Expositio in Psalmos ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
Εἰς τὸ τέλος, ἐν ὕμνοις. Ψαλμὸς ᾠδῆς τῷ ∆αβίδ. (A f. 20.) Τὸν μὲν τρίτον
Τῷ Κυρίῳ ὑπὲρ τῶν λόγων Χουσὶ υἱοῦ Ἰεμενεί. (A f. 3 b) Σὺ δέ μοι ὅρα, ὅτι σε
ΨΑΛΜΟΣ ΙΘʹ. Ἐπακούσαι σου Κύριος ἐν ἡμέρᾳ θλίψεως. (A f. 116 b.) Ἀεὶ τῶν ἁγίων τέταται
Κρῖνόν με, Κύριε, ὅτι ἐγὼ ἐν ἀκακίᾳ μου ἐπορεύθην. (A f. 141) Τὸ μέν τοι
Μέγας Κύριος, καὶ αἰνετὸς σφόδρα ἐν πόλει τοῦ Θεοῦ ἡμῶν, ἐν ὄρει ἀγίῳ
κοιλάδες χρηματίζουσιν; Ὅτι τῶν νοητῶν ὀρῶν, δηλαδὴ τῶν προφητῶν, τὸ ὕδωρ ἀποδέχονται.
Εἶπα τοῖς παρανομοῦσι, μὴ παρανομεῖν, καὶ τοῖς ἁμαρτάνουσι· Μὴ ὑψοῦτε
Πρὸς σὲ κεκράξομαι ὅλην τὴν ἡμέραν. (E f. 177, K f. 159 b) Τὸ ὅλην τὴν
[Καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου. Νοητὸς δέ που πάντως ὁ τοιοῦτός
ἰσάμιλλά τε καὶ ἰσοπαλῆ δωρή ματα, τό τε εἰσακοῦσαί φημι τὸν Θεὸν τῆς δικαίων εὐχῆς, καὶ τὸ ἀπαλλάττειν αὐτοὺς οὐκ ἐκ μιᾶς ἁπλῶς, ἀλλ' ἐξ ἁπάσης θλίψεως, αἵπερ ἂν αὐτοῖς συμβαίνουσιν. Ὀνίνησι δὲ διὰ τούτου σφόδρα. Καθ ίστησι γὰρ εἰς ἀγαθουργίαν εὐτολμωτάτως καὶ νεα νικῶς, οὐ παρέργως ἰόντας εἰς τοῦτο, οὔτε μὴν ἀτη μελῶς καὶ ῥᾳθύμως, ἀλλὰ σπουδῆς τῆς προθυμοτά της ἀξιοῦντας τὸ σῶμα, καὶ πρὸς ἔφεσιν ἀναβαίνον τας τοῦ χρῆναι τληπαθεῖν ὑπέρ γε τοῦ κατορθοῦν ἅπερ ἂν ἀρέσκει Θεῷ.] Ἐκ πασῶν τῶν θλίψεων ἐῤῥύσατο αὐτούς. (C f. 71 b) Οὐκ ἐκ μιᾶς ἀλλ' ἐξ ἁπάσης αὐτῶν θλίψεως αὐτοὺς ἐῤῥύσατο. Καθίστησι γὰρ εἰς ἀγαθ ουργίαν εὐτολμωτάτους, πρὸς ἔφεσιν ἀναβαίνοντας τοῦ τληπαθεῖν. Ἐγγὺς ὁ Κύριος. (C f. 71 b) Πειρᾶται ἐνταῦθα δεικνύειν, ὅτι οὐκ ἄπεστι τῶν ἁγίων ὁ Θεὸς, σύνεστι δὲ μᾶλλον αὐτοῖς διαπαντός. "Θεὸς γὰρ ἐγγίζων ἐγώ εἰμι," λέγει. Πολλαὶ αἱ θλίψεις τῶν δικαίων. (C f. 71 b) Ἀεὶ οἱ τῶν φαύλων ἐργάται τοὺς ὀδόντας ἐπιτρίζουσι τοῖς εὐαγγελικὴν κατορθοῦσι 69.893 ζωὴν, καὶ θηριοπρεπῶς ἐπιμαίνονται. Παροτρύνει δὲ καὶ ὁ Σατανᾶς κατασωρεύειν τὰς τῶν ἁγίων θλί ψεις· πλὴν ἐξ αὐτῶν ῥύσεται αὐτοὺς ὁ Κύριος. Φυλάσσει Κύριος πάντα τὰ ὀστᾶ αὐτῶν. (C f. 71 b) Ὀστᾶ τὰς τῆς ψυχῆς δυνάμεις λέγει, τὰς ἐπὶ παντὶ πράγματι καλῷ τε καὶ ἀγαθῷ. Ὡς γὰρ ὀστῶν δίχα τῶν αἰσθητῶν, οὐκ ἂν συσταίη τὸ ἀνθρώπινον σῶμα, οὕτως οὐδ' ἀνθρώπου ψυχὴ κα τορθώσειέ τι τῶν ἀγαθῶν, μὴ τὰς ἑαυτῆς ἐνεργείας ἐῤῥωμένας ἔχουσα, καὶ κατ' οὐδένα τρόπον συντε θραυσμένας. (B f. 112) Ἐν μὲν τοῖς φιλαμαρτήμοσιν καὶ φιλ ηδόνοις καὶ ταῖς τοῦ παρόντος βίου τύρβαις ἐνειλημ μένοις [καὶ] συντετριμμένοις, πῶς ἔστιν ἤδη τὰ τῆς ψυχῆς ὀστᾶ; Τὰ δέ γε τῶν ἁγίων ὁ Κύριος φυ λάττει, ὡς μηδ' ὁτιοῦν ἐξ αὐτῶν ὑπομεῖναί τινα συντριβήν· ἢ τῆς τοῦ διαβόλου σκαιότητος ἐπενε χθείσης αὐτοῖς, ἢ ἀνθρώπων πονηρῶν κατεξανιστάν των αὐτοῖς θορύβους καὶ περιστάσεις καὶ διωγμούς. "Οὐαὶ γὰρ τῷ κόσμῳ, φησὶν ὁ Σωτὴρ, ἀπὸ τῶν σκανδάλων· ἀνάγκη γὰρ τοῦ ἐλθεῖν τὰ σκάνδαλα." Καὶ οὐ μὴ πλημμελήσουσι πάντες οἱ ἐλπίζοντες ἐπ' αὐτόν. (B f. 112 b, C f. 71 b) Τὸ μηδ' ὅλως πλημμελεῖν, οὐδενὶ τῶν ἐπὶ γῆς ἁρμόσειεν ἄν· "Πολλὰ γὰρ πταίο μεν ἅπαντες·" καὶ, "Ἀπὸ ῥύπου καθαρὸς οὐδεὶς, οὐδ' ἂν μία ἡμέρα ᾖ ὁ βίος αὐτοῦ ἐπὶ τῆς γῆς." Τετήρη ται δὲ μόνῳ τῷ πάντων Σωτῆρι Χριστῷ· Θεὸς γὰρ ἦν ἐν εἴδει τῷ καθ' ἡμᾶς. Ἔξω γε μὴν καὶ ἡμεῖς ἐσόμεθα τοῦ πλημμελεῖν, παραιτούμενοι τὰ φορτικὰ καὶ δύσοιστα καὶ πρὸς θάνατον ἄγοντα τῶν πλημμε λημάτων. Οὐ γὰρ πᾶσα ἁμαρτία πρὸς θάνατον (cod. b. αδδιτ κατὰ τὴν ἁγίου φωνήν).
ΨΑΛΜΟΣ Λ∆ʹ.
[∆ίκασον, Κύριε. ∆ικάζεται πρὸς τοὺς Ἰουδαίους ὁ τῶν ὅλων κρι τὴς, καὶ
οἷόν τινα μεσίτην τοῦ πράγματος γενέσθαι βούλεται τὸν ἐν τοῖς οὐρανοῖς Πατέρα καὶ Θεόν. Ἀλλ' ὅ γε θεσπέσιος ∆αβὶδ δύσσοον ἀληθῶς τὸ χρῆμα εἰδὼς, προσέπιπτε Θεῷ λέγων· "Μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου." Νικᾷ γὰρ κρινόμενος, καὶ πε ριέσται ῥᾳδίως τῶν ἐγκαλουμένων, ἐνόχους ὄντας ἀποδεικνύς. Οἱ δὲ δὴ Χριστὸν ἀδικήσαντες, νοηθεῖεν ἂν, ὡς ἔφην, τῶν Ἰουδαίων οἱ δῆμοι. Ἀπέστειλεν μὲν γὰρ τὸν Υἱὸν ὁ Πατὴρ μετὰ τοὺς οἰκέτας, αἰτή σοντα παρ' αὐτῶν τοὺς τοῦ ἀμπελῶνος καρπούς· οἱ δὲ καίτοι τὸν κληρονόμον ἰδόντες, πονηρὰ ἀντὶ ἀγα θῶν ἀπεδώκασιν αὐτῷ.] Πολέμησον τοὺς πολεμοῦντάς με. (B f. 113) Ἄθρει δὴ οὖν ὅπως πεπολεμήκασιν αὐ τῷ, καὶ τοῦ εἶναι Θεὸν, καὶ Υἱὸν Θεοῦ, τό γε ἧκον εἰς αὐτοὺς, ἐκπέμποντες. Καὶ πρὸς τούτοις ἕτι τῶν 69.896 ὑπερόγκων θαυμάτων ἀποτελεστὴν ὁρῶντες αὐτὸν διασύρειν ἀπετόλμων Ἐν Βεελζεβοὺλ, λέγοντες, ἄρ χοντι τῶν δαιμόνων ἐκβάλλει τὰ δαιμόνια. Καὶ οὔτε πιστεύειν ἤθελον αὐτοὶ, γεγόνασι δὲ καὶ