59
βασιλέως ἐπιτρέποντος τῷ νέῳ, οὐκ εἶξεν, ἀλλὰ τοῖς ἄλλοις ἔξω τειχῶν περιμένειν σημήνας τῇ χειρὶ, αὐτὸς ἅμα τισὶ τῶν εὐπατριδῶν ἐντὸς γενόμενος τῶν τειχῶν, καὶ συνοδεύσας τῷ πάππῳ καὶ βασιλεῖ μέχρι μέσης ὁδοῦ, συνταξάμενος ἐπανῆλθεν εἰς τὸ στρατόπεδον. εἰς τὴν ὑστεραίαν δὲ εἰσελθὼν, πρῶτα μὲν εἰς τὸ τῆς θεομήτορος τέμενος τῆς Ὁδηγητρίας ἐλθὼν, εὐχαριστίας ἀπεδίδου πολλὰς τῷ χορηγῷ τῆς εἰρήνης θεῷ καὶ τῇ αὐτοῦ πανάγνῳ μητρί. ἐκεῖθεν δὲ ἐπανῆλθεν εἰς τὰ βασίλεια, καὶ συνδιῆγε τῷ πάππῳ καὶ βασιλεῖ. ἐκ μέντοι τῶν πέριξ χωρῶν τε καὶ πόλεων καὶ αὐτοῦ Βυζαντίου εἰς τὰ βασίλεια ἐφοίτων παν 1.169 δημεὶ, ἅμα μὲν συνεορτάσοντες καὶ αὐτοὶ τὴν εἰρήνην, ἅμα δὲ ὀψόμενοι καὶ βασιλέα τὸν νέον, ὃς αἰτιώτατος ἐδόκει τῆς ἐν τῷ παρόντι εὐτυχίας εἶναι. θαυμάζοντες δὲ αὐτοῦ τήν τε εὐπείθειαν πρὸς βασιλέα καὶ τὸ τοῦ φρονήματος μέτριον καὶ κατεσταλμένον, οἴκαδε χαίροντες ἐπανῄεσαν. βασιλεὺς δὲ ὁ νέος ἅμα τῷ πρεσβυτέρῳ πέντε πρὸς ταῖς δέκα τῷ Βυζαντίῳ ἐνδιατρίψας ἡμέρας, καὶ τὰς ὑπ' αὐτῷ τελούσας ἐπαρχίας τῷ πάππῳ καὶ βασιλεῖ παραδεδωκὼς, αὐτὸς, ἐπιτρέψαντος βασιλέως, εἰς ∆ιδυμότειχον ἐπανῆλθεν, ἔνθα καὶ ἡ σύνευνος αὐτῷ βασιλὶς ἦν, Αὐγούστου μηνὸς ἱσταμένου τῆς αὐτῆς πέμπτης ἰνδικτιῶνος. λεʹ. Βασιλεὺς δὲ ὁ πρεσβύτερος πᾶσαν τὴν ἡγεμονίαν Ῥωμαίων ποιησάμενος ὑφ' ἑαυτῷ, τοῦ ἐγγόνου καὶ βασιλέως παρακεχωρηκότος, ἐπιτρόπους τε ἀπέστελλε κατὰ πᾶσαν ἐπαρχίαν ὡς ἂν αὐτῷ ἐδόκει βέλτιστα ἔχειν· καὶ ταῖς τῶν δημοσίων προσόδων πράξεσι τοὺς ἐπιμελησομένους ἐφίστη· καὶ ἀπογραφέας δὲ ἀποστείλας, τὸ στρατιωτικὸν ἅπαν ὅσον ἦν ἐκ χωρίων ἀποτεταγμένον τὰς προσόδους ἔχειν, ἔτι δὲ καὶ τοὺς συγκλητικοὺς ἐξίσαζε καὶ διῴκει δι' αὐτῶν τὴν ἡγεμονίαν. ὑπὸ δὲ τοὺς αὐτοὺς χρόνους Σφεντισθλάβος ὁ τῶν Μυσῶν βασιλεὺς, ὃς ἦν τὴν βασιλέως τοῦ νέου ἀδελφὴν γεγαμηκὼς, ἐτεθνήκει νοσήσας· διεδέξατο τὴν ἀρχὴν Μυσῶν ὁ υἱὸς αὐτοῦ Γεώργιος ὁ Τερτερής. ἔτι δὲ τοῦ πρὸς ἀλλήλους τῶν βασιλέων συνεστῶτος πολέμου, ὅτε καὶ Παλαιολόγος Ἀνδρόνικος τῶν κατὰ 1.170 τὴν Ῥοδόπην τοῖς Ῥωμαίοις ὑπηκόων ἄρχων ἐπαρχιῶν, ἀπέστησε τοῦ νέου πρὸς τὸν πρεσβύτερον βασιλέα, ὁ Τερτερὴς ταῖς πόλεσιν ἐκείναις ἐπιστρατεύσας, τὰς μὲν ἄλλας ἐδῄωσε, Φιλιππούπολιν δὲ εἷλε, μεγάλην τε καὶ πολυάνθρωπον οὖσαν, καὶ πεζῷ καὶ ἱππικῷ στρατεύματι ἐῤῥωμένην, καὶ ἐν ἐπικαίρῳ μάλιστα χωρίου κειμένην, ὡς αὐτάρκη εἶναι καὶ πρὸς πόλεμον καὶ εἰρήνην τῶν ἄλλων μάλιστα ἠπειρωτίδων. εἷλε δὲ τρόπῳ τοιῷδε. παρὰ τῶν ἐν Βυζαντίῳ τινὸς αὐτῷ τῶν ἐπιτηδείων ἔχθει τῷ πρὸς βασιλέα τὸν νέον κρύφα ἐμηνύθη, ὡς τῶν Φιλιππουπολιτῶν τῷ νέῳ βασιλεῖ συστρατευομένων, τῶν τε ἄλλων ἐγχωρίων περὶ τὴν τοῦ σίτου συγκομιδὴν ἀσχολουμένων, ἐπελθὼν ἐκ τοῦ αἰφνιδίου ῥᾷον ἂν κρατήσειεν ὀλιγανδρούσης. κατὰ δὴ τὴν τοιαύτην ὑφήγησιν ἐπελθὼν, ἀπορίᾳ τῶν ἀμυνομένων παρεστήσατο ῥᾳδίως. ἀφικομένου δὲ μετὰ τὴν εἰρήνην εἰς ∆ιδυμότειχον τοῦ νέου βασιλέως, ὁ Τερτερὴς ἀποστείλας στρατιὰν, τὰ περὶ τὴν Ἀδριανούπολιν κατέδραμε πολίχνια καὶ ἐληΐσατο· ἐπιδιώξας δὲ ὁ βασιλεὺς κατέλαβεν ἐν τοῖς ὁρίοις τῆς Μυσίας, καὶ ἀπροσδοκήτως ἐμπεσὼν, τοὺς μὲν διέφθειρεν αὐτῶν, τοὺς δὲ εἷλε ζῶντας, πλὴν ὀλίγων, ὅσοι διεσώθησαν ἐπιγενομένης νυκτός· καὶ τὸ στρατόπεδον αὐτῶν διήρπασαν οἱ στρατιῶται, καὶ τὴν λείαν ἐπανήγαγον. μετὰ δὲ ταύτην τὴν μάχην ἔγνω δεῖν ὁ βασιλεὺς μὴ ἀμύνεσθαι μόνον ἐπερχομένους τοὺς Μυσοὺς, ἀλλὰ καὶ αὐτὸν αὐτοῖς ἐπιστρατεύειν. καὶ συναγαγὼν ἀξιόμαχον στρατιὰν, μετὰ τριακοστὴν ἡμέραν ἐπέ 1.171 βαλεν εἰς τὴν Μυσίαν καὶ ἐδῄωσε τὰ πολλὰ αὐτῆς, ἠνδραποδίσατο δὲ οὐδένα· οὐδὲ γὰρ ἔθος οὔτε Μυσοῖς οὔτε Ῥωμαίοις ἐν ταῖς καταδρομαῖς ἀνδραποδίζεσθαι ἀλλήλους· βοσκήματα δὲ καὶ ἄλλην ἀποσκευὴν εἷλον αἰχμάλωτον πολλήν. ἐκεῖθεν δὲ εἰς Βυζάντιον ἐπανῆκε τῷ βασιλεῖ καὶ πάππῳ συνησθησόμενος ἐπὶ τῇ νίκῃ· ταύτην γὰρ ἐποιήσατο πρώτην εἰσβολὴν βαρβάροις ἐπιστρατεύσας. εὗρε δὲ ἐλθὼν ὑπὸ τοῦ πρεσβυτέρου