συνεπεραίνετο. ιʹ. Ῥωμαῖοι δὲ, τῷ προπορευομένῳ θείῳ ἀνδρὶ ἐφεπόμενοι, 155 τοῖς ἐναντίοις συμπλέκονται, καὶ καρτερᾶς μάχης συστάσης, οὐκ ἐνεγκόντες τὴν τῆς ἱππικῆς φάλαγγος οἱ Σκύθαι ῥοπὴν, κυκλωθέντες τε πρὸς τοῦ Μαγίστρου Βάρδα, ᾧ Σκληρὸς ἡ ἐπίκλησις (ἐκεῖνος γὰρ μετὰ τοῦ συνεπομένου πλήθους τὴν κύκλωσιν ἐποιήσατο), εἰς φυγὴν ἔκλιναν, καὶ μέχρι τοῦ περιβόλου συμπατούμενοι, ἀκλεῶς ἔπιπτον. μικροῦ δὲ καὶ αὐτὸς ὁ Σφενδοσθλάβος ἐλήφθη, ἔξαιμος γεγονὼς καὶ καταβελὴς, εἰ μὴ ἡ νὺξ ἐπελθοῦσα τοῦτον διέσωσεν. λέγεται δὲ παρὰ ταύτην τὴν μάχην πέντε καὶ δέκα χιλιάδας πρὸς τοῖς πεντακοσίοις ἀναιρεθῆναι Σκυθῶν, ληφθῆναι δὲ δισμυρίαν ἀσπίδα, καὶ ξίφη πάμπολλα. Ῥωμαίων δὲ τριακοσίους ἀποκτανθῆναι πρὸς τοῖς πεντήκοντα, τρωθῆναι δὲ συχνούς. ἀλλὰ τοιαύτην μὲν Ῥωμαῖοι τὴν νίκην παρὰ τὸν ἀγῶνα ἠνέγκαντο τουτονί. ὁ δὲ Σφενδοσθλάβος, παρ' ὅλην τὴν νύκτα βαρυθυμῶν ἐπὶ τῇ κατακοπῇ τῆς ἑαυτοῦ στρατιᾶς, ἤσχαλλε μὲν καὶ ἐσφάδαζε τῷ θυμῷ. μὴ ἐξισχύων δ' ἔτι πρὸς ἀκαταγώνιστον ἀνύττειν πανστρατιὰν, ἔγνω, στρατηγοῦ νοῦν ἔχοντος ἔργον εἶναι, ἐν ἀμηχάνοις καταληφθέντα δεινοῖς, μὴ καταπίπτειν τοῖς λυπηροῖς, παντὶ δὲ τρόπῳ διασώζειν πειρᾶσθαι τοὺς ὑπ' αὐτόν. καὶ δῆτα παρὰ τὴν ἕω πρέσβεις ὡς τὸν αὐτοκράτορα Ἰωάννην στείλας, πίστεις ᾔτει ξυμβάσεων, ἐπὶ τῷ, Ταυροσκύθας μὲν τό, τε ∆ορύστολον ἐγχειρίσαι Ῥωμαίοις, καὶ τοὺς αἰχμαλώτους ἀπολύσαι, καὶ Μυσίας ἀφέξεσθαι, καὶ πρὸς τὴν σφῶν ἀναζεῦξαι πατρίδα· Ῥωμαίους δὲ παραχωρῆσαι αὐτοῖς τοῦ ἀπόπλου, καὶ μὴ 156 ἐναγομένοις ἐπιτεθήσεσθαι μετὰ τῶν πυρφόρων νεῶν (ἐκτόπως γὰρ ἐδεδίεσαν τὸ Μηδικὸν πῦρ, δυνάμενον καὶ τοὺς λίθους ἀποτεφροῦν)· ἐπισιτισμόν τε πρὸς τούτοις ἐπιχορηγῆσαι, καὶ φίλους ἡγεῖσθαι αὐτοὺς, κατ' ἐμπορίαν πρὸς τὸ Βυζάντιον στελλομένους, καθάπερ ἀνέκαθεν ἔθιμον ἦν. ιαʹ. Βασιλεὺς δὲ, τὰς τοιαύτας ἄσμενος διαλλαγὰς προσδεξάμενος (εἰρήνην γὰρ διαφερόντως τῆς μάχης ἐτίμα· τὴν μὲν γὰρ ᾔδει τοὺς λαοὺς διασώζουσαν, τὴν δὲ τοὔμπαλιν διαφθείρουσαν), τάς τε ξυνθήκας ἐτέλει καὶ τὰς σπονδὰς, καὶ σῖτον ἐδίδου, ἑκάστῳ ἀνδρὶ μετρῶν ἀνὰ μεδίμνων δύο. εἶναι δὲ τοὺς εἰληφότας τὸν σῖτόν φασιν ἄνδρας δισμυρίους πρὸς τοῖς δισχιλίοις, οἳ ἐκ τῶν ἑξήκοντα χιλιάδων τῆς Ῥωσικῆς στρατιᾶς τότε τὸν ὄλεθρον ἔφυγον· τὰς γὰρ τριάκοντα καὶ ὀκτὼ χιλιάδας ἡ Ῥωμαϊκὴ αἰχμὴ κατηκόντισε. μετὰ δὲ τὸ προβῆναι τὰς σπονδὰς, εἰς ὁμιλίαν ὁ Σφενδοσθλάβος τῷ βασιλεῖ συνελθεῖν ἐξαιτεῖ. ὁ δὲ, μηδὲν ἀναδὺς, διαχρύσῳ πανοπλίᾳ καθοπλισθεὶς, ἔφιππος παρὰ τὴν ὄχθην τοῦ Ἴστρου ἀφίκετο, μυρίανδρον ἴλην χρυσοφορούντων ἐνόπλων ἱππέων συνεπαγόμενος. καὶ ὁ Σφενδοσθλάβος δὲ ἧκεν ἐπί τινος Σκυθικοῦ ἀκατίου παραπλέων τὸν ποταμὸν, τῆς κώπης ἡμμένος καὶ σὺν τοῖς ἑτέροις ἐρέττων, ὡς εἷς τῶν λοιπῶν. τὴν δὲ ἰδέαν τοιόσδε τις ἦν· τὴν ἡλικίαν μεμετρημένος, οὔτε εἰς ὕψος παρὰ τοῦ εἰκότος ἠρμένος, οὔτε εἰς βραχύτητα συστελλόμενος· δασεῖς τὰς ὀφρῦς, γλαυκοὺς ἔχων τοὺς ὀφθαλμοὺς, τὴν ῥῖνα σιμὸς, 157 ἐψιλωμένος τὸν πώγωνα, τῷ ἄνωθεν χείλει δασείαις καὶ εἰς μῆκος καθειμέναις θριξὶ κομῶν περιττῶς. τὴν δὲ κεφαλὴν πάνυ ἐψίλωτο· παρὰ δὲ θάτερον μέρος αὐτῆς βόστρυχος ἀπῃώρητο, τὴν τοῦ γένους ἐμφαίνων εὐγένειαν· εὐπαγὴς τὸν αὐχένα, τὰ στέρνα εὐρὺς, καὶ τὴν ἄλλην διάπλασιν εὖ μάλα διηρθρωμένος· σκυθρωπὸς δέ τις καὶ θηριώδης ἐδείκνυτο. θατέρῳ δὲ τῶν ὤτων χρύσειον ἐξῆπτο ἐνώτιον, δυσὶ μαργάροις κεκοσμημένον, ἄνθρακος λίθου αὐτοῖς μεσιτεύοντος. ἐσθὴς τούτῳ λευκὴ, οὐδέν τι τῶν ἑτέρων ὑπαλλάττουσα ἢ