ἔτη τῆς τῶν οβʹ ἑρμηνείας. Τρίτη ἑρμηνεία ἐστὶν ἡ τοῦ Συμμάχου. Οὗτος Σαμαρείτης ὢν, καὶ μὴ τιμηθεὶς ὑπὸ τοῦ ἰδίου λαοῦ, ὡς φιλαρχίαν νοσῶν, τοῖς Ἰουδαίοις προστρέχει, 28.436 καὶ ἐκ δευτέρου περιτέμνεται. Καὶ πρὸς διαστροφὴν τῶν Σαμαρειτῶν ἑρμηνεύει καὶ αὐτὸς τὴν θείαν Γραφὴν ὑπὸ Σεβήρου τοῦ βασιλέως μετὰ νʹ ἔτη τῆς τοῦ Ἀκύλα ἑρμηνείας. Τετάρτη ἐστὶν ἡ τοῦ Θεοδοτίωνος τοῦ Ἐφεσίου. Οὗτος, τῆς αἱρέσεως Μαρκίωνος τοῦ Ποντικοῦ ὢν, μηνιῶν τοῖς τῆς αἱρέσεως αὐτοῦ, ἡρμήνευσε καὶ αὐτὸς ἐπὶ Κομμόδου τοῦ βασιλέως ἐν αὐτῷ τῷ χρόνῳ, πρὸς διαστροφὴν τῆς αὐτοῦ αἱρέσεως. Πέμπτη ἑρμηνεία ἐστὶν ἡ ἐν πίθοις εὑρεθεῖσα κεκρυμμένη ἐπὶ Ἀντωνίνου βασιλέως τοῦ Καρακάλλα ἐν Ἱεριχὼ παρά τινος τῶν ἐν Ἱεροσολύμοις σπουδαίων. Ἕκτη ἑρμηνεία ἐστὶν ἡ ἐν πίθοις εὑρεθεῖσα καὶ αὕτη κεκρυμμένη ἐπὶ Ἀλεξάνδρου τοῦ Μαμαίας παιδὸς ἐν Νικοπόλει τῇ πρὸς Ἄκτιον ὑπό τινος τῶν Ὠριγένους γνωρίμων. Ἑβδόμη πάλιν καὶ τελευταία ἑρμηνεία ἡ τοῦ ἁγίου Λουκιανοῦ τοῦ μεγάλου ἀσκητοῦ καὶ μάρτυρος, ὅστις καὶ αὐτὸς ταῖς προγεγραμμέναις ἐκδόσεσι καὶ τοῖς Ἑβραϊκοῖς ἐντυχὼν, καὶ ἐποπτεύσας μετὰ ἀκριβείας τὰ λείποντα, ἢ καὶ περιττὰ τῆς ἀληθείας ῥήματα, καὶ διορθωσάμενος ἐν τοῖς οἰκείοις τῶν Γραφῶν τόποις, ἐξέδοτο τοῖς Χριστιανοῖς ἀδελφοῖς· ἥτις δὴ καὶ ἑρμηνεία μετὰ τὴν ἄθλησιν καὶ μαρτυρίαν τοῦ αὐτοῦ ἁγίου Λουκιανοῦ, τὴν γεγονυῖαν ἐπὶ ∆ιοκλητιανοῦ καὶ Μαξιμιανοῦ τῶν τυράννων, ἤγουν τὸ ἰδιόχειρον αὐτοῦ τῆς ἐκδόσεως βιβλίον, εὑρέθη ἐν Νικομηδείᾳ ἐπὶ Κωνσταντίνου βασιλέως τοῦ μεγάλου παρὰ Ἰουδαίοις ἐν τοίχῳ πυργίσκῳ περικεχρισμένῳ κονιάματι εἰς διαφύλαξιν. Τίνα ἐστὶ τὰ μνημονευόμενα ἐν ταῖς γραφαῖς βιβλία ὡς ὄντα, οὐχ εὑρισκόμενα δέ. Ναθὰν καὶ Ἀδδὼ, καὶ Ἀχιᾶ τοῦ Σιλωνίτου, καὶ Σεμεεὶ, καὶ Ἰηοῦ, ἐν τῇ βίβλῳ τῶν Βασιλειῶν γέγραπται εἶναι βιβλία· προφῆται δὲ οὗτοί εἰσιν, οἳ γεγράφασι περὶ ὧν προεφήτευσαν· ἃ οὐχ εὑρίσκεται. Ψαλμοὶ τρισχίλιοι λέγονται ἐν Παραλειπομέναις εἶναι τοῦ ∆αβὶδ, μόνους δὲ ἐξ αὐτῶν τοὺς ρνʹ ὑπὸ τῶν φίλων Ἐζεχίου τοῦ βασιλέως ἐξειλέχθαι, τοὺς δὲ ἄλλους ἀποκεκρῦφθαι. Πεντακισχιλίας 28.437 παροιμίας ὑπὸ Σολομῶντος ἐκδεδόσθαι, φησὶν ἡ τῶν Παραλειπομένων Γραφή· ἀλλ' οὐκ εἰσὶ νῦν ἢ μόναι αἱ ἐκκλησιαζόμεναι. Τὸ Ἆσμα ἐξ ᾀσμάτων πλειόνων τὸ μυστικὸν ἐξειλέχθαι ἐπιγέγραπται. Ἰώσηπος δὲ ἱστορεῖ δύο βιβλία προφητείας τὸν προφήτην Ἰεζεκιὴλ γεγράφθαι· ἓν δὲ μόνον ἐπιγινώσκομεν εὑρίσκεσθαι.
59