1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

59

Καϊνᾶν τῷ χκεʹ ἔτει τοῦ κό σμου, τ ζεʹ τοῦ Σήθ, καὶ ἐπέζησεν ἔτη ψιεʹ ἕως τοῦ ατμʹ κοσμικοῦ ἔτους. τούτου τῷ υ ζεʹ ἔτει Ἀδὰμ ἀπέθανε, τῷ δὲ ψζʹ αὐτοῦ ὁ Σήθ. Καϊνᾶν γενόμενος ἐτῶν ροʹ ἐγέννησε τὸν Μαλελεὴλ τῷ ψ ζεʹ ἔτει τοῦ κόσμου, φξεʹ ἔτους Σήθ, τξʹ δὲ τοῦ Ἐνώς· καὶ ἐπέζησεν ἔτη ψμʹ ἕως τοῦ αφλεʹ κοσμικοῦ ἔτους. τούτου τῷ τεʹ ἔτει Ἀδὰμ ἀπέθανε, τῷ δὲ φιζʹ αὐτοῦ ὁ Σήθ, τῷ δὲ ψιεʹ αὐτοῦ ὁ Ἐνώς. Μαλελεὴλ γενόμενος ἐτῶν ρξεʹ ἐγέννησε τὸν Ἰάρεδ τῷ Ϡξʹ ἔτει τοῦ κόσμου, ψλʹ τοῦ Σήθ, φκεʹ τοῦ Ἐνώς, τλεʹ τοῦ Καϊνᾶν, καὶ ἐπέζησεν ἔτη ψλʹ ἕως αχ ζʹ κοσμικοῦ ἔτους. τούτου τῷ ρλεʹ ἔτει Ἀδὰμ ἀπέθανε, τῷ δὲ τμζʹ αὐτοῦ ὁ Σήθ, καὶ τῷ φμεʹ τοῦ αὐτοῦ Μαλελεὴλ ὁ Ἐνώς· τῷ δὲ ψμʹ αὐτοῦ ἔτει Καϊνᾶν ὁ πατὴρ αὐτοῦ. Ἰάρεδ γενόμενος ἐτῶν ρξβʹ ἐγέννησε τὸν Ἐνώχ, τῷ δὲ αρκβʹ ἔτει τοῦ κόσμου, ὅπερ ἦν τοῦ μὲν Σὴθ ω ζβʹ, τοῦ δὲ Ἐνὼς χπζʹ, τοῦ δὲ Καϊνᾶν υ ζζʹ, τοῦ δὲ Μαλελεὴλ τκζʹ. ὁ αὐτὸς δὲ Ἰάρεδ ἐπέζησεν ἔτη ωʹ ἕως τοῦ α Ϡκβʹ ἔτους τοῦ κόσμου. τοῦ δὲ αὐτοῦ Ἰάρεδ ἔτει ρπβʹ Σὴθ ἀπέθανεν, Ἐνὼς δὲ τῷ τπʹ, Καϊνᾶν δὲ φοεʹ αὐτοῦ Ἰάρεδ· Μαλελεὴλ δὲ ὁ πατὴρ αὐτοῦ τῷ ψλʹ τοῦ Ἰάρεδ ἔτει θνήσκει. Ἐνὼχ γενόμενος ἐτῶν ρξεʹ ἐγέννησε τὸν Μαθουσάλα τῷ ασπζʹ ἔτει τοῦ κόσμου. τούτου, φημὶ δὴ τοῦ Ἐνώχ, ἔτει κʹ Σὴθ ἀπέθανεν. ἦν δὲ τοῦ μὲν Ἐνὼς ἔτος, καθ' ὃ ὁ Ἐνὼχ ἐγέννησε τὸν Μαθουσάλα, ωνβʹ, τοῦ δὲ Καϊνᾶν χξβʹ, τοῦ δὲ Μαλελεὴλ υ ζβʹ, τοῦ δὲ Ἰάρεδ τκζʹ. οὗτος ὁ Ἐνὼχἐπέζησε μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Μαθουσάλα ὁρώμενος ὑπὸ τῶν τηνι καῦτα ἀνθρώπων ἔτη ςʹ, καὶ εὐαρεστήσας τῷ θεῷ μετετέθη καὶ οὐχ εὑρί σκετο. μετετέθη δὲ τῷ αυπζʹ ἔτει τοῦ κόσμου. τῷ οὖν κʹ ἔτει αὐτοῦ, ὡς προείρηται, Σὴθ μετήλλαξε. τῷ δὲ σιηʹ ἔτει αὐτοῦ Ἐνὼχ ἀπέθανεν Ἐνώς. Μαθουσάλα γενόμενος ἐτῶν ρξζʹ ἐγέννησε τὸν Λάμεχ τῷ αυνδʹ ἔτει τοῦ κόσμου, ὅπερ ἦν τοῦ μὲν Καϊνᾶν ἔτος ωκθʹ, τοῦ δὲ Μαλελεὴλ χνθʹ, τοῦ δὲ Ἰάρεδ ἔτος υ ζδʹ, τοῦ δὲ Ἐνὼχ τλβʹ ἔτος. ὁ δ' αὐτὸς Μαθουσάλα μετὰ τὸ γεννῆσαι τὸν Λάμεχ ἐπέζησεν ἔτη ωβʹ μέχρι τοῦ βσν ςʹ ἔτους τοῦ κόσμου. οὗτος μακροβιώτατος πάντων τῶν πρὸ αὐτοῦ ἀποθανόντων γέ 131 γονεν. οὗτος κατὰ τὰς ἁπανταχοῦ τῆς Γενέσεως βίβλους ὑπερέβη τὸν κατα κλυσμὸν ἔτεσι ιεʹ, ὡς ἄπορον εἶναι ποῦ διεσώθη ἐν τῷ κατακλυσμῷ. Τινὲς δέ φασιν, ὧν εἷς καὶ ὁ Εὐσέβιος, ἔχειν τινὰ τῶν ἀντιγράφων ὅτι ψπβʹ ἔτη ἐπέζησε μετὰ τὸ γεννῆσαι αὐτόν, ὡς γίνεσθαι τὸν πάντα τῆς ζωῆς αὐτοῦ χρόνον ἔτη μθʹ. ὅπερ οὐκ εὖ ἔχειν δοκεῖ. ἔσονται γὰρ κατὰ τοῦτον τὸν λόγον αἱ ἀνὰ πάσας τὰς ἐκκλησίας τοῦ θεοῦ ἱεραὶ βίβλοι τῆς Γενέσεως διεσφαλμέναι, ξθʹ ἔτη ἱστοροῦσαι τὸν Μαθουσάλα· ἔσται δὲ καὶ Ἰάρεδ μακροβιώτερος αὐτοῦ ἔτη ιγʹ, ξβʹ ζήσας ἔτη, ὅπερ οὐδενὶ συμπεφώνηται. διόπερ οὐ χρὴ διὰ τὸ φάναι συναπολέσθαι αὐτὸν τοῖς ἐν τῷ κατακλυσμῷ, διὰ τοῦτο μθʹ μόνα ἔτη βεβιωκέναι. Ἀλλὰ οὐδὲ τῷ Ἀφρικανῷ πειθόμεθα προστιθέντι τὰ αὐτὰ κʹ ἔτη καὶ πθʹ λέγοντι τοῦ Μαθουσάλα ἀντὶ ξθʹ. λοιπὸν οὖν κρεῖσσον εἶναι δοκεῖ ταῖς καθ' ὅλην τὴν οἰκουμένην ἑπομένους ἱεραῖς βίβλοις ξθʹ λέγειν τῆς ζωῆς Μαθουσάλα, εἰ καὶ τὸν κατακλυσμὸν ὑπερβέβηκεν ἔτεσι ιεʹ, τοῦ θεοῦ κἀκεῖνον ἴσως, ὡς τὸν Ἐνώχ, περισώσαντος παραδόξως καθ' οὓς οἶδε τρόπους καὶ τόπους. Λάμεχ γενόμενος ἐτῶν ρπηʹ ἐγέννησε τὸν Νῶε τῷ αχμβʹ ἔτει τοῦ κόσμου, ὅπερ ἦν τοῦ Μαλελεὴλ μὲν ἔτος ωμζʹ, τοῦ δ' Ἰάρεδ χπβʹ, τοῦ δ' Ἐνὼχ φκʹ, ὅπερ ἐστὶ μετὰ τὴν μετάθεσιν αὐτοῦ ἔτος ρνεʹ. τὸ αὐτὸ δ' ἔτος τνεʹ ἐχρημάτιζε τοῦ Μαθουσάλα. ἐπέζησε δὲ Λάμεχ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Μαθουσάλα ἔτη φλεʹ μέχρι τοῦ βροεʹ κοσμικοῦ ἔτους, καὶ ἀπέ θανε πρὸ ξηʹ ἐτῶν τοῦ κατακλυσμοῦ. ὁ αὐτὸς Λάμεχ πρῶτος ἐν τοῖς γεν άρχαις ἀπέθανε πρὸ τοῦ ἰδίου πατρὸς Μαθουσάλα ἔτεσιν παʹ, τοῦτ' ἔστι τῷ ωπηʹ τοῦ ὀγδόου ἐξ Ἀδὰμ Μαθουσάλα ἔτει. κατὰ δὲ τὸ σλςʹ ἔτος τοῦ Λάμεχ ὁ Μαλελεὴλ ἀπέθανεν, ὁ δὲ Ἰάρεδ κατὰ τὸ υξηʹ τοῦ αὐτοῦ Λάμεχ ἔτος. ὁ μέντοι θεῖος Ἐνὼχ τῷ λγʹ ἔτει τοῦ Λάμεχ μετετέθη. Νῶε ἐτῶν φʹ ἐγέννησε τὸν Σήμ, τὸν Χάμ, τὸν Ἰάφεθ βρμαʹ ἔτει τοῦ κόσμου, τοῦ δὲ Νῶε ἔτει μθʹ Μαλελεὴλ ἀπέθανεν, ὁ δὲ Ἰάρεδ τῷ σπʹ τοῦ Νῶε.