρήγαγε τῶν βασιλέων. Ναὶ, φησὶν, Υἱὸς, ἀλλ' οὐ γνήσιος. Οὐκοῦν οὐχ Υἱός: εἰ δὲ οὐχ Υἱὸς, οὐδὲ γνήσιος, οὐδὲ αὐτοῦ, ἀλλ' ἀλλότριος. Εἰ δὲ ἀλλότριος, οὐδὲ τὸ παράδειγμα ἔχει τὴν οἰκείαν ἰσχύν. Αὐτὸς γὰρ οὐ περὶ τῶν υἱῶν ἁπλῶς, ἀλλὰ περὶ τῶν γνησίων διαλέγεται, καὶ ἰδίων, καὶ τῶν κοινωνούντων τοῖς γεγεννηκόσι τῆς βασιλείας. Διὸ καὶ πρὸς ἀντιδιαστολὴν ἔθηκε τοὺς ἀλλοτρίους, ἀλλοτρίους καλῶν τοὺς οὐκ ἐξ αὐτῶν γεννηθέντας: τοὺς δὲ αὐτῶν, οὓς ἐξ ἑαυτῶν γεγεννήκασι. Σὺ δέ μοι σκόπει κἀκεῖνο, πῶς τὴν ἀποκαλυφθεῖσαν τῷ Πέτρῳ γνῶσιν καὶ ἐντεῦθεν βεβαιοῖ. Καὶ οὐδὲ ἐνταῦθα ἔστη, ἀλλὰ καὶ διὰ τῆς συγκαταβάσεως τὸ αὐτὸ τοῦτο δηλοῖ, ὅπερ πολλῆς ἦν σοφίας. Καὶ γὰρ ταῦτα εἰπὼν, φησίν: Ἵνα δὲ μὴ σκανδαλίσωμεν αὐτοὺς, πορευθεὶς βάλε ἄγκιστρον εἰς τὴν θάλασσαν, καὶ τὸν ἀναβάντα πρῶτον ἰχθὺν ἆρον, καὶ εὑρήσεις ἐν αὐτῷ στατῆρα: ἐκεῖνον λαβὼν, δὸς αὐτοῖς ἀντὶ ἐμοῦ καὶ σοῦ. Ὅρα πῶς οὔτε παραιτεῖται τὸν φόρον, οὔτε ἁπλῶς κελεύει δοῦναι, ἀλλὰ πρότερον δείξας οὐκ ὄντα ὑπεύθυνον, τότε δίδωσι: τὸ μὲν, ἵνα μὴ ἐκεῖνοι σκανδαλισθῶσι: τὸ δὲ, ἵνα μὴ οὗτοι. Οὐδὲ γὰρ ὡς ὀφείλων δίδωσιν, ἀλλ' ὡς τὴν ἐκείνων ἀσθένειαν διορθούμενος. βʹ. Ἀλλαχοῦ μέντοι καταφρονεῖ τοῦ σκανδάλου, ὅτε περὶ βρωμάτων διελέγετο: διδάσκων ἡμᾶς εἰδέναι καιροὺς καθ' οὓς δεῖ φροντίζειν τῶν σκανδαλιζομένων, καὶ καθ' οὓς δεῖ καταφρονεῖν. Καὶ αὐτῷ δὲ τῷ τῆς δόσεως τρόπῳ δείκνυσιν ἑαυτὸν πάλιν. Τίνος γὰρ ἕνεκεν οὐκ ἐξ ἀποκειμένων κελεύει δοῦναι; Ἵν', ὅπερ ἔφην, καὶ ἐν τούτῳ δείξῃ Θεὸν ἑαυτὸν ὄντα τῶν ὅλων, καὶ ὅτι καὶ τῆς θαλάττης κρατεῖ. Ἔδειξε μὲν γὰρ καὶ ἤδη ἐπιτιμήσας, καὶ τὸν Πέτρον τοῦτον αὐτὸν κελεύσας ἐπιβῆναι τῶν κυμάτων: δείκνυσι δὲ καὶ νῦν τὸ αὐτὸ τοῦτο, ἑτέρῳ μὲν τρόπῳ, πολλὴν δὲ καὶ ἐν τούτῳ παρέχων τὴν ἔκπληξιν. Οὐδὲ γὰρ μικρὸν ἦν ἀπὸ τῶν βυθῶν ἐκείνων προειπεῖν, ὅτι καὶ πρῶτος ἐμπεσεῖται ὁ τὸν φόρον τελῶν ἰχθὺς, καὶ ὥσπερ ἀμφίβληστρον εἰς τὴν ἄβυσσον ἐκείνην ἀφέντα αὐτοῦ τὸ πρόσταγμα, ἀγαγεῖν τὸν κομίζοντα τὸν στατῆρα: ἀλλὰ θείας δυνάμεως καὶ ἀποῤῥήτου τὸ καὶ τὴν θάλατταν οὕτω ποιῆσαι δωροφορεῖν, καὶ πάντοθεν τὴν ὑποταγὴν αὐτῆς ἐπιδείκνυσθαι, καὶ ἡνίκα μαινομένη ἐσίγα, καὶ ὅτε τὸν σύνδουλον ἐδέχετο ἀγριαίνουσα, καὶ νῦν πάλιν, ὅτε πρὸς τοὺς ἀπαιτοῦντας ὑπὲρ αὐτοῦ διαλύεται. Καὶ δὸς αὐτοῖς, φησὶν, ἀντὶ ἐμοῦ καὶ σοῦ. Εἶδες τὸ ὑπερβάλλον τῆς τιμῆς; Ἴδε καὶ τὸ φιλόσοφον τῆς Πέτρου γνώμης. Τοῦτο γὰρ οὐ φαίνεται Μάρκος, ὁ τούτου φοιτητὴς, γεγραφηκὼς τὸ κεφάλαιον, ἐπειδὴ πολλὴν ἐδείκνυ τὴν εἰς αὐτὸν τιμήν: ἀλλὰ τὴν μὲν ἄρνησιν καὶ αὐτὸς ἔγραψε, τὰ δὲ ποιοῦντα αὐτὸν λαμπρὸν ἀπεσίγησεν, ἴσως τοῦ Διδασκάλου παραιτουμένου τὸ μεγάλα περὶ αὐτοῦ λέγειν. Ἀντὶ ἐμοῦ δὲ καὶ σοῦ, εἶπεν, ἐπειδὴ καὶ αὐτὸς πρωτότοκος ἦν. Ὥσπερ δὲ ἐξεπλάγης τοῦ Χριστοῦ τὴν δύναμιν, οὕτω θαύμασον καὶ τοῦ μαθητοῦ τὴν πίστιν, ὅτι πράγματι ἀπόρῳ οὕτως ὑπήκουσε. Καὶ γὰρ σφόδρα ἄπορον ἦν κατὰ τὴν φύσιν. Διὸ καὶ τῆς πίστεως αὐτὸν ἀμειβόμενος, συνῆψεν ἑαυτῷ κατὰ τὴν τοῦ φόρου δόσιν. Ἐν ἐκείνῃ τῇ ὥρᾳ, προσῆλθον τῷ Ἰησοῦ οἱ μαθηταὶ λέγοντες: Τίς ἄρα μείζων ἐστὶν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν; Ἔπαθόν τι ἀνθρώπινον οἱ μαθηταί: διὸ καὶ ὁ εὐαγγελιστὴς ἐπισημαίνεται λέγων, ὅτι Ἐν ἐκείνῃ τῇ ὥρᾳ: ὅτε πάντων αὐτὸν προετίμησε. Καὶ γὰρ καὶ Ἰακώβου καὶ Ἰωάννου θάτερος πρωτότοκος ἦν, ἀλλ' οὐδὲν τοιοῦτον ὑπὲρ τούτων ἐποίησεν. Εἶτα αἰσχυνόμενοι τὸ πάθος ὁμολογῆσαι, ὅπερ ἔπαθον, φανερῶς μὲν οὐ λέγουσι, Τίνος ἕνεκεν τὸν Πέτρον ἡμῶν προετίμησας; καὶ, Εἰ μείζων ἡμῶν οὗτός ἐστιν; ᾐσχύνοντο γάρ: ἀδιορίστως δὲ ἐρωτῶσι: Τίς ἄρα μείζων ἐστίν; Ὅτε μὲν γὰρ τοὺς τρεῖς εἶδον προτιμωμένους, οὐδὲν τοιοῦτον ἔπαθον: ἐπειδὴ δὲ εἰς τὸν ἕνα περιέστη τὸ τῆς τιμῆς, τότε ἤλγησαν. Οὐ τοῦτο δὲ μόνον, ἀλλὰ καὶ ἕτερα πολλὰ συναγαγόντες, τὸ πάθος ἀνῆψαν. Καὶ γὰρ εἶπεν αὐτῷ: Σοὶ δώσω τὰς κλεῖς: καὶ, Μακάριος εἶ, Σίμων Βὰρ Ἰωνᾶ: καὶ ἐνταῦθα, Δὸς αὐτοῖς ἀντὶ ἐμοῦ καὶ σοῦ: καὶ τὴν ἄλλην δὲ παῤῥησίαν αὐτοῦ τὴν πολλὴν ὁρῶντες, παρεκνίζοντο. Εἰ δὲ ὁ Μάρκος φησὶν, ὅτι οὐκ ἠρώτησαν, ἀλλ' ἐν ἑαυτοῖς διελογίζοντο, οὐδὲν τοῦτο ἐναντίον ἐστὶν ἐκείνῳ. Εἰκὸς γὰρ αὐτοὺς κἀκεῖνο καὶ τοῦτο ποιῆσαι, καὶ πρότερον μὲν ἐν ἑτέρῳ καιρῷ τοῦτο παθεῖν, καὶ ἅπαξ καὶ δεύτερον, τότε δὲ καὶ ἐξειπεῖν, καὶ ἐν ἑαυτοῖς διαλογίσασθαι. Σὺ δέ μοι μὴ τὸ ἔγκλημα μόνον ἴδῃς, ἀλλὰ κἀκεῖνο λογίζου: πρῶτον μὲν, ὅτι οὐδὲν τῶν ἐνταῦθα ζητοῦσιν: ἔπειτα, ὅτι καὶ τοῦτο ὕστερον τὸ πάθος ἀπέθεντο, καὶ τῶν πρωτείων ἀλλήλοις παραχωροῦσιν. Ἡμεῖς δὲ οὐδὲ εἰς τὰ ἐλαττώματα αὐτῶν φθάσαι δυνάμεθα, οὐδὲ ζητοῦμεν τίς μείζων ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν, ἀλλὰ τίς μείζων ἐν τῇ βασιλείᾳ τῆς γῆς, τίς εὐπορώτερος, τίς δυνατώτερος. Τί οὖν ὁ Χριστός; Ἀνακαλύπτει αὐτῶν τὸ συνειδὸς, καὶ πρὸς τὸ πάθος ἀποκρίνεται, οὐχ ἁπλῶς πρὸς τὰ ῥήματα. Προσκαλεσάμενος γὰρ παιδίον, φησὶν, εἶπεν: Ἐὰν μὴ στραφῆτε, καὶ γένησθε ὡς τὸ παιδίον τοῦτο, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Ὑμεῖς μὲν γὰρ, φησὶν, ἐξετάζετε τίς μείζων, καὶ περὶ πρωτείων φιλονεικεῖτε: ἐγὼ δὲ τὸν μὴ πάντων ταπεινότερον γενόμενον οὐδὲ τῆς εἰσόδου τῆς ἐκεῖ ἄξιον εἶναί φημι. Καὶ καλῶς καὶ τὸ ὑπόδειγμα παράγει: καὶ οὐ παράγει μόνον, ἀλλὰ καὶ τὸ παιδίον εἰς μέσον ἵστησι, καὶ ἀπὸ τῆς ὄψεως αὐτοὺς ἐντρέπων, καὶ πείθων εἶναι ταπεινοὺς οὕτω καὶ ἀπλάστους. Καὶ γὰρ φθόνου καθαρὸν τὸ παιδίον, καὶ κενοδοξίας, καὶ τοῦ τῶν πρωτείων ἐρᾷν: καὶ τὴν μεγίστην κέκτηται ἀρετὴν, τὴν ἀφέλειαν καὶ τὸ ἄπλαστον καὶ τάπεινον. Οὐκ ἄρα ἀνδρείας δεῖ μόνον, οὐδὲ φρονήσεως, ἀλλὰ καὶ ταύτης τῆς ἀρετῆς, τῆς ταπεινοφροσύνης λέγω καὶ τῆς ἀφελείας. Καὶ γὰρ καὶ ἐν τοῖς μεγίστοις χωλεύει τὰ τῆς σωτηρίας ἡμῶν, τούτων ἡμῖν οὐ παρουσῶν. Τὸ παιδίον κἂν ὑβρίζηται, κἂν τύπτηται, κἂν τιμᾶται, κἂν δοξάζηται, οὔτε ἐκεῖθεν δυσχεραίνει καὶ βασκαίνει, οὔτε ἐντεῦθεν ἐπαίρεται. γʹ. Εἶδες πῶς πάλιν ἡμᾶς πρὸς τὰ φυσικὰ κατορθώματα ἐκκαλεῖται, δεικνὺς ὅτι ἐκ προαιρέσεως ταῦτα κατορθοῦν δυνατὸν, καὶ τὴν πονηρὰν Μανιχαίων ἐπιστομίζει λύτταν; Εἰ γὰρ πονηρὸν ἡ φύσις, τίνος ἕνεκεν ἐκεῖθεν τῆς φιλοσοφίας τὰ παραδείγματα ἕλκει; Παιδίον δέ μοι δοκεῖ σφόδρα παιδίον ἐν τῷ μέσῳ στῆσαι, τῶν παθῶν ἁπάντων τούτων ἀπηλλαγμένον. Τὸ γὰρ τοιοῦτον παιδίον καὶ ἀπονοίας, καὶ δοξομανίας, καὶ βασκανίας, καὶ φιλονεικίας, καὶ πάντων τῶν τοιούτων ἀπήλλακται παθῶν, καὶ πολλὰς ἔχον τὰς ἀρετὰς, ἀφέλειαν, ταπεινοφροσύνην, ἀπραγμοσύνην, ἐπ' οὐδενὶ τούτων ἐπαίρεται: ὅπερ διπλῆς ἐστι φιλοσοφίας, τὸ κεκτῆσθαι ταῦτα, καὶ μὴ φυσᾶσθαι ἐπ' αὐτοῖς. Διόπερ αὐτὸ παρήγαγε, καὶ ἔστησεν ἐν τῷ μέσῳ: καὶ οὐ μέχρι τούτου μόνον τὸν λόγον κατέκλεισεν, ἀλλὰ καὶ περαιτέρω προάγει τὴν παραίνεσιν ταύτην, λέγων: Καὶ ὃς ἐὰν δέξηται παιδίον τοιοῦτον ἐν τῷ ὀνόματί μου, ἐμὲ δέχεται. Οὐ γὰρ δὴ μόνον, φησὶν, ἐὰν αὐτοὶ τοιοῦτοι γένησθε, μισθὸν λήψεσθε μέγαν: ἀλλὰ κἂν ἑτέρους τοιούτους τιμήσητε δι' ἐμὲ, καὶ τῆς εἰς ἐκείνους τιμῆς βασιλείαν ὑμῖν ὁρίζω τὴν ἀμοιβήν. Μᾶλλον δὲ τὸ πολλῷ μεῖζον τίθησιν, Ἐμὲ δέχεται, λέγων. Οὕτω μοι σφόδρα ποθεινὸν τὸ ταπεινὸν καὶ ἄπλαστον. Παιδίον γὰρ ἐνταῦθα τοὺς ἀνθρώπους τοὺς οὕτως ἀφελεῖς φησι καὶ ταπεινοὺς, καὶ ἀπεῤῥιμμένους παρὰ τοῖς πολλοῖς, καὶ εὐκαταφρονήτους. Εἶτα εὐπαράδεκτον μειζόνως ποιῶν τὸν λόγον, οὐκ ἀπὸ τῆς τιμῆς μόνον, ἀλλὰ καὶ ἀπὸ τῆς κολάσεως αὐτὸν συνίστησιν, ἐπάγων καὶ λέγων: Καὶ ὃς ἐὰν σκανδαλίσῃ ἕνα τῶν μικρῶν τούτων, συμφέρει αὐτῷ, ἵνα κρεμασθῇ μύλος ὀνικὸς εἰς τὸν τράχηλον αὐτοῦ, καὶ καταποντισθῇ ἐν τῷ πελάγει τῆς θαλάσσης. Ὥσπερ γὰρ οἱ τούτους τιμῶντες, φησὶ, δι' ἐμὲ, τὸν οὐρανὸν ἔχουσι, μᾶλλον δὲ τῆς βασιλείας αὐτῆς μείζω τιμήν: οὕτω δὴ καὶ οἱ ἀτιμάζοντες (τοῦτο γάρ ἐστι τὸ σκανδαλίσαι) τὴν ἐσχάτην δώσουσι δίκην. Εἰ δὲ σκάνδαλον τὴν ὕβριν καλεῖ, μὴ θαυμάσῃς: πολλοὶ γὰρ τῶν μικροψύχων οὐχ ὡς ἔτυχεν ἐκ τοῦ παροφθῆναι καὶ καθυβρισθῆναι ἐσκανδαλίσθησαν. Ἐπαίρων τοίνυν καὶ αὔξων τὸ ἔγκλημα, τὴν ἐξ αὐτοῦ τίθησι βλάβην. Καὶ οὐκέτι ἀπὸ τῶν αὐτῶν τὴν τιμωρίαν ἐμφαίνει, ἀλλ' ἀπὸ τῶν παρ' ἡμῖν γνωρίμων τὸ ἀφόρητον αὐτῆς ἐνδείκνυται. Ὅταν γὰρ μάλιστα καθάψασθαι βούληται τῶν παχυτέρων, αἰσθητὰ ἄγει παραδείγματα. Διὸ καὶ ἐνταῦθα βουλόμενος δεῖξαι, ὅτι πολλὴν ὑποστήσονται τὴν τιμωρίαν, καὶ καθικέσθαι τῆς τῶν διαπτυόντων αὐτοὺς ἀπονοίας, αἰσθητήν τινα κόλασιν εἰς μέσον ἤγαγε, τὴν τοῦ μύλου καὶ τοῦ καταποντισμοῦ. Καίτοιγε ἀκόλουθον τῷ προτέρῳ ἦν εἰπεῖν: Ὁ μὴ δεχόμενος ἕνα τῶν μικρῶν τούτων, ἐμὲ οὐ δέχεται: ὃ πάσης κολάσεως πικρότερον ἦν: ἀλλ' ἐπειδὴ τῶν σφόδρα ἀναισθήτων καὶ παχυτάτων, καίτοι φοβερὸν ὂν τοῦτο οὐχ οὕτω καθικνεῖτο, τίθησι μύλον καὶ καταποντισμόν. Καὶ οὐκ εἶπεν, ὅτι μύλος κρεμασθήσεται εἰς τὸν τράχηλον αὐτοῦ: ἀλλὰ, Συμφέρει αὐτῷ τοῦτο ὑπομεῖναι, δεικνὺς ὅτι ἕτερον τούτου χαλεπώτερον αὐτὸν ἀναμένει κακόν: εἰ δὲ τοῦτο ἀφόρητον, πολλῶ μᾶλλον ἐκεῖνο. Εἶδες πῶς ἑκατέρωθεν φοβερὰν ἐποίησε τὴν ἀπειλὴν, τῇ μὲν τοῦ γνωρίμου παραδείγματος συγκρίσει σαφεστέραν αὐτὴν ποιῶν, τῇ δὲ ἐντεῦθεν ὑπεροχῇ πολλῷ μείζονα τῆς ὁρωμένης φαντάζεσθαι παρασκευάσας; Εἶδες πῶς πρόῤῥιζον ἀνέσπασε τῆς ἀπονοίας τὸ φρόνημα; πῶς ἰάσατο τῆς κενοδοξίας τὸ ἕλκος; πῶς ἐπαίδευσε μηδαμοῦ τῶν πρωτείων ἐρᾷν; πῶς ἔπεισε τοὺς ἐπιθυμοῦντας τῶν πρωτείων τὴν ἐσχάτην πανταχοῦ διώκειν τάξιν; Οὐδὲν γὰρ ἀπονοίας χεῖρον. Αὕτη καὶ τῶν κατὰ φύσιν ἐξίστησι φρενῶν, καὶ μωρῶν ἐπιτίθησι δόξαν: μᾶλλον δὲ καὶ σφόδρα ἀνοήτους εἶναι ποιεῖ. Ὥσπερ γὰρ εἴ τις, τρίπηχυς ὢν, βιάζοιτο εἶναι τῶν ὀρῶν ὑψηλότερος, ἢ καὶ νομίζοι τοῦτο, καὶ ἀνατείνοι ἑαυτὸν ὡς ὑπερβαλλόμενος αὐτῶν τὰς κορυφὰς, οὐδὲν ἕτερον ζητήσομεν δεῖγμα ἀνοίας: οὕτω καὶ ὅταν ἄνθρωπον ἀπονενοημένον ἴδῃς, καὶ ἁπάντων βελτίονα ἑαυτὸν ἡγούμενον εἶναι, καὶ ὕβριν νομίζοντα τὸ μετὰ τῶν πολλῶν ζῇν, μὴ ζήτει λοιπὸν ἕτερον ἔλεγχον ἰδεῖν τῆς ἐκείνου παρανοίας. Τῶν γὰρ φύσει μωρῶν πολὺ καταγελαστότερος οὗτος, ὅσον καὶ ἑκὼν ταύτην δημιουργεῖ τὴν νόσον. Οὐ ταύτῃ δὲ μόνον ἄθλιος, ἀλλ' ὅτι καὶ ἀναλγήτως εἰς αὐτὸ τῆς κακίας ἐμπίπτει τὸ βάραθρον. Πότε γὰρ ὁ τοιοῦτος ἐπιγνώσεται ἁμαρτίαν ὡς χρή; πότε αἰσθήσεται πλημμελῶν; Καὶ γὰρ ὡς ἀνδράποδον κακὸν καὶ αἰχμάλωτον λαβὼν αὐτὸν ὁ διάβολος ἄπεισι, καὶ ἄγει καὶ φέρει, ῥαπίζων πάντοθεν καὶ μυρίαις περιβάλλων ὕβρεσιν. Εἰς τοσαύτην γὰρ αὐτοὺς ἄγει μωρίαν λοιπὸν, ὡς πείθειν καὶ κατὰ παίδων καὶ γυναικῶν μέγα φρονεῖν, καὶ κατὰ τῶν προγόνων τῶν οἰκείων. Ἑτέρους δὲ τοὐναντίον ἀπὸ τῆς τῶν προγόνων περιφανείας φυσᾶσθαι παρασκευάζει: οὗ τί γένοιτ' ἂν ἀνοητότερον, ὅταν ἀπὸ τῶν ἐναντίων ὁμοίως φλεγμαίνωσιν, οἱ μὲν ἐπειδὴ εὐτελεῖς ἔσχον πατέρας καὶ πάππους καὶ ἐπιπάππους, οἱ δὲ ἐπειδὴ λαμπροὺς καὶ περιφανεῖς; Πῶς οὖν ἄν τις ἑκατέρων ταπεινώσειε τὴν φλεγμονήν; Πρὸς μὲν ἐκείνους λέγων: Ἀνάβηθι περαιτέρω τῶν πάππων καὶ τῶν προπάππων, καὶ πολλοὺς ἴσως εὑρήσεις μαγείρους, καὶ ὀνηλάτας, καὶ καπήλους: πρὸς δὲ τούτους, τοὺς ἀπὸ τῆς εὐτελείας τῶν προγόνων φυσωμένους, τὸ ἐναντίον πάλιν, ὅτι Καὶ σὺ πάλιν ἀνωτέρω προελθὼν τῶν προγόνων, ὄψει πολλῷ σου λαμπροτέρους πολλούς. δʹ. Ὅτι γὰρ τοῦτον ἔχει τὸν δρόμον ἡ φύσις, φέρε καὶ ἀπὸ τῶν Γραφῶν ὑμῖν ἀποδείξω: Ὁ Σολομῶν υἱὸς βασιλέως ἦν, καὶ βασιλέως λαμπροῦ: ἀλλ' ὁ τούτου πατὴρ τῶν εὐτελῶν καὶ ἀσήμων, καὶ ὁ πρὸς μητρὸς δὲ πάππος ὁμοίως: οὐδὲ γὰρ ἂν ψιλῷ στρατιώτῃ τὴν θυγατέρα ἐξέδωκεν. Εἰ δὲ ἀναβαίης ἀνωτέρω πάλιν ἀπὸ τῶν εὐτελῶν τούτων, λαμπρότερον ὄψει τὸ γένος καὶ βασιλικώτερον. Οὕτω καὶ ἐπὶ τοῦ Σαοὺλ, οὕτω καὶ ἐπὶ πολλῶν ἑτέρων εὕροι τις ἂν τοῦτο συμβαῖνον. Μὴ δὴ μέγα φρονῶμεν ἐντεῦθεν. Τί γάρ ἐστι γένος; εἰπέ μοι. Οὐδὲν, ἀλλ' ἢ ὄνομα μόνον πράγματος ἔρημον: καὶ τοῦτο εἴσεσθε κατὰ τὴν ἡμέραν ἐκείνην. Ἐπεὶ δὲ οὔπω πάρεστιν ἐκείνη, φέρε καὶ ἀπὸ τῶν παρόντων ὑμᾶς πείσωμεν, ὅτι οὐδεμία ἐντεῦθεν ὑπεροχή. Καὶ γὰρ κἂν πόλεμος καταλάβῃ, κἂν λιμὸς, κἂν ἕτερον ὁτιοῦν, πάντα ἐλέγχεται ταῦτα τὰ τῆς εὐγενείας φυσήματα: κἂν νόσος ἐπέλθῃ, κἂν λοιμὸς, οὐκ οἶδε διαγνῶναι τὸν πλούσιον καὶ τὸν πένητα, τὸν ἔνδοξον καὶ τὸν ἄδοξον, τὸν εὐγενῆ καὶ τὸν οὐ τοιοῦτον: οὔτε ὁ θάνατος, οὔτε αἱ λοιπαὶ τῶν πραγμάτων μεταβολαὶ, ἀλλ' ὁμοίως πᾶσι πάντα ἐπανίσταται: καὶ εἰ δεῖ τι καὶ θαυμαστὸν εἰπεῖν, τοῖς πλουτοῦσι μᾶλλον. Ὅσῳ γὰρ ἀμελέτητοι τούτων εἰσὶ, τοσούτῳ μᾶλλον ἁλόντες ἀπόλλυνται. Καὶ ὁ φόβος δὲ παρὰ τοῖς πλουτοῦσι μείζων. Καὶ γὰρ ἄρχοντας οὗτοι μάλιστα τρέμουσι, καὶ τοὺς δήμους τῶν ἀρχόντων οὐκ ἔλαττον, ἀλλὰ καὶ πολλῷ πλέον: πολλὰς γοῦν οἰκίας τοιαύτας ὁμοίως καὶ δήμων θυμὸς καὶ ἀρχόντων ἀνέτρεψεν ἀπειλή. Ὁ δὲ πένης ἑκατέρων τούτων τῶν κυμάτων ἀπήλλακται. Ὥστε ταύτην ἀφεὶς τὴν εὐγένειαν, εἰ βούλει μοι δεῖξαι ὅτι εὐγενὴς εἶ, δεῖξον τῆς ψυχῆς τὴν ἐλευθερίαν, οἵαν εἶχεν ὁ μακάριος ἐκεῖνος, καὶ ταῦτα πένης ὢν, ὁ λέγων τῷ Ἡρώδῃ: Οὐκ ἔξεστί σοι ἔχειν τὴν γυναῖκα Φιλίππου τοῦ ἀδελφοῦ σου: οἵαν ἐκέκτητο ὁ πρὸ ἐκείνου τοιοῦτος καὶ μετ' ἐκεῖνον τοιοῦτος, ὁ λέγων τῷ Ἀχαάβ: Οὐ διαστρέφω ἐγὼ τὸν Ἰσραὴλ, ἀλλ' ἢ σὺ καὶ ὁ οἶκος τοῦ πατρός σου: οἵαν εἶχον οἱ προφῆται, οἵαν οἱ ἀπόστολοι πάντες. Ἀλλ' οὐχ αἱ τῶν πλούτῳ δουλευόντων ψυχαὶ τοιαῦται, ἀλλ' ὥσπερ οἱ ὑπὸ μυρίους ὄντες παιδαγωγοὺς καὶ δημίους, οὕτως οὐδὲ ἐπᾶραι τὸ ὄμμα τολμῶσι, καὶ ὑπὲρ ἀρετῆς παῤῥησιάσασθαι. Ὁ γὰρ τῶν χρημάτων ἔρως, καὶ ὁ τῆς δόξης, καὶ ὁ τῶν ἄλλων πραγμάτων, φοβερὸν εἰς αὐτοὺς βλέποντες, δουλοπρεπεῖς ποιοῦσι καὶ κόλακας. Οὐδὲν γὰρ οὕτως ἐλευθερίαν ἀναιρεῖ, ὡς τὸ βιωτικοῖς ἐμπεπλέχθαι πράγμασι, καὶ τὰ δοκοῦντα εἶναι λαμπρὰ περιβεβλῆσθαι. Οὐδὲ γὰρ ἕνα δεσπότην καὶ δύο καὶ τρεῖς, ἀλλὰ μυρίους ὁ τοιοῦτος ἔχει. Καὶ εἰ βούλεσθε καὶ ἀριθμῆσαι τούτους, παραγάγωμεν ἕνα τινὰ τῶν εὐδοκιμούντων ἐν βασιλείοις, καὶ ἔστω αὐτῷ καὶ χρήματα πάμπολλα, καὶ δυναστεία μεγάλη, καὶ πατρὶς ὑπερέχουσα, καὶ προγόνων περιφάνεια, καὶ ἀποβλεπέσθω παρὰ πάντων. Ἴδωμεν τοίνυν εἰ μὴ οὗτός ἐστιν ὁ πάντων δουλικώτερος: καὶ ἀντιστήσωμεν αὐτῷ, μὴ δοῦλον ἁπλῶς, ἀλλὰ δοῦλον δούλου: πολλοὶ γὰρ καὶ οἰκέται δούλους ἔχουσιν. Οὗτος μὲν οὖν ὁ δοῦλος τοῦ δούλου ἕνα ἔχει δεσπότην. Τί γὰρ, εἰ καὶ μὴ ἐλεύθερον; ἀλλ' ἕνα, καὶ πρὸς τὸ ἐκείνῳ δοκοῦν μόνον ὁρᾷ. Κἂν γὰρ ὁ τούτου δεσπότης αὐτοῦ δοκῇ κρατεῖν, ἀλλὰ τέως ἑνὶ μόνῳ πείθεται: κἂν τὰ πρὸς ἐκεῖνον αὐτῷ καλῶς ἔχῃ, ἐν ἀδείᾳ τὸν ἅπαντα καθεδεῖται βίον. Οὗτος δὲ οὐχ ἕνα καὶ δύο μόνον, ἀλλὰ πολλοὺς καὶ χαλεπωτέρους ἔχει δεσπότας. Καὶ πρῶτον αὐτὸν τὸν βασιλεύοντα μεριμνᾷ. Οὐκ ἔστι δὲ ἴσον εὐτελῆ δεσπότην ἔχειν, καὶ βασιλέα ὑπὸ πολλῶν τὰ ὦτα διαθρυλλούμενον, καὶ νῦν μὲν τούτων, νῦν δὲ ἐκείνων γινόμενον. Οὗτος κἂν μηδὲν ἑαυτῷ συνειδὼς ᾖ, πάντας ὑποπτεύει, καὶ τοὺς μετ' αὐτοῦ στρατευομένους, καὶ τοὺς ὑπ' αὐτῷ ταττομένους, καὶ τοὺς φίλους, καὶ τοὺς ἐχθρούς. Ἀλλὰ καὶ οὗτος, φησὶ, τὸν δεσπότην. Καὶ ποῦ ἴσον ἕνα καὶ πολλοὺς ἔχειν τοὺς δεδιττομένους αὐτόν; Μᾶλλον δὲ εἴ τις ἀκριβῶς ἐξετάσειεν, οὐδὲ ἕνα εὑρήσει. Πῶς καὶ τίνι τρόπῳ; Ἐκεῖνος μὲν οὐδένα ἔχει τὸν ἐπιθυμοῦντα αὐτὸν ἐκβαλεῖν τῆς δουλείας ταύτης, καὶ εἰσαγαγεῖν ἑαυτὸν, ὅθεν οὐδὲ τὸν ἐπιβουλεύοντα ἐν τούτοις ἔχει: οὗτοι δὲ οὐδὲ ἑτέραν σπουδὴν ἔχουσιν, ἀλλ' ἢ τὸ διασαλεῦσαι τὸν εὐδοκιμώτερον καὶ μᾶλλον ἀγαπώμενον παρὰ τῷ κρατοῦντι. Διὸ καὶ πάντας ἀνάγκη κολακεύειν, τοὺς μείζους, τοὺς ὁμοτίμους, τοὺς φίλους. Ἔνθα γὰρ βασκανία καὶ δόξης ἔρως, οὐδὲ φιλίας εἰλικρινοῦς ἐστιν ἰσχύς. Ὥσπερ γὰρ οἱ ὁμότεχνοι φιλεῖν ἀλλήλους οὐκ ἂν δύναιντο ἀκριβῶς καὶ γνησίως, οὕτω καὶ οἱ ὁμότιμοι καὶ τῶν αὐτῶν ἐρῶντες ἐν τοῖς βιωτικοῖς. Ὅθεν καὶ ὁ πόλεμος ἔνδον πολύς. Εἶδες δεσποτῶν ἐσμὸν, καὶ δεσποτῶν χαλεπῶν; Βούλει καὶ ἕτερον ἐπιδείξω τούτου χαλεπώτερον; Οἱ μετ' αὐτὸν ἅπαντες πρὸ αὐτοῦ γενέσθαι σπεύδουσιν, οἱ πρὸ αὐτοῦ κωλῦσαι γενέσθαι πλησίον καὶ παραδραμεῖν. εʹ. Ἀλλ' ὢ τοῦ θαύματος! ἐγὼ μὲν ὑπεσχόμην δεσπότας δεῖξαι, ὁ δὲ λόγος ἡμῖν προϊὼν καὶ ἀγωνιζόμενος πλέον τῆς ὑποσχέσεως ἐποίησε, πολεμίους ἀντὶ δεσποτῶν δείξας, μᾶλλον δὲ καὶ πολεμίους καὶ δεσπότας τοὺς αὐτούς. Θεραπεύονται μὲν γὰρ ὡς δεσπόται, φοβεροὶ δέ εἰσιν ὡς πολέμιοι, καὶ ἐπιβουλεύουσιν ὡς ἐχθροί. Ὅταν οὖν τις τοὺς αὐτοὺς καὶ κυρίους ἔχῃ καὶ ἐχθροὺς, τί ταύτης τῆς συμφορᾶς χεῖρον γένοιτ' ἄν; Ὁ μὲν δοῦλος, κἂν ἐπιτάττηται, ἀλλ' ὅμως ἐπιμελείας ἀπολαύει παρὰ τῶν κελευόντων καὶ εὐνοίας: οὗτοι δὲ καὶ ἐπιτάττονται, καὶ πολεμοῦνται, καὶ κατ' ἀλλήλων ἑστήκασι: καὶ τοσούτῳ τῶν ἐν ταῖς μάχαις χαλεπώτερον, ὅσῳ καὶ λάθρα κεντοῦσι, καὶ ἐν προσωπείῳ φίλων τὰ τῶν ἐχθρῶν διατιθέασι, καὶ ἐκ τῆς ἑτέρων πολλάκις εὐδοκιμοῦσι συμφορᾶς. Ἀλλ' οὐ τὰ ἡμέτερα τοιαῦτα: ἀλλὰ κἂν πράξῃ κακῶς ἕτερος, πολλοὶ οἱ συναλγοῦντες: κἂν εὐδοκιμῇ, πολλοὶ οἱ συνηδόμενοι. Ἀλλ' οὐχ ὁ Ἀπόστολος: Εἴτε γὰρ πάσχει, φησὶν, ἓν μέλος, συμπάσχει πάντα τὰ μέλη: εἴτε δοξάζεται ἓν μέλος, συγχαίρει πάντα τὰ μέλη. Καὶ νῦν μὲν ἔλεγεν ὁ ταῦτα παραινῶν: Τίς μού ἐστιν ἡ ἐλπὶς ἢ χαρὰ, ἢ οὐχὶ καὶ ὑμεῖς; νῦν δὲ, Ὅτι νῦν ζῶμεν, ἐὰν ὑμεῖς στήκητε ἐν Κυρίῳ: νῦν δὲ, Ἐκ πολλῆς θλίψεως καὶ συνοχῆς καρδίας ἔγραψα ὑμῖν: καὶ, Τίς ἀσθενεῖ, καὶ οὐκ ἀσθενῶ; τίς σκανδαλίζεται, καὶ οὐκ ἐγὼ πυροῦμαι; Τίνος οὖν ἕνεκεν ἔτι τῆς ζάλης ἀνεχόμεθα, καὶ τῶν κυμάτων τῶν ἔξωθεν, καὶ οὐ τρέχομεν ἐπὶ τὸν εὔδιον λιμένα τοῦτον, καὶ τὰ ὀνόματα ἀφέντες τῶν ἀγαθῶν, ἐπὶ τὰ πράγματα βαδίζομεν αὐτά; Δόξα γὰρ καὶ δυναστεία καὶ πλοῦτος καὶ εὐδοκίμησις καὶ πάντα τὰ τοιαῦτα, ὀνόματα παρ' ἐκείνοις, παρὰ δὲ ἡμῖν πράγματα: ὥσπερ οὖν τὰ λυπηρὰ, θάνατος καὶ ἀτιμία καὶ πενία καὶ ὅσα τοιαῦτα, ὀνόματα μὲν παρ' ἡμῖν, πράγματα δὲ παρ' ἐκείνοις. Καὶ εἰ βούλει, τὴν δόξαν πρῶτον εἰς μέσον ἀγάγωμεν, τὴν παρ' ἐκείνοις πᾶσιν ἐπέραστον καὶ ποθεινήν. Καὶ οὐ λέγω, ὅτι ὀλιγοχρόνιος, οὐδ' ὅτι ταχέως σβέννυται: ἀλλ' ὅτε ἀνθεῖ, τότε μοι δεῖξον αὐτήν. Μὴ περιέλῃς τῆς πόρνης τὰ ἐπιτρίμματα καὶ τὰς ὑπογραφὰς, ἀλλὰ κεκαλλωπισμένην εἰς μέσον ἄγε καὶ ἐπίδειξον ἡμῖν, ἵνα τότε αὐτῆς ἐλέγξω τὸ δυσειδές. Οὐκοῦν τὸ σχῆμα πάντως ἐρεῖς καὶ τὸ πλῆθος τῶν ῥαβδούχων, καὶ τοῦ κήρυκος τὴν φωνὴν, καὶ τῶν δήμων τὴν ὑπακοὴν, καὶ τὴν παρὰ τῶν πολλῶν σιγὴν, καὶ τὸ τύπτεσθαι τοὺς ἀπαντῶντας ἅπαντας, καὶ τὸ ὑπὸ πάντων περιβλέπεσθαι. Οὐχὶ ταῦτά ἐστι τὰ λαμπρά; Φέρε οὖν, ἐξετάσωμεν εἰ μὴ περιττὰ ταῦτα, καὶ ὑπόληψις μόνον ἀνόνητος. Τί γὰρ ἐκεῖνος ἀπὸ τούτων βελτίων γίνεται, ἢ τὸ σώμα, ἢ τὴν ψυχήν; Τοῦτο γὰρ ἄνθρωπος. Ἆρα ὑψηλότερος ἔσται ἐντεῦθεν, ἢ ἰσχυρότερος, ἢ ὑγιεινότερος, ἢ ταχύτερος, ἢ τὰς αἰσθήσεις ὀξυτέρας κτήσεται καὶ τρανοτέρας; Ἀλλ' οὐδεὶς ἂν ἔχοι τοῦτο εἰπεῖν. Ἴωμεν τοίνυν ἐπὶ τὴν ψυχὴν, μήποτε ἐκεῖ τι κέρδος προσγινόμενον ἐντεῦθεν εὑρήσομεν. Τί οὖν; σωφρονέστερος, ἐπιεικέστερος, συνετώτερος ἀπὸ ταύτης ἔσται τῆς θεραπείας ὁ τοιοῦτος; Οὐδαμῶς, ἀλλὰ καὶ τοὐναντίον ἅπαν. Οὐ γὰρ ὅπερ ἐπὶ τοῦ σώματος, τοῦτο καὶ ἐνταῦθα συμβαίνει. Ἐκεῖ μὲν γὰρ οὐδὲν πρὸς τὴν οἰκείαν προσλαμβάνει ἀρετὴν τὸ σῶμα: ἐνταῦθα δὲ οὐ μόνον τοῦτό ἐστι τὸ δεινὸν, ὅτι οὐδὲν καρποῦται χρηστὸν, ἀλλ' ὅτι καὶ κακίαν δέχεται πολλὴν ἐντεῦθεν ἡ ψυχή. Καὶ γὰρ εἰς ἀπόνοιαν, καὶ κενοδοξίαν, καὶ ἄνοιαν, καὶ εἰς θυμὸν, καὶ εἰς μυρία ἐλαττώματα τοιαῦτα ἐντεῦθεν ἐκφέρεται. Ἀλλὰ χαίρει, φησὶ, καὶ γάννυται τούτοις, καὶ φαιδρύνεται. Τὸν κολοφῶνά μοι τῶν κακῶν εἶπες, καὶ τοῦ νοσήματος τὸ ἀνίατον. Ὁ γὰρ χαίρων ἐπὶ τούτοις, οὐδὲ ἀπαλλαγῆναι ῥᾳδίως ἂν θελήσειε τῆς ὑποθέσεως τῶν κακῶν, ἀλλ' ἀπετείχισεν ἑαυτῷ τῆς θεραπείας τὴν ὁδὸν διὰ τῆς ἡδονῆς. Ὥστε τοῦτο μάλιστά ἐστι τὸ δεινὸν, ὅτι οὐδὲ ἀλγεῖ, ἀλλὰ καὶ χαίρει, τῶν νοσημάτων αὐξανομένων αὐτῷ. Οὐδὲ γὰρ πανταχοῦ τὸ χαίρειν καλόν: ἐπεὶ καὶ κλέπται χαίρουσι κλέπτοντες, καὶ μοιχὸς διαφθείρων τὸν τοῦ πλησίον γάμον, καὶ ὁ πλεονέκτης ἁρπάζων, καὶ ὁ ἀνδροφόνος φονεύων. Μὴ τοίνυν εἰ χαίρει ἴδωμεν, ἀλλ' εἰ ἐπὶ χρησίμῳ: καὶ διασκεψώμεθα, μήποτε τοιαύτην εὑρήσομεν τὴν χαρὰν, οἵαν τὴν τοῦ μοιχοῦ καὶ τοῦ κλέπτου. Τίνος γὰρ ἕνεκεν, εἰπέ μοι, χαίρει; διὰ τὴν παρὰ τῶν πολλῶν δόξαν, καὶ τὸ δύνασθαι φυσᾶσθαι καὶ περιβλέπεσθαι; Καὶ τί τῆς ἐπιθυμίας ταύτης πονηρότερον γένοιτ' ἂν καὶ τοῦ ἀτόπου τούτου ἔρωτος; Εἰ δὲ μὴ πονηρὸν, παύσασθε τοὺς κενοδόξους σκώπτοντες, καὶ μυρίοις πλύνοντες σκώμμασι: παύσασθε τοῖς ἀπονενοημένοις καὶ ὑπερόπταις ἐπαρώμενοι. Ἀλλ' οὐκ ἂν ἀνάσχοισθε. Οὐκοῦν μυρίας ἄξιοι καὶ αὐτοὶ κατηγορίας, κἂν μυρίους ἔχωσι ῥαβδούχους. Καὶ ταῦτά μοι περὶ τῶν ἀνεκτοτέρων ἀρχόντων εἴρηται, ὡς τούς γε πλείονας καὶ λῃστῶν, καὶ ἀνδροφόνων, καὶ μοιχῶν, καὶ τυμβωρύχων μείζονα ἁμαρτάνοντας εὑρήσομεν, ἀπὸ τοῦ μὴ καλῶς κεχρῆσθαι τῇ ἀρχῇ. Καὶ γὰρ καὶ κλέπτουσιν ἐκείνων ἀναισχυντότερον, καὶ σφάττουσιν ἰταμώτερον, καὶ ἀσελγαίνουσι πολλῷ παρανομώτερον, καὶ διορύττουσιν, οὐ τοῖχον ἕνα, ἀλλὰ οὐσίας καὶ οἰκίας ἀπείρους, ἀπὸ τῆς ἐξουσίας πολλὴν τὴν εὐκολίαν ἔχοντες. Καὶ δουλεύουσι δουλείαν χαλεπωτάτην, καὶ τοῖς πάθεσιν ὑποκύπτοντες ἀγεννῶς, [καὶ τοὺς συνδούλους τύπτοντες ἀφειδῶς,] καὶ τοὺς συνειδότας αὐτοῖς ἅπαντας τρέμοντες. Μόνος γάρ ἐστιν ἐλεύθερος, καὶ μόνος ἄρχων, καὶ τῶν βασιλέων βασιλικώτερος, ὁ τῶν παθῶν ἀπηλλαγμένος. Ταῦτ' οὖν εἰδότες, διώξωμεν τὴν ἀληθῆ ἐλευθερίαν, καὶ τῆς πονηρᾶς δουλείας ἀπαλλάξωμεν ἑαυτούς: καὶ μήτε ἀρχῆς ὄγκον, μήτε πλούτου τυραννίδα, μήτε ἄλλο τι τοιοῦτον μακαριστὸν νομίζωμεν, ἀλλὰ ἀρετὴν μόνην. Οὕτω γὰρ καὶ τῆς ἐνταῦθα ἀπολαυσόμεθα ἀδείας, καὶ τῶν μελλόντων ἐπιτευξόμεθα ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος, σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.