ἄλλον βίον ἀφορᾶν, ἐν ᾧ γίνεται κατὰ δόξαν τε καὶ ἀδοξίαν δικαίων τε καὶ ἀδίκων ἡ διάκρισις. Ἐρώτησις ρκε. Eἰ ἀποδιδόναι κακὸν ἀντὶ κακοῦ ἢ λοιδορίαν ἀντὶ λοιδο ρίας ὁ ἀπόστολος Παῦλος ἀπηγόρευσε, πῶς αὐτὸς ὧν εἶπεν ἐναντία ἔπραξε, ποτὲ μὲν τῷ ἀρχιερεῖ ποτὲ δὲ Ἀλεξάνδρῳ τῷ χαλκεῖ ἀρασάμενος; Ἀπόκρισις. Eἰ μὲν ἀντέτυπτεν ὁ Παῦλος τὸν τυπτήσαντα αὐτὸν ἀρ χιερέα, ἢ ἀντεκάκωσε τὸν κακώσαντα αὐτὸν Ἀλέξανδρον, ἐνῆν λέγειν ὅτι τὰ ἐναντία ὧν ἐδίδαξεν ἔπραττε. Τὸ δὲ λέγειν τὰ ἑκάστῳ μέλλοντα συμβήσεσθαι παρὰ τοῦ θεοῦ, τῷ μὲν ἀρχιε ρεῖ· Τύπτειν σε μέλλει ὁ θεός, τοῖχε κεκονιαμένε· τῷ δὲ Ἀλεξάνδρῳ τὸ Ἀποδῴη αὐτῷ κύριος ἐν ἐκείνῃ τῇ ἡμέρᾳ· οὐκ ἔστιν οὔτε κατάρα οὔτε λοιδορία, ἀλλὰ προῤῥήσεις πρέ πουσαι ἀνδρὶ ἀποστόλῳ, μὴ ἐκδικοῦντι ἑαυτὸν ἀλλὰ διδόντι τόπον τῇ ὀργῇ. Ἐρώτησις ρκ. Eἰ τοὺς εὐσεβεῖς ἀμείβεται ὁ θεὸς τῇ κατὰ τόνδε τὸν βίον λαμπρότητι, ὡς τὸν Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ καὶ τοὺς ἐξ αὐτῶν πλούτῳ καὶ εὐπαιδίᾳ καὶ καρπῶν εὐφορίᾳ, πόθεν καὶ τὰ ὅμοια παρείχοντο Ἕλλησιν, ἡνίκα τὰ εἴδωλα πανταχοῦ ἐθεράπευον; Πῶς δὲ ὁ ἑλληνισμὸς οὐ δείκνυται ὁσιώτερος, ὅτι, ἕως μὲν ἐκεῖνος κατεῖχε τὰς πόλεις, πᾶσαν αἱ πόλεις καὶ οἱ ἀγροὶ εὐπραγίαν καὶ εὐθηνίαν ἐκέκτηντο, καὶ ταῦτα συχνότερον πολεμούμεναι, ἀφ' οὗ δὲ αὐτὰς τὸ χριστιανικὸν κατέλαβε κήρυγμα, καὶ οἴκων καὶ οἰκούντων καὶ τῆς λοιπῆς εὐθηνίας κατέστησαν ἔρημοι, καὶ μόλις τὰ λείψανα τῶν πάλαι ὑπὸ τῶν Ἑλλήνων γεγενημένων κτισμάτων κατέχουσαι τό ποτε πόλεις γεγενῆσθαι δεικνύουσι, τῆς παλαιᾶς εὐθηνίας καὶ τῆς νέας ἐρημίας ἑκατέρας τὰς θρησκείας αἰτίας ἀμφοτέρων προ φέρουσαι; Ἀπόκρισις. Παρὰ τοῦ δεσπότου θεοῦ, τοῦ τὸν ἥλιον αὑτοῦ ἀνατέλ λοντος ἐπὶ πονηρούς τε καὶ ἀγαθοὺς καὶ βρέχοντος ἐπὶ δι καίους καὶ ἀδίκους, ἀμφοτέροις χορηγεῖται ἡ κατὰ τὸν παρόντα βίον σωματικὴ λαμπρότης (οὗ γὰρ τῇ δυνάμει ὁ κόσμος γε γένηται, τούτου καὶ τῇ προνοίᾳ διοικεῖται), ἵνα γοῦν ἑαυτοὺς ὁρῶντες οἱ δίκαιοι πλεονάζοντας μὲν ἐν τοῖς ὑπὲρ τῆς εὐσε βείας πόνοις, ἰσαζομένους δὲ τοῖς ἀσεβέσι τοῖς βιωτικοῖς, βίον ἕτερον προσδοκήσωσιν, ἐν ᾧ γίνεταί τις διαφορὰ τιμῆς τε καὶ τιμωρίας, δικαίων τε καὶ ἀδίκων τὴν διανομήν, καθάπερ εἴρηται. Ὅτι δὲ κρατοῦντος τοῦ ἑλληνισμοῦ ἐγίνοντο οἱ ἀφα νισμοὶ πόλεών τε καὶ ἀγρῶν, μαρτυρεῖ ἡ ἐρημία τῶν Βαβυ λωνίων καὶ Ἀσσυρίων καὶ τῆς Νινευῒ καὶ ἑτέρων πολλῶν ἐθνῶν· ποία δὲ πόλις τῶν ἀμφοτέρων πόλεων κρατοῦντος τοῦ χριστιανισμοῦ ἠρημώθη, οὐκ ἔστι δεῖξαι. Ἀπὸ δὲ τῆς εὐθηνίας τε καὶ εὐφορίας οἰκήσεών τε καὶ ἐρημίας πόλεών τε καὶ ἀγρῶν οὐκ ἔνεστι τεκμήρασθαι τῶν κρειττόνων τὴν ὁσιό