μόνων ἀπογεννῶνται δυνάμεων, διὰ ταῦτα τὰς ἄλλας ἀφέντες εἰς ταύτας μόνον τὴν τῆς ψυχῆς οὐσίαν διεῖλον. Εἰ δὲ ἐπιζητεῖς εἰ καὶ ἀπολυθεῖσα ψυχὴ τοῦ σώματος μετὰ τοῦ λόγου ἔχει καὶ τὴν ἐπιθυμίαν καὶ τὸν θυμόν, σμῆνος ἀνεγείρεις λόγων. τὸ δ' ὅσον εἰς ἀκροτελεύτιον ἐπιστολῆς, εἰ μὲν ἀπολυθείη παντάπασι τῆς ἀλόγου ἡ λογικὴ ψυχή (ἀπολύεται δὲ καθαρεῖσα), μετὰ τοῦ λόγου μόνον καὶ τοῦ περισχόντος αὐτὴν προσεχῶς νοῦ εἰς τὸν παντέλειον ἄνεισι νοῦν· εἰ δὲ μὴ ἀποσκυβαλίσῃ οἷον εἰπεῖν πᾶν τὸ ἀλλότριον, ἀλλὰ συμπεφυρμένη τούτῳ τοῦ σώματος ἀποπτῇ, τριμερής ἐστι καὶ ἀπόλυτος, τῶν τῆς ἀλογίας οὐκ ἀλλοτριωθεῖσα δυνάμεων. [δε ῃολυνταριο ετ ινῃολυνταριο] Ἠρώτησας καὶ περὶ ἑκουσίου καὶ ἀκουσίου. καὶ ἴσθι ὅτι τοῦ ἀκουσίου τὸ μὲν κατὰ βίαν, τὸ δὲ δι' ἄγνοιάν ἐστι· καὶ τῶν κατὰ βίαν ἀκουσίων ἡ ποιητικὴ ἀρχὴ ἔξωθέν ἐστι. τὸ δὲ ἑκούσιον ἀμφοτέροις ἀντίκειται· ἔστι 109 γὰρ τὸ μήτε βίᾳ μήτε δι' ἄγνοιαν γινόμενον. καὶ πᾶσα μὲν προαίρεσις ἑκούσιος, οὐ πᾶν δὲ τὸ ἑκούσιον ἐκ προαιρέσεως· καὶ γὰρ τὰ παιδία καὶ τὰ ἄλογα ζῷα ἑκουσίως μὲν ποιεῖ, οὐ μὴν προαιρούμενα. ἔστι δὲ ἡ προαίρεσις μικτόν τι χρῆμα ἐκ βουλῆς καὶ κρίσεως καὶ ὀρέξεως. βουλόμεθα δὲ περὶ τῶν ἐφ' ἡμῖν καὶ ἄδηλον ἐχόντων τὸ τέλος. Περὶ ἀρετῶν Τὴν πρὸς Ἑρκουλιανὸν ἀνεγνωκὼς ἐπιστολὴν Συνεσίου ἐπιζητεῖς τί ποτέ ἐστι τὸ ἐν ταύτῃ κείμενον ῥησίδιον τὸ βούλεσθαι αὐτὸν «μεταθεῖναι τὴν τοῦ σώματος ἰσχὺν ἐπὶ τὴν τῆς ψυχῆς ἀνδρείαν, οὐ τὴν ἐκ τῆς πρώτης καὶ περιγείου τετρακτύος τῶν ἀρετῶν». ἐν ταύτῃ μὲν τῇ τετρακτύι, ἢ μᾶλλον, ὥσπερ ἐπὶ κλίμακος, ἐν ταύτῃ μὲν τῇ βαθμίδι, κυρίως ὅπερ εἰσὶ λέγονται· ἐν δέ γε ταῖς ἄλλαις οὐ κυριολεκτοῦνται, ἀλλ' ἀνάλογον ὀνομάζονται. Ἴσθι τοιγαροῦν ὡς αἱ μὲν τῶν ἀρετῶν πολιτικαὶ τοῖς τῶν Ἑλλήνων σοφοῖς ὠνομάσθησαν, ἃς ἡμεῖς πρακτικὰς φαμέν, ἀπὸ τοῦ συναγελασμοῦ καὶ τῆς κοινωνίας καὶ τῆς ἀβλαβοῦς τῶν πλησίον συναναστροφῆς λαβοῦσαι τὸ ὄνομα, αἱ δὲ θεωρητικαὶ ἐν ἀποστάσει κείμεναι τῶν ἐντεῦθεν· διὸ καὶ καθάρσεσιν αὗται ἐοικυῖαι καθαρτικαὶ ὀνομάζονται, ἐν ἀποχῇ θεωρούμεναι τῶν μετὰ τοῦ σώματος πράξεων καὶ συμπαθειῶν τῶν πρὸς αὐτό. αἱ μὲν γὰρ πολιτικαὶ τὸν θνητὸν κατακοσμοῦσιν ἄνθρωπον, αἱ δὲ θεωρητικαὶ ἤτοι καθαρτικαὶ τὴν ψυχὴν ἀφιστῶσιν ἀπὸ τοῦ σώματος πρὸς τὸ ὄντως ὄν. ἔστι δὲ καὶ ἄλλο γένος τρίτον ἀρετῶν μετὰ τὰς καθαρτικὰς καὶ πολιτικὰς αἱ καλούμεναι νοεραί, ἐν αἷς καὶ ἡ ψυχὴ νοερῶς ἐνεργεῖ. τέταρτον δὲ εἶδος ἀρετῶν τὸ τῶν παραδειγματικῶν, κρείττους οὖσαι τῶν ψυχικῶν. αἱ δὲ παραδειγματικαὶ ἀρεταὶ τοῦ νοῦ εἰσί, σύνδρομοι οὖσαι αὐτοῦ τῇ οὐσίᾳ· αἱ δὲ νοεραὶ ψυχῆς πρὸς νοῦν ἐνορώσης ἤδη καὶ πληρουμένης 110 ἀπ' αὐτοῦ· αἱ δὲ καθαρτικαὶ ψυχῆς ἀνθρώπου καθαιρομένης τε καὶ καθαρθείσης ἀπὸ σώματος καὶ τῶν ἀλόγων παθῶν· αἱ δὲ πολιτικαὶ ψυχῆς ἀνθρώπου κατακοσμούσης τὸν ἄνθρωπον διὰ τὸ μέτρον τῇ ἀλογίᾳ ἀφορίζειν καὶ μετριοπάθειαν ἐργάζεσθαι. Ὅρα γοῦν· τέτταρας βαθμοὺς τῶν ἀρετῶν ἀπηριθμησάμεθα, ὧν πρῶτος ὡς πρὸς ἡμᾶς ὁ πολιτικός, μετὰ δὲ τοῦτον ἀνιοῦσιν ἡμῖν ὁ θεωρητικὸς ἤτοι καθαρτικός, εἶτ' ἐφεξῆς ὁ νοερὸς καὶ τέταρτος, πρῶτος δὲ τῷ ἀξιώματι, ὁ παραδειγματικός. ἐν ἑκάστῳ δὲ τῶν τοιούτων βαθμῶν αἱ τέτταρες γενικαὶ ἐμφαίνονται ἀρεταί, ἡ ἀνδρεία, ἡ σωφροσύνη, ἡ φρόνησις καὶ ἡ δικαιοσύνη. αὕτη γοῦν ἔστιν ἡ παρὰ τῷ Συνεσίῳ λεγομένη τῶν ἀρετῶν τετρακτύς. Περίγειος δὲ αὐτῷ ὠνομάσθη ἡ τοῦ πολιτικοῦ βαθμοῦ, διότι ἔσχατος οὗτός ἐστι ὡς εἰρήκαμεν καὶ πρῶτος ἡμῖν ἀναβαίνουσιν. ὁρῶνται δὲ ἐν αὐτῷ αἱ γενικαὶ ἀρεταὶ οὕτως· ἡ μὲν φρόνησις περὶ τὸ λογιζόμενον, ἡ δὲ ἀνδρεία περὶ τὸ θυμούμενον, ἡ δὲ σωφροσύνη ἐν ὁμολογίᾳ καὶ συμφωνίᾳ ἐπιθυμητικοῦ πρὸς λογισμόν, δικαιοσύνη δέ ἐστιν ἡ ἑκάστων τούτων ὁμοῦ οἰκειοπραγία ἀρχῆς πέρι καὶ τοῦ ἄρχεσθαι. καὶ ἡ μὲν περίγειος τετρακτὺς αὕτη τῶν ἀρετῶν, ἡ δὲ ἀνάλογος ἐν τρίταις καὶ