Commentarius in Isaiam prophetam ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
{1ΛΟΓΟΣ Γʹ}1 9Λαός μου, οἱ πράκτορες ὑμῶν καλαμῶνται ὑμᾶς, καὶ οἱ ἀπαιτοῦντες κυριεύουσιν ὑμῶν.9
ἠθέλησαν τὸν νό- μον Κυρίου Σαβαὼθ, παρώτρυναν δὲ καὶ τὸ λόγιον τοῦ ἁγίου Ἰσραὴλ, τοῦτ' ἔστι, Χριστοῦ· Ἐθυμώθη, φησὶν, ὀργῇ, καὶ ἐπάταξεν αὐτοὺς, καὶ παρωξύνθη τὰ ὄρη. Καὶ ποῖά φησιν ἐν τούτοις ὄρη; ἢ δηλονότι τὰς Ῥωμαίων ἀρχὰς, διά τοι τὸ ἐν δόξῃ περιφανεῖ, καὶ τὸ ἐν ἀξιώμασιν ἐπηρμένον; Ἀπὸ δὲ τοῦ παρ- οξυνθῆναι τὰ ὄρη, γέγονεν αὐτῶν ὡς κοπρία τὰ θνη- σιμαῖα, τοῦτ' ἔστιν, οἱ ἐκ τοῦ πολέμου νεκροὶ, διεῤ- ῥιμμένοι πανταχῆ, καὶ τάχα που κείμενοι σωρηδὸν, καὶ πᾶσαν αὐτῶν πιμπλάντες τὴν χώραν. Καὶ ἑτέρως δὲ κατὰ τῶν παροτρυνόντων διὰ τῆς ἀπειθείας τὸν τῶν ὅλων Σωτῆρα Θεόν. Παροτρύνονται γὰρ ὄρη τὰ νοητὰ, τοῦτ' ἔστιν, ἀρχαὶ καὶ ἐξουσίαι, καὶ οἱ κο- σμοκράτορες τοῦ σκότους τούτου. Οὗ δὴ γεγονότος, πᾶσά πως ἀνάγκη τὸν ψυχῆς ὑπομεῖναι θάνατον τοὺς ὑπενηνεγμένους αὐτοῖς. Ἐπικουροῦντος μὲν γὰρ τοῦ πάντα ἰσχύοντος Θεοῦ, κἂν παροτρύνηται καθ' ἡμῶν τὰ ὄρη, λόγος αὐτῶν οὐδείς. Γέγραπται γὰρ, ὅτι Παρεμβαλεῖ ἄγγελος Κυρίου κύκλῳ τῶν φο- βουμένων αὐτὸν, καὶ ῥύσεται αὐτούς. Ἀφιστάντος δὲ τὴν χεῖρα, καὶ οὐκ ἔτι σώζειν ἀνεχομένου, τὸ τηνικάδε κεισόμεθα, καὶ κοπρίων δίκην ὑπὸ πόδας τῶν ἐχθρῶν ἐσόμεθα. 9Ἐπὶ πᾶσι τούτοις οὐκ ἀπεστράφη ὁ θυμὸς, ἀλλ' ἔτι ἡ χεὶρ ὑψηλή. Τοιγαροῦν ἀρεῖ σύσ- σημον ἐν τοῖς ἔθνεσι τοῖς μακρὰν, καὶ συριεῖ αὐτοῖς ἀπ' ἄκρου τῆς γῆς. Καὶ ἰδοὺ ταχὺ κού- φως ἔρχονται· οὐ πεινάσουσιν, οὐδὲ κοπιάσου- σιν, οὐδὲ νυστάξουσιν, οὐδὲ κοιμηθήσονται, οὐδὲ μὴ λύσωσι τὰς ζώνας αὐτῶν ἀπὸ τῆς ὀσφύος αὐτῶν, οὐδ' οὐ μὴ ῥαγῶσιν οἱ ἱμάντες τῶν 70.168 ὑποδημάτων αὐτῶν, ὧν τὰ βέλη ὀξέα ἐστὶ, καὶ τὰ τόξα αὐτῶν ἐντεταμένα. Οἱ πόδες τῶν ἵππων αὐτῶν ὡς στερεὰ πέτρα ἐλογίσθησαν· οἱ τροχοὶ τῶν ἁρμάτων αὐτῶν ὡς καταιγίς. Ὁρμῶσιν ὡς λέοντες, καὶ παρεστήκασιν ὡς σκύμνος λέοντος. Καὶ ἐπιλήψεται, καὶ βοήσεται ὡς θηρίον, καὶ ἐκβαλεῖ, καὶ οὐκ ἔσται ὁ ῥυόμενος. Καὶ βοή- σεται δι' αὐτοὺς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ὡς φωνὴ θαλάσσης κυμαινούσης, καὶ ἐμβλέψονται εἰς γῆν, καὶ ἰδοὺ σκότος σκληρὸν ἐν τῇ ἀπορίᾳ αὐτῶν.9 Ὅτι μὴ μέχρι τούτων τὰ τῆς ἐπ' αὐτοῖς ὀργῆς μετρηθήσεται παρὰ τοῦ τὰ δίκαια κρίνοντος, προβή- σεται δὲ καὶ ἐπέκεινα, σαφηνιεῖ τὸ προκείμενον. Καί- τοι γὰρ ἀγρίως πεπορθημένοι, λιμῷ τε καὶ δίψει πεπι- εσμένοι, καὶ ταῖς τοῦ πολέμου συμφοραῖς ἐναλόντες οἱ δείλαιοι, μεμενήκασιν ἐν ἀποστροφῇ Θεοῦ, καὶ οὐκ ἔξω γεγόνασι τῆς ὀργῆς. Τοῦτο γὰρ, οἶμαι, σημαίνει λέγων τὸ, Ἔτι ἡ χεὶρ ὑψηλὴ, ὅτι πλήττουσα τοὺς ἡμαρ- τηκότας. Ὑψοῦ γὰρ ἀεί πως ἡ τοῦ παίοντος αἴρεται χείρ. Εἶτα τίς ἢ πόσος ὁ τῶν ὀρῶν ἔσται παροξυ- σμὸς, τίνες δὲ καὶ οἱ τοῖς ἐκείνων ὑπηρετησόμενοι θυμοῖς, καὶ μεθ' ὅσης ἥξουσιν ἀνδρείας τε καὶ εὐτολ- μίας, καὶ τῆς εἰς ἀνθρώπους ἀήθους ὠμότητος, ἐμφανίζει λέγων· "6Τοιγαροῦν ἀρεῖ σύσσημον ἐν τοῖς ἔθνεσι τοῖς μακράν."6 Οὐ γὰρ ὅμοροι καὶ γείτονες τῆς Ἰουδαίων χώρας οἱ ταύτην ἠρημωκότες καὶ κατεμπρήσαντες τὰ Ἱεροσόλυμα, καὶ ἁπάσας δὲ τὰς τῶν Ἰουδαίων πόλεις, ἀλλ' ἐκ χωρῶν τῶν μακρὰν, καὶ ἐξ ἁπάσης τῆς γῆς συναγηγερμένοι. Πλεῖστοι γὰρ λίαν· μᾶλλον δὲ τάχα που καὶ ἀριθμοῦ κρείττο- νες καὶ οἱ συνασπίζοντες Οὐεσπασιανῷ τε καὶ Τίτῳ. Σύσσημον δὲ δοθήσεται, φησὶν, ὡς ἐν καιρῷ πολέμου καὶ μάχης. Ἔθος γὰρ τοῖς στρατηγοῖς ἐξοπλίζειν μέλλουσιν εἰς παράταξιν τὴν ὑπὸ χεῖρα πληθὺν, σύσσημα διδόναι, τὰς καλουμένας σημαίας αἴροντας ὑψοῦ. Ὧν καὶ ὁ προφήτης Ἡσαΐας διαμέμνηται λέ-γων· Καταληφθήσεται, ὡς ἱστὸς ἐπ' ὄρους, καὶ ὡς σημαίαν φέρων ἐπὶ βουνοῦ. Ἱστοὺς γὰρ ἱστάντες ἐν ὑψηλοῖς γηλόφοις, ἢ ὀρθοῦσιν, ἢ κατακλίνουσιν, ἢ καὶ ἀπαρτῶσί τινα πρὸς ἃ βλέπει τὸ μάχιμον. Εἶδεν δὲ οὕτω τοῦ στρατηγοῦ τί τὸ δοκοῦν. Αἴρει τοιγαροῦν τὸ σύσσημον, φησὶ, καὶ συριεῖ αὐτοῖς. ∆έχεται δὲ καὶ τοῦτο πάλιν, ὡς ἀπό γε τῆς συνηθείας τῆς ἐπὶ τῶν μυιῶν. Ἐν ἔθει γάρ πώς ἐστι τοῖς μελισσοκό- μοις συρίζειν αὐταῖς· οὕτω τε τῶν σίμβλων ἀποφέ- ρειν εἰς ἄνθη καὶ πόας, καὶ μὴν καὶ ἀνακομίζειν ἐξ ἀγρῶν, οἴκοι τε αὐτὰς ἐναυλίζεσθαι ποιεῖν. Συ- ριεῖ τοίνυν, φησίν. Οἱ δὲ ἀφίξονται πτηνοί τε καὶ κοῦφοι, λιμοῦ μὲν ὀλίγα πεφροντικότες, οὐ δεδιότες δὲ