χρόνον τοῦτον ὑπερανέβη; καὶ εἰκός γε, ὦ βέλτιστε, ἐλευθεριωτέραν γὰρ τὴν φύσιν καὶ κατὰ ἀνθρώπινον ὁ Χριστὸς ἔσχηκεν. Εἴτε οὖν τὸ ὑπὲρ φύσιν συγχωρηθείη τῷ νομοφύλακι, ἄλογον τὸ συμπέρασμα· οὐ γὰρ διὰ τοῦτο τοῦ τῇ φύσει δουλεύσαντος δι' οἰκονομίαν ὑπερανέστηκεν, εἴτε μὴ τοῦτο δοθείη, ἔτι γε μᾶλλον ὁ ἄτεχνός σοι συλλογισμὸς διαπέπτωκε, καὶ ἐξ ὑπερδεξίων ἑκατέρωθεν βέβληται. ἀμφιβόλου δὲ καὶ τοῦ περὶ τῆς πλάσεως ὄντος λόγου, καὶ πλείστων λογίων καὶ μάλιστα τῶν τοῦ πνεύματος ἐνταῦθα διαμφισβητησάντων, καὶ τῶν μὲν τοῖς κατὰ μικρὸν δεξαμένων πλάσιν καί διαμόρφωσιν, τῶν δὲ τὴν ἀθρόαν καὶ ἄμεσον. εἰκὸς γὰρ μὴ τοῖς πέρασι μόνον, ἀλλὰ καὶ τῇ μεσότητι τὴν φύσιν ὑπεραναβῆναι τὸν κύριον καὶ τὴν τοῦ πρώτου Ἀδὰμ μιμήσασθαι σύστασιν. ἐπεὶ δὲ καὶ δι' ἐκεῖνον ἐχρημάτισε δεύτερος, διατί σὺ τὸ τοῖς θεοφόροις πατράσιν ἀμφιβαλλόμενον ὡς κοινὴν ἔννοιαν παρεδέξω καὶ ἀναμφίβολον, καὶ τὸν σὸν ἐντεῦθεν συλλογισμὸν κρατύνειν ᾠήθης, ὃς τῷ ἀντιπίπτοντι λόγῳ εὐφυῶς καταβέβληται, καὶ ἀδιασείστου μεμενηκότος τοῦ ἐρείσματος, πῶς καὶ σὺ συλλογισμοὺς πλέκειν ἐτόλμησας; ἐξ οἵων ὡρμημένος φωνῶν, ποίοις ὁμιλήσας γένεσιν ἢγ λόγοις ἁπλοῖς ἢ ταῖς τούτων διαφοραῖς, πότε δὲ τὴν μέθοδον τούτων κτησάμενος; ἀπόκριναί μοι· τίς ὅρος συλλογισμοῦ, καὶ πόσαι τούτων διαφοραί; καὶ τίς μὲν ὁ ἀληθής τε καὶ ἀποδεικτικός; τίς δὲ ὁ διαλεκτικός; τίς δὲ ὁ σοφιστικός; καὶ πότερον περὶ τὴν ὕλην ἢ τὸ εἶδος ἢ τὸ σχῆμα, ὁ μὲν ἀναμαρτήτως ἀποδεικνύει, ὁ δὲ ἀξιοῖ, ὁ δὲ ψεύσεται, ὁ δὲ πρὸς τῆς ποίας ἐστὶ τάξεως; Νῦν γὰρ ἂν ἀπολογήσῃ ἀπολελυμένος τοῦ σώματος, ἢ ὅτε τὴν γλῶτταν ἐκέκτησο, ἣν ἀργότερον ἐκίνεις ἢ τὸν ἐκ κόπρου πόλον ὁ κάνθαρος. δέδοικα δὲ μὴ καὶ τῇ ψυχῇ σου ὁ μέγας τῆς ἀφωνίας βοῦς ἐπικάθηται, ἢ τῆς ἀνοίας εἰπεῖν οἰκειότερον ἀναπεπλησμένης τῆς τοῦ σώματος φύσεως, καὶ συμμεταβληθήσῃ τούτῳ πρὸς τὸ ἀργὸν καὶ ἀνόητον. καὶ οὐκ ἐμὸν τὸ δόγμα, Πλάτωνος δὲ καὶ Σωκράτους, εἴ γε τῷ Φαίδωνι καθωμίλησας. ἔδει μέν, εἴποι τις ἄν, τοῦ μηκέτ' ὄντος φείσασθαι, καὶ μὴ σκιαμαχεῖν ἀτεχνῶς, ἀλλὰ πρὸς τὸν ἐξιτήριον, ὦ λῷστε, ὁ προπερμπτήριος. οὐ γὰρ ὁ ἀνθυπενεγκὼν κακίζοιτ' ἄν, ἀλλ' ὁ πρώτως εἰπὼν κακῶς· ἔδει δὲ πάντως πρὸς τὰς ἐπενεχθείσας αἰτίας ἀπολογήσασθαι, ἵνα μὴ διὰ τῆς σιωπῆς κυρωθείη τὰ κατηγορήματα. εἰ δέ τις ἐκείνου ἀντιποιοῖτο καὶ τῶν ἐκείνου λόγων ὑπερμαχεῖν ἐθέλοι, συνιστάσθω καὶ ὑπεραγωνιζέσθω, καὶ μάλιστα λόγος εἴη ὁ ὑπερμαχόμενος, ἵνα μὴ πάλιν σχεδιάζειν καὶ παίζειν ἀναγκασθείημεν. 4 αξτῃμ 1 Ὑπόμνημα Τὸ ἴσον τοῦ γεγονότος ὑπομνήματος παρὰ τοῦ αὐτοῦ μοναχοῦ Μιχαὴλ τοῦ Ψελλοῦ, βεστάρχου τηνικαῦτα ὄντος, ᾿πὶ τῇ δίκῃ αὐτοῦ, προσώπῳ δῆθεν τοῦ πρωτοασεκρέτου, τοῦ ἐπὶ τῶν κρίσεων, τοῦ νομοφύλακος, καὶ τοῦ σκρίβα, ἐπὶ διάλυσιν τῆς μνηστείας τοῦ γάμβρου αὐτοῦ Ἐλπιδίου τοῦ Κεγχρῆς. Σοφὸν ἄρα τὸ προορᾶν καὶ ὡς ἐνεστῶτι χρῆσθαι τῷ μέλλοντι, καὶ τίθεσθαι εὖ τὰ πραττόμενα, τοῦτο δὲ καὶ τῆς θείας ἐγγύς που καθέστηκε φύσεως. ἄνθρωποι δὲ σφαλλόμεθα, τῶν ἐσομένων τὴν γνῶσιν οὐκ ἔχοντες, καὶ πολλοῖς ἀβουλήτοις περιπίπτομεν πράγμασι, καὶ πολλάκις οἷς δοκοῦμεν ἐσκέφθαι καλῶς, ἀντέκρυσεν ὡς οὐκ ἂν ᾠήθημεν τὸ περὶ τοῦ μέλλοντος ἄδηλον, καὶ τὸ τοῦ προβουλεύματος ἀσφαλὲς καὶ ἀκριβὲς ἀνέτρεψε τοῦ γενησομένου τὸ ἀφανές. τὴν δὲ προιμιακὴν ταύτην ἔννοιαν ἡ τῆς ὑποθέσεως ἑρμηνεύσει περίστασις. Ὁ εὐλαβέστατος μοναχὸς Μιχαήλ, ὃς τὸ μὲν βεστάρχης γεγονέναι παρὰ βασιλέως εὕρατο, τὸ δὲ φιλοσοφίαν ὑπατεύειν ἐκεῖθέν τε καὶ