1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

59

προσειπόντες Ἥφαιστον ἀνθρωποειδὲς μὲν αὐτοῦ τὸ ἄγαλμα πεποιήκασιν, πῖλον δὲ περιέθεσαν κυάνεον τῆς οὐρανίου σύμβολον περιφορᾶς, ἔνθα τοῦ πυρὸς τὸ ἀρχοειδές τε καὶ ἀκραιφνέστατον. τὸ δ' εἰς γῆν κατενεχθὲν ἐξ οὐρανοῦ πῦρ ἀτονώτερον δεόμενόν τε στηρίγματος καὶ βάσεως τῆς ἐφ' ὕλης· 3.11.24 διὸ χωλεύει, ὕλης δεόμενον εἰς ὑπέρεισμα. καὶ ἡλίου δὲ τὴν τοιάνδε δύναμιν ὑπολαβόντες Ἀπόλλωνα προσεῖπον, ἀπὸ τῆς τῶν ἀκτίνων αὐτοῦ πάλσεως. ἐννέα δὲ ἐπᾴδουσαι αὐτῷ Μοῦσαι· ἥ τε ὑποσελήνιος σφαῖρα καὶ ἑπτὰ πλανητῶν καὶ μία ἡ τῆς ἀπλανοῦς. περιέθεσαν δὲ αὐτῷ τὴν δάφνην, τοῦτο μὲν ὅτι πυρὸς πλῆρες τὸ φυτὸν καὶ διὰ τοῦτο ἀπεχθὲς δαίμοσιν, τοῦτο δὲ ὅτι λάλον καιό3.11.25 μενον, εἰς παράστασιν τοῦ προφητεύειν τὸν θεόν. καθὸ δὲ ἀπαλεξίκακός ἐστι τῶν ἐπιγείων ὁ ἥλιος, Ἡρακλέα αὐτὸν προσεῖπον, ἐκ τοῦ κλᾶσθαι πρὸς τὸν ἀέρα ἀπ' ἀνατολῆς εἰς δύσιν ἰόντα. δώδεκα δ' ἄθλους ἐκμοχθεῖν ἐμυθολό γησαν, τῆς κατὰ τὸν οὐρανὸν διαιρέσεως τῶν ζῳδίων τὸ σύμβολον ἐπιφημίσαντες· ῥόπαλον δὲ αὐτῷ καὶ λεοντῆν περιέθεσαν, τὸ μὲν τῆς ἀνωμαλίας μή3.11.26 νυμα, τὸ δὲ τῆς κατὰ τὸ ζῴδιον ἐμφανιστικὸν ἰσχύος. τῆς δὲ σωστικῆς αὐτοῦ δυνάμεως Ἀσκληπιὸς τὸ σύμβολον· ᾧ τὸ μὲν βάκτρον δεδώκασι τῆς τῶν καμνόντων ὑπερείσεως καὶ ἀναστάσεως, ὁ δὲ ὄφις περισπειρᾶται τῆς περὶ τὸ σῶμα καὶ τὴν ψυχὴν σωτηρίας φέρων σημεῖον· πνευματικώτατον γὰρ τὸ ζῷόν ἐστι καὶ τὴν ἀσθένειαν τοῦ σώματος ἀποδύεται. δοκεῖ δὲ καὶ ἰατρικώτατον εἶναι· τῆς γὰρ ὀξυδορκίας εὗρε τὸ φάρμακον καὶ μυθεύεται τῆς ἀναβιώσεως 3.11.27 εἰδέναι τινὰ βοτάνην. τῆς δ' αὖ χορευτικῆς τε καὶ ἐγκυκλίου κινήσεως, καθ' ἣν τοὺς καρποὺς πεπαίνει, ἡ πυρὸς δύναμις ∆ιόνυσος κέκληται ἑτέρως <ἢ> ἡ τῶν ὑγροποιῶν καρπῶν δύναμις, ἢ παρὰ τὸ δινεῖν ἢ διανύειν τὸν ἥλιον τὴν κατὰ τὸν οὐρανὸν περιφοράν. ᾗ δὲ περὶ τὰς ὥρας τοῦ κόσμου περιπολεῖ καὶ χρόνων 3.11.28 ἐστὶ ποιητικὸς καὶ καιρῶν ὁ ἥλιος, Ὧρος κατὰ τοῦτο κέκληται. τῆς δ' αὖ γεωργικῆς αὐτοῦ δυνάμεως, καθ' ἣν αἱ δόσεις τοῦ πλούτου, σύμβολον ὁ Πλούτων. ὁμοίως μέντοι καὶ φθαρτικὴν ἔχει δύναμιν, διὸ τῷ Πλούτωνι συνοικίζουσι τὸν Σάραπιν, τοῦ μὲν δεδυκότος ὑπὸ γῆν φωτὸς τὸν πορφυροῦν χιτῶνα ποιούμενοι σύμβολον, τὸ δὲ ἠκρωτηριασμένον σκῆπτρον τῆς κάτω δυνάμεως τό 3.11.29 τε σχῆμα τῆς χειρὸς τοῦ μεταχωρεῖν εἰς τὸ ἀφανές. ὁ δὲ Κέρβερος τρικέφαλος 3.11.30 μέν, ὅτι τρεῖς αἱ ἄνω χῶραι ἡλίου, ἀνατολή, μεσημβρία, δύσις. τὴν δὲ σελήνην παρὰ τὸ σέλας ὑπολαβόντες Ἄρτεμιν προσηγόρευσαν, οἷον ἀερότεμιν· Λοχεία τε ἡ Ἄρτεμις, καίπερ οὖσα παρθένος, ὅτι ἡ τῆς νουμηνίας δύναμις προσθετικὴ 3.11.31 εἰς τὸ τίκτειν. ὅπερ δὲ Ἀπόλλων ἐν ἡλίῳ, τοῦτο Ἀθηνᾶ ἐν σελήνῃ· ἔστι 3.11.32 γὰρ τῆς φρονήσεως σύμβολον, Ἀθρηνᾶ τις οὖσα. Ἑκάτη δὲ ἡ σελήνη πάλιν, τῆς περὶ αὐτὴν μετασχηματίσεως καὶ κατὰ τοὺς σχηματισμοὺς δυνάμεως· διὸ τρίμορφος ἡ δύναμις, τῆς μὲν νουμηνίας φέρουσα τὴν λευχείμονα καὶ χρυσοσάνδαλον καὶ τὰς λαμπάδας ἡμμένας· ὁ δὲ κάλαθος, ὃν ἐπὶ τοῖς μετεώροις φέρει, τῆς τῶν καρπῶν κατεργασίας, οὓς ἀνατρέφει κατὰ τὴν τοῦ φωτὸς παραύξησιν· 3.11.33 τῆς δ' αὖ πανσελήνου ἡ χαλκοσάνδαλος σύμβολον. ἢ καὶ ἐκ μὲν τοῦ κλάδου τῆς δάφνης λάβοι ἄν τις αὐτῆς τὸ ἔμπυρον, ἐκ δὲ τοῦ μήκωνος τὸ γόνιμον καὶ τὸ πλῆθος τῶν εἰσοικιζομένων εἰς αὐτὴν ψυχῶν ὥσπερ εἰς πόλιν, ὅτι πόλεως ὁ μήκων σύμβολον. καὶ Εἰλείθυια δὲ ἡ αὐτή, τῆς γεννητικῆς δυνάμεως σύμβο3.11.34 λον· τόξα δὲ φέρει καθάπερ ἡ Ἄρτεμις διὰ τὴν τῶν ὠδίνων ὀξύτητα. πάλιν δ' αὖ αἱ Μοῖραι ἐπὶ τὰς δυνάμεις αὐτῆς ἀναφέρονται· ἡ μὲν Κλωθὼ ἐπὶ τὴν γεννητικήν, Λάχεσις δὲ ἐπὶ τὴν θρεπτικήν, Ἄτροπος δὲ ἡ κατὰ τὸ ἀπαραίτητον 3.11.35 τοῦ θεοῦ. συνοικίζουσι δὲ αὐτῇ καὶ τὴν τῶν καρπῶν γεννητικὴν δύναμιν, ἥπερ ἐστὶ ∆ημήτηρ, δύναμιν ἐμποιοῦσαν αὐτῇ. καὶ ἔστι συνεκτικὴ τῆς Κόρης ἡ σελήνη. προσοικίζουσι δὲ καὶ τὸν ∆ιόνυσον διά τε τὴν τῶν κεράτων ἔκφυσιν 3.11.36 καὶ διὰ τὸν τῶν νεφῶν τόπον τὸν ὑποκείμενον τοῖς κάτω μέρεσιν. τὴν δὲ τοῦ Κρόνου δύναμιν νωχελῆ καὶ βραδεῖαν καὶ ψυχρὰν