νεκρῶν καταστεπτέον. Ὁ γὰρ καλὸς τοῦ ἀμαράντου στέφανος ἀπόκειται τῷ καλῶς πεπολιτευμένῳ· τὸ ἄνθος τοῦτο γῆ βαστάζειν οὐ κεχώρηκεν· μόνον δὲ αὐτὸ καρποφορεῖν ἐπίσταται οὐρανός. 2.8.73.3 Πρὸς δὲ καὶ ἀλόγιστον ἀκηκοότας ἡμᾶς τὸν κύριον ἀκάνθαις ἐστεμμένον αὐτοὺς ἐντρυφῶντας τῷ σεμνῷ τοῦ κυρίου πάθει ἀναδεῖσθαι τοῖς ἄνθεσιν. Ὁ μὲν γὰρ τοῦ κυρίου στέφανος ἡμᾶς ᾐνίττετο προφητικῶς τούς ποτε ἀκάρπους, τοὺς περικειμένους αὐτῷ διὰ τῆς ἐκκλησίας, ἧς ἐστιν κεφαλή· ἀλλὰ καὶ τῆς πίστεώς ἐστιν τύπος, ζωῆς μὲν διὰ τὴν οὐσίαν τοῦ ξύλου, εὐφροσύνης δὲ διὰ τὴν προσηγορίαν τοῦ στεφάνου, κινδύνου δὲ διὰ τὴν ἄκανθαν· οὐδὲ γὰρ 2.8.73.4 ἀναιμωτεὶ προσιέναι τῷ λόγῳ ἔξεστιν. Ὁ δὲ πλεκτὸς μαραίνεται στέφανος οὗτος καὶ τὸ πλέγμα τῆς σκολιότητος ἀναλύεται καὶ τὸ ἄνθος ξηραίνεται· μαραίνεται γὰρ ἡ δόξα τῶν τῷ κυρίῳ μὴ 2.8.73.5 πεπιστευκότων. Ἰησοῦν δὲ ἐστεφάνωσαν ὑψωμένον τῆς αὑτῶν καταμαρτυροῦντες ἀμαθίας· τοῦτ' αὐτὸ γὰρ οἱ σκληροκάρδιοι προφητείαν οὖσαν σεσοφισμένην οὐ νοοῦσιν, ἣν αὐτοὶ ὕβριν καλοῦσιν κυρίου. 2.8.73.6 Οὐκ ἔγνω τὸν κύριον ὁ λαὸς ὁ πεπλανημένος, οὐ περιτέτμηται τὸν λογισμόν, οὐ πεφώτισται τὸν σκοτισμόν, οὐκ εἶδεν τὸν θεόν, τὸν κύριον ἠρνήσατο, ἀπολώλεκεν τὸ εἶναι Ἰσραήλ, ἐδίωξεν τὸν θεόν, καθυβρίζειν ἤλπισε τὸν λόγον, καὶ ὃν ἐσταύρωσεν ὡς κακοῦργον, ἀνέστεψεν ὡς βασιλέα. 2.8.74.1 ∆ιὰ τοῦτό τοι εἰς ὃν οὐκ ἐπίστευσαν ἄνθρωπον, τὸν φιλάνθρωπον θεὸν ἐπιγνώσονται κύριον καὶ δίκαιον· ὅτι αὐτοὶ παρεπίκραναν ἐπιδείξασθαι τὸν κύριον, τοῦτο αὐτῷ ὑψουμένῳ μεμαρτυρήκασι, τὸ διάδημα τῆς δικαιοσύνης τῷ ὑπὲρ πᾶν ὄνομα ἐπηρμένῳ περιάψαντες 2.8.74.2 διὰ τῆς ἀειθαλοῦς ἀκάνθης. Τὸ διάδημα τοῦτο τοῖς ἐπιβουλεύουσι πολέμιον ἐκώλυσεν αὐτούς, τοῖς συνεκκλησιάζουσιν φίλον ἐθρίγκωσεν αὐτούς· ὁ στέφανος οὗτος ἄνθος ἐστὶ τῶν πεπιστευκότων εἰς τὸν 2.8.74.3 δεδοξασμένον, αἱμάσσει δὲ καὶ κολάζει τοὺς ἠπιστηκότας. Ναὶ μὴν καὶ σύμβολόν ἐστι δεσποτικοῦ κατορθώματος, βαστάσαντος αὐτοῦ τῇ κεφαλῇ καὶ τῷ ἡγεμονικῷ τοῦ σώματος πάντα ἡμῶν τὰ πονηρά, δι' ὧν ἐκεντούμεθα· αὐτὸς γὰρ τῷ ἰδίῳ πάθει ῥυσάμενος ἡμᾶς ἀπὸ σκανδάλων καὶ ἁμαρτιῶν καὶ τῶν τοιούτων ἀκανθῶν καὶ τὸν διάβολον καταργήσας εἰκότως ἐπευχόμενος εἴρηκεν· Ποῦ σου, θάνατε, τὸ 2.8.74.4 κέντρον; καὶ ἡμεῖς μὲν ἐξ ἀκανθῶν τρυγῶμεν σταφυλὴν καὶ σῦκα ἀπὸ βάτων· οἳ δὲ εἰς τραύματα καταξαίνονται, ἐφ' οὓς ἐξεπέτασε τὰς χεῖρας ἐπὶ λαὸν ἀπειθῆ καὶ ἄκαρπον. 2.8.75.1 Ἔχοιμ' ἄν σοι καὶ ἄλλο μυστικὸν ἐνταῦθα εἰπεῖν. Ἐπεὶ γὰρ ὁ παγκρατὴς κύριος τῶν ὅλων, ὁπηνίκα νομοθετεῖν ἤρχετο τῷ λόγῳ, καὶ τῷ Μωσεῖ καταφανῆ ἐβούλετο γενέσθαι τὴν αὑτοῦ δύναμιν, ὄψις αὐτῷ δείκνυται θεοειδὴς φωτὸς μεμορφωμένου ἐπὶ φλεγομένῳ 2.8.75.2 βάτῳ· τὸ δὲ ἀκανθῶδες φυτόν ἐστιν, ὁ βάτος· ἐπειδὴ δὲ ἐπαύσατο τῆς νομοθεσίας καὶ τῆς εἰς ἀνθρώπους ἐπιδημίας ὁ λόγος, ὁ κύριος μυστικῶς αὖθις ἀναστέφεται ἀκάνθῃ, ἐνθένδε ἀπιὼν ἐκεῖσε ὅθεν κατῆλθεν, ἀνακεφαλαιούμενος τὴν ἀρχὴν τῆς καθόδου τῆς παλαιᾶς, ὅπως ὁ διὰ βάτου τὸ πρῶτον ὀφθείς, ὁ λόγος, διὰ τῆς ἀκάνθης ὕστερον ἀναληφθεὶς μιᾶς ἔργον τὰ πάντα δείξῃ δυνάμεως, εἷς ὢν ἑνὸς ὄντος τοῦ πατρός, ἀρχὴ καὶ τέλος αἰῶνος. 2.8.76.1 Ἀλλ' ἐξέβην γὰρ τοῦ παιδαγωγικοῦ τύπου τὸ διδασκαλικὸν εἶδος παρεισάγων, αὖθις οὖν ἐπὶ τὸ προκείμενον ἐπάνειμι. Ὡς μὲν οὖν ἐν φαρμάκου μοίρᾳ ἰάσεως ἕνεκα, ἔσθ' ὅπῃ δὲ καὶ διαχύσεως σώφρονος, οὐκ ἀποβλητέον τὴν ἀπὸ τῶν ἀνθῶν τέρψιν καὶ τὴν 2.8.76.2 ἀπὸ τῶν μύρων τε καὶ θυμιαμάτων ὠφέλειαν, δεδηλώκαμεν. Εἰ δὲ καὶ λέγοιέν τινες, τίς οὖν ἔτι χάρις ἀνθῶν τοῖς μὴ χρωμένοις αὐτοῖς, ἴστων ὡς ἄρα καὶ τὰ μύρα ἐξ αὐτῶν σκευάζεται καὶ ἔστι πολυωφελῆ· σούσινον μὲν ἐκ κρίνων καὶ λειρίων, ἔστι δὲ θερμαντικόν, ἀναστομωτικόν, ἑλκυστικόν, ὑγραντικόν, σμηκτικόν, λεπτομερές,