59
ἕκαστος τῶν λαϊκῶν περὶ ἑαυτοῦ ἀκουέτω λογιζόμενος, ὅτι εἴρηται ὑπὸ τοῦ Κυρίου· «Ὁ μὴ ὢν μετ' ἐμοῦ κατ' ἐμοῦ ἐστιν, καὶ ὁ μὴ συνάγων μετ' ἐμοῦ σκορπίζει.» Μὴ οὖν ἑαυτοὺς μέλη ὄντες τοῦ Χριστοῦ σκορπίζετε, μὴ συναθροιζόμενοι· Χριστὸν κεφαλὴν ἔχοντες κατὰ τὴν ἐπαγγελίαν αὐτοῦ συνόντα καὶ κοινωνοῦντα ὑμῖν, μὴ ἀμελεῖτε ἑαυτῶν μηδὲ ἀποστερεῖτε τὸν σωτῆρα τῶν οἰκείων μελῶν μηδὲ διαιρεῖτε τὸ σῶμα αὐτοῦ μηδὲ σκορπίζετε τὰ μέλη αὐτοῦ μηδὲ προκρίνετε τοῦ θείου λόγου τὰς βιωτικὰς χρείας, ἀλλ' ἑκάστης ἡμέρας συναθροίζεσθε ὄρθρου καὶ ἑσπέρας ψάλλοντες καὶ προσευχόμενοι ἐν τοῖς κυριακοῖς, ὄρθρου μὲν λέγοντες ψαλμὸν τὸν ξβ, ἑσπέρας δὲ τὸν ρμ. Μάλιστα δὲ ἐν τῇ ἡμέρᾳ τοῦ σαββάτου καὶ ἐν τῇ τοῦ Κυρίου ἀναστασίμῳ τῇ κυριακῇ σπουδαιοτέρως ἀπαντᾶτε, αἶνον ἀναπέμποντες τῷ Θεῷ τῷ ποιήσαντι τὰ ὅλα διὰ Ἰησοῦ καὶ αὐτὸν εἰς ἡμᾶς ἐξαποστείλαντι καὶ συγχωρήσαντι παθεῖν καὶ ἐκ νεκρῶν ἀναστήσαντι. Ἐπεὶ τί ἀπολογήσεται τῷ Θεῷ ὁ μὴ συνερχόμενος ἐν τῇδε τῇ ἡμέρᾳ ἀκούειν τοῦ σωτηρίου περὶ τῆς ἀναστάσεως λόγου; Ἐν ᾗ καὶ τρεῖς εὐχὰς ἑστῶτες ἐπιτελοῦμεν μνήμης χάριν τοῦ διὰ τριῶν ἀναστάντος ἡμερῶν, ἐν ᾗ Προφητῶν ἀναγνώσεις καὶ Eὐαγ γελίων κηρυκία καὶ θυσίας ἀναφορὰ καὶ τροφῆς ἱερᾶς δωρεά. Πῶς δὲ οὐ πολέμιος Θεοῦ ὁ περὶ τὰ πρόσκαιρα μὲν νύκτα καὶ μεθ' ἡμέραν σπουδάζων, τῶν δὲ αἰωνίων ἀμελῶν; Καὶ λουτρῶν μὲν καὶ προσκαίρου τροφῆς ἑκάστης μεταποιούμενος, τῶν δὲ ἀεὶ παραμενόντων οὐκ ἐπιστρεφό μενος; Πῶς δὲ οὐχὶ καὶ νῦν ἐρεῖ τῷ τοιούτῳ ὁ Κύριος· «Ἐδικαιώθη ὑπὲρ ὑμᾶς τὰ ἔθνη», ὥσπερ καὶ τὴν Ἱερου σαλὴμ ὀνειδίζων ἔλεγεν· «Ἐδικαιώθη Σόδομα ἐκ σοῦ;» Eἰ γὰρ τὰ ἔθνη ἐξ ὕπνου αὐτῶν καθ' ἡμέραν ἀναστάντα τρέχει ἐπὶ τὰ εἴδωλα τοῦ λατρεύειν αὐτοῖς, καὶ πρὸ παντὸς ἔργου καὶ πάσης πράξεως πρῶτον αὐτοῖς προσεύχονται, καὶ ἐν ταῖς ἑορταῖς καὶ ἐν ταῖς πανηγύρεσιν αὐτῶν οὐκ ἀφυστεροῦσιν, ἀλλὰ σχολάζουσιν, οὐχ οἱ τοπικοὶ μόνον, ἀλλὰ καὶ οἱ πόρρωθεν οἰκοῦντες, καὶ ἐν τοῖς θεάτροις αὐτῶν ὡς ἐν συναγωγῇ πάντες συνέρχονται. Ὁμοίως καὶ οἱ μάτην λεγόμενοι Ἰουδαῖοι καθ' ἓξ ἡμέρας ἀργοῦντες τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ συνίασιν εἰς τὴν συναγωγὴν αὐτῶν, οὐδέποτε παραφίοντες ἢ παραμελοῦντες οὔτε τῆς ἀργίας αὐτῶν οὔτε τῆς συναγωγῆς αὐτῶν, οἱ τῆς δυνάμεως τοῦ Λόγου ἐν τῇ ἀπιστίᾳ αὐτῶν κενωθέντες, προσέτι δὲ καὶ οὗ ὀνόματος ἑαυτοὺς καλοῦσιν Ἰούδα·