1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

59

ἡμέραν καὶ καθ' ἑκάστην δείλην ἀπὸ παλαιοῦ τύπου κατήρχετο καὶ ἐκαθέζετο ἐν τῇ φιάλῃ (διὰ τοῦτο γὰρ καὶ ἐλέγετο πρωτοσπαθάριος τῆς φιάλης), καὶ τὰς ἀναμεταξὺ δίκας τῶν ἐλατῶν τῶν τε ἀγραρίων καὶ τῶν δρομωνίων, τῶν παρ' αὐτοῦ ἐξουσιαζομένων, ἔκρινεν καὶ κατὰ τὸ δίκαιον ἐδίκαζέν τε καὶ ἐδιοίκει. Καὶ ἡνίκα παρὰ τὸ δέον εὕρισκέν τινα ἢ ἐργαζόμενον ἤ τινα ἀδικοῦντα ἢ εἰς τὴν ἰδίαν δουλείαν βαγεύοντα, τοῦτον διὰ μαγγλαβίων σφοδρῶν ἐπεξήρχετο. Καὶ καθ' ὃν εἴρηται τρόπον, πάντες οἱ τῶν δρομωνίων ἐλάται καὶ οἱ τῶν τοῦ βασιλέως ἀγραρίων, τῶν τε ῥουσίων καὶ τῶν μαύρων, ὑπὸ τὴν χεῖρα καὶ τὴν ἐφορείαν ὑπῆρχον τοῦ πρωτοσπαθαρίου τῆς φιάλης. Τὰ δὲ τῆς αὐγούστης ἀγράρια, τά τε ῥούσια καὶ μαῦρα, ὑπὸ τὴν χεῖρα καὶ τὴν ἐφορείαν ὑπῆρχον τοῦ τῆς τραπέζης τῆς αὐγούστης, δηλονότι τὸν λόγον τῶν ἀγραρίων τούτων ποιοῦντος τοῦ τῆς τραπέζης οὐχὶ πρὸς τὴν αὐγοῦσταν, ἀλλὰ πρὸς τὸν βασιλέα. Ἐπὶ δὲ Λέοντος, τοῦ ἀοιδίμου καὶ σοφωτάτου βασιλέως, ἦν πρωτοσπαθάριος τῆς φιάλης ὁ πρωτοσπαθάριος Ἰωάννης, οὗ τὸ ἐπίκλην ὁ Θαλάσσων, καὶ μετ' αὐτὸν γέγονεν ὁ πρωτοσπαθάριος ὁ Ποδάρων, καὶ μετ' ἐκεῖνον ὁ πρωτοσπαθάριος Λέων ὁ Ἀρμένης, ὁ τοῦ πρωτοσπαθαρίου Ἀρσενίου καὶ μαγγλαβίτου πατήρ. Οὗτοι δέ, ὅ τε ὁ πρωτοσπαθάριος ὁ Ποδάρων καὶ ὁ πρωτοσπαθάριος Λέων ὁ Ἀρμένης, πρωτελάται γεγόνασιν τοῦ πατρικίου Νάσαρ καὶ δρουγγαρίου τοῦ πλωΐμου, καὶ ἐπὶ Βασιλείου, τοῦ φιλοχρίστου δεσπότου, ἀνῆξαν ἀπὸ τοῦ πλωΐμου, καὶ γεγόνασιν πρωτελάται τοῦ ἀγραρίου τοῦ βασιλέως, ἐπὶ δὲ τῆς βασιλείας Λέοντος, τοῦ ἀοιδίμου καὶ σοφωτάτου βασιλέως, ἡνίκα καὶ τὰ δρομώνια ἐποίησεν, διὰ τὴν ἀνδρείαν αὐτῶν καὶ τὴν ἐμπειρίαν τῆς θαλάσσης ἐποίησεν αὐτοὺς πρωτοκαράβους. Καὶ περιστάσεως γενομένης, εἰσήγαγεν ὁ βασιλεὺς τῶν δύο δρομωνίων τοὺς ἐλάτας μετὰ τῶν δύο πρωτοκαράβων τοῦ πρώτου δρομωνίου εἰς χελάνδια πλώϊμα, δοὺς αὐτοῖς ἐξόπλισιν πολλὴν καὶ ἀναγκαίαν, οἷον σκουτάρια, δόρκας, κλιβάνια κάλλιστα καὶ ἄλλα, ὅσα ἐπιδέονται πλώϊμοι στρατιῶται ἐπιφέρεσθαι, καὶ ἀνελάβετο αὐτοὺς ὁ πατρίκιος Εὐστάθιος καὶ δρουγγάριος τοῦ πλωΐμου μετὰ τοῦ βασιλικοῦ στόλου, καὶ ἀπῄει κατὰ τῶν ἐναντίων. Τοῦτο δὲ ὅλον ἐποίησεν ὁ βασιλεὺς διὰ τὸ ἀποβλέπειν τὸν πατρίκιον Εὐστάθιον καὶ δρουγγάριον τοῦ πλωΐμου πρὸς πόλεμον τῶν ἐναντίων. Καὶ ἀντ' ἐκείνων ἐκυβέρνα τὸ βασιλικὸν δρομώνιον Μιχαὴλ ὁ γέρων καὶ Μιχαὴλ ὁ συνετὸς ἐκεῖνος, ὄντων αὐτῶν τῷ τότε καιρῷ πρωτελατῶν. Οἱ δὲ ἐλαύνοντες εἰς τὰ δρομώνια ἕως τῆς ἐλεύσεως τῶν βασιλικῶν ἐλατῶν ὑπῆρχον Στενῖται ἐκ τῶν οὐσιῶν τοῦ Στενοῦ. Ὅτε δὲ ὑπέστρεψαν ἐκ τοῦ ταξιδίου, πάλιν ἦσαν εἰς τὴν ἰδίαν δουλείαν, καθὼς καὶ προϋπῆρχον. Τότε οἱονεὶ φιλοτιμούμενος ὁ βασιλεὺς τὸν πρωτοσπαθάριον τὸν Ποδάρωνα διὰ τὸ ἀνδραγαθῆσαι αὐτὸν καὶ εὐδοκιμῆσαι ὑπὲρ πάντας εἰς τὸν πόλεμον καὶ μαρτυρηθῆναι καὶ παρὰ τοῦ πατρικίου Εὐσταθίου καὶ δρουγγαρίου τοῦ πλωΐμου ἕτερον τοιοῦτον μὴ εἶναι εἰς τὸ πλώϊμον ἐπί τε ἀνδρείᾳ καὶ διεγέρσει καὶ ταῖς λοιπαῖς ἀρεταῖς καὶ μάλιστα τῇ πρὸς τὸν βασιλέα εὐνοίᾳ καὶ ὀρθῇ πίστει, δέδωκεν αὐτῷ καὶ τὴν ἐξουσίαν τοῦ πρωτοσπαθαρίου τῆς φιάλης. ∆ιὰ δὲ τὸ εἶναι αὐτὸν ἀγράμματον προστάξει τοῦ βασιλέως κατήρχετο κριτὴς ἀπὸ τοῦ ἱπποδρόμου, καὶ συνεκαθέζετο μετὰ αὐτοῦ ἐν τῇ φιάλῃ, καὶ ἔκρινεν τοὺς ἐλάτας. Τὰ δὲ αὐγουστιατικὰ ἀγράρια, καθὼς προείρηται, ἐπεκράτει ὁ τῆς τραπέζης τῆς αὐγούστης. Μετὰ τοῦτο δὲ προεβάλετο ὁ βασιλεὺς τόν τε Ποδάρωνα καὶ τὸν Λέοντα τὸν Ἀρμένην τοποτηρητὰς τοῦ βασιλικοῦ πλωΐμου, πρωτοκαράβους δὲ τοῦ δρομωνίου αὐτοῦ προεβάλετο τὸν Μιχαὴλ ἐκεῖνον τὸν γέροντα, πρωτελάτην τῷ τότε καιρῷ τοῦ δρομωνίου τυγχάνοντα, δευτεροελάτην δὲ γεγονότα τοῦ ἀγραρίου Βασιλείου, τοῦ φιλοχρίστου δεσπότου, καὶ τὸν ἕτερον Μιχαηλ, οὗ τὸ ἐπίκλην ὁ Βαρκαλᾶς, ὅστις ἦν πρότερον εἰς τὸ πλώϊμον πρωτελάτης τοῦ δρουγγαρίου Εὐσταθίου καὶ πατρικίου, ὅτε ἐπέρασεν τοὺς Τούρκους, καὶ κατεπολέμησεν τὸν Συμεών, τὸν ἄρχοντα Βουλγαρίας.