59
οὐκ οἶδα, ἀλλ' οὖν γε σαφῶς, ὅτι θεός, νομίζω εἰδέναι. αὐτίκα γοῦν
νάμει κοσμοκράτωρ ἀναφανεὶς πολλοὺς διαλύει γάμους καὶ τὸν πατέρα σὺν τοῖς θείοις κολάζει καὶ οὕτως τελευτήσαντος τὸν τάφον Κρῆτες ἐπι- δεικνύουσιν. ἐν δὲ τῇ Μεσοποταμίᾳ κεῖνται Ἥλιος μέν τις ἐν Ἄτροις, Σελήνη δέ τις ἐν Κάρραις, Ἑρμῆς ἐν Aἰγύπτῳ τις ἄνθρωπος, Ἄρης ἐν Θρᾴκῃ, Ἀφρο- δίτη ἐν Κύπρῳ, Ἀσκληπιὸς ἐν Ἐπιδαύρῳ· καὶ ἄλλων πολλῶν τοιούτων φαί- νονται τάφοι. οὕτως προφανῶς τοῖς ὀρθῶς νοοῦσιν ἄνθρωποι γεγε- νῆσθαι ὡμολόγηνται. καὶ οἱ μὲν συνχρονοῦντες αὐτοῖς, ὑπαισθόμενοι αὐτοὺς θνητοὺς γεγονέναι, ἀμελέστερον αὐτοῖς ἀποθανοῦσιν προσεῖχον, ὁ δὲ πολὺς χρόνος δόξαν θεῶν αὐτοῖς περιέθηκεν. καὶ μὴ θαύμαζε εἰ οἱ κατὰ Ἀσκληπιὸν καὶ Ἡρακλέα γενόμενοι ἐξηπατήθησαν ἢ κατὰ ∆ιό- νυσον ἢ κατὰ ἄλλον τινὰ τῶν τότε, ὅπου καὶ Ἕκτορα ἐν Ἰλίῳ καὶ Ἀχιλ- λέα ἐν Λεύκῃ τῇ νήσῳ οἱ ἐκεῖ προσκυνοῦσιν, Πάτροκλον Ὀπούντιοι, τὸν Μακεδόνα Ἀλέξανδρον Ῥόδιοι. ἀλλὰ καὶ παρ' Aἰγυπτίοις ἔτι καὶ νῦν ἄνθρωπος ὡς θεὸς πρὸ τοῦ θανάτου προσκυνεῖται. καὶ τοῦτο μὲν ἧττόν ἐστιν ἀσέβημα ὅτι ζῶντος ἀνθρώπου θείας τιμὰς νομίζουσιν Aἰγύπ τιοι, ἀλλὰ τὸ πάντων γελοιότατον ὅτι καὶ πτηνὰ καὶ ἑρπετὰ καὶ ζῷα πάντα προσκυνοῦσιν. οὐδὲν γὰρ κρίσει νοοῦσιν ἢ ποιοῦσιν οἱ πολλοὶ τῶν ἀνθρώπων. τὸ δὲ πάντων αἴσχιστον ἰδέ μοι· τὸν ∆ία αὐτόν, ὃν[τα] πατέρα θεῶν τε καὶ ἀνθρώπων λέγουσιν, Λήδᾳ συνεσχηματισμένον [ὃν πολλοὶ δία] ἀναγράψαντες ἐν πίνακι δημοσίᾳ ἀνατιθέασιν. πρὸς δὲ τὴν ἐκδικίαν ταύ- της τῆς ὕβρεως ἤθελον εἰ τὸν τοῦ καιροῦ βασιλέα αὐτῶν γράψαν- τες ἐπὶ αἰσχρᾶς πλοκῆς, ὥσπερ ἐπὶ τοῦ ∆ιὸς τετολμήκασιν ποιῆσαι, οὕτω ποιήσαντες ἀνέθεσαν δημοσίᾳ, ἵνα κἂν ἀπὸ τῆς ὀργῆς τοῦ προσκαίρου βασιλέως (καὶ ταῦτα ἀνθρώπου ὄντος) μάθωσι κολασθέν- τες ὡς δεῖ τὴν δέουσαν ἀπονέμειν τιμήν. ταῦτα δέ σοι λέγω οὐχ ὡς αὐτὸς ἤδη ἐπιγνοὺς τὸν ὄντως θεόν, ἀλλ' εὐγνωμονῶν ὁμολογῶ· Eἰ καὶ τί θεὸς
τὰ πρῶτα τέσσαρα στοιχεῖα θεὸς εἶναι οὐ δύναται τὰ ὑπὸ ἄλλου γενό- μενα, οὐχ ἡ μίξις, οὐχ ἡ κρᾶσις, οὐχ ἡ γένεσις, οὐ τὸ πᾶν περιέχον ὁρα- τὸν κύτος οὐδὲ ἡ ἐν τῷ ᾅδῃ συρρέουσα ὑποστάθμη, οὐ τὸ ἐπιπολάζον ὕδωρ, οὐχ ἡ ζέουσα οὐσία, οὐχ ὁ ἐξ αὐτῆς μέχρι τῶν ἐνταῦθα διήκων ἀ»ρ. τά τε γὰρ στοιχεῖα τέσσαρα εἴτε ἀλλήλων διεστάλκει, ἄνευ τινὸς μεγάλου τεχνίτου μιγῆναι πρὸς ζσου γένεσιν οὐκ ἐδύνατο-εἴτε ἀεὶ ἀλλήλοις συνῆπτο, καὶ οὕτως ὑπὸ τεχνίτου νοῦ πρὸς τὸ οἰκεῖον τῶν τοῦ ζσου μελῶν καὶ μερῶν συναρμόζεται, ἵνα τὴν ἑκάστου πρὸς ἕκαστον ἀναλογίαν ἀποσσζειν δύνηται καὶ τὴν ἕξιν εὐπερίγραφον ἔχῃ καὶ τὰ ἔνδοθεν πάντα τὴν προσήκουσαν ἁρμονίαν λαμβάνῃ· ὁμοίως τε καὶ τοὺς οἰκείους τόπους ἑκάστου μετὰ πάσης εὐμορφίας ὁ τεχνίτης νοῦς ἀκριβοῖ. συνελὼν ἐρῶ· καὶ τὰ ἄλλα, ὅσα ποτὲ ζῷον δεῖ ἔχειν, οὐδὲν ἐνέλειπε τῷ μεγάλῳ τούτῳ ζσῳ τῆς ὅλης περιφορᾶς. οὕτως ἀνάγκη τινὰ εἶναι νοῦν ἀγέννητον τεχνίτην, ὃς τὰ στοιχεῖα ἢ διεστῶτα συνήγαγεν ἢ συνόντα ἀλλήλοις πρὸς ζσου γένεσιν τεχνικῶς ἐκέρασεν καὶ ἓν ἐκ πάν των ἔργον ἀπετέλεσεν· ἀδύνατον γὰρ ἄνευ τινὸς νοῦ μείζονος πάνυ σοφὸν ἔργον ἀποτελεῖσθαι. οὐδὲ μὴν ἔρως εἶναι δύναται πάντων τεχνίτης, οὐκ