πυργίτης τὰ πάνθ' ὅμοια τοῖς προηριθμημένοις, σκληρὰν δ' ἔχει τὴν σάρκα τῶν ἄλλων πλέον. Νήττης τε, φάττης ἡ φύσις καὶ τρυγόνος σκληρά τε καὶ δύσπεπτος, ἰνώδης πλέον. Ὁ χήν, ὁ ταώς, τῶν γεράνων ἡ φύσις δύσπεπτα· πλὴν τρόφιμα δείκνυνται φύσει. Ἅπαν τρόφιμόν ἐστιν ὕειον κρέας, γλίσχρον δὲ καὶ δύσπεπτον, ἡδὺ δ' ἐκτόπως. Κακοστόμαχον τὸ πρόβατον τυγχάνει, μᾶλλον δὲ δυσστόμαχον αἴγειον κρέας· τὸ δὲ τράγειον θερμοκοιλίοις δίδου. Μελάγχολον βοῦς καὶ λαγὼς καὶ δορκάδες. Ἅπας τυρὸς δύσπεπτος, ἐκτρέφων λίθους· ὁ πρόσφατος δέ, συμμέτρως ἁλῶν ἔχων, μαλακός, ἡδὺς καὶ τρόφιμος τυγχάνει. Ἰχθὺς ἅπας πέφυκεν ὑγρὸς καὶ ψύχων, ὁ δ' αὖ πετραῖος εὐχυμώτερος φύσει· πέτραι πελαγῶν κρείττονες πρὸς ἰχθύας, καὶ τῶν πελαγῶν οἱ ποταμοὶ χειρόνως τοὺς ἰχθύας τρέφουσι τοὺς ποταμίους· ἰχθὺς δὲ λίμναις ἐμμόνως τεθραμμένος ἄπεπτος, ὑγρός, δυσστόμαχος τὴν φύσιν. Ὀστρακόδερμα πάντα συμπεπεμμένα γεννῶσι πικρὸν χυμὸν ἐν τοῖς ἐντέροις, βλάπτει δ' ἔλαττον ἡ φύσις τῶν ὀστρέων. χῆμαι δὲ καὶ σωλῆνες ἠδὲ πορφύραι, κῆρυξ δὲ καὶ σπόνδυλος ἠδὲ κοχλίας καὶ δηκτικὸς πάγουρος, ἀστακὸς πλέον, καρίδες ἢ κάραβος ἢ καὶ καρκίνοι δύσπεπτα πάντα, δυσστόμαχα τὴν φύσιν. Ἀνόστεως δὲ τευθὶς ἠδὲ σηπία ἁλυκὸν ἐκτρέφουσι χυμὸν ἐν βάθει· ὅμοια τούτοις καὶ λίβατος καὶ βάτος· ἡ δὲ τρυγὼν εὔπεπτον ἔσχε τὴν φύσιν. Φώκη δὲ καὶ φάλαινα καὶ θύννη πλέον δελφίς τε καὶ ζύγαινα γαστέρα θλίβει, ἀσυμμέτρως ἔχοντα σαρκικοῦ πάχους. Οἴνων δὲ τήνδε τὴν διαίρεσιν νόει. Ἐρυθρὸς οἶνος χυμὸν οὐ καλὸν τρέφει· ὁ δὲ γλυκὺς τρόφιμος, ἀλλ' ὅμως βλάβη τῆς γαστρός ἐστιν, ἐκλύων ταύτην φύσει. δυσανάδοτος, εὐστόμαχος ὁ στύφων. οἶνος δ' ἄριστος κιρρός ἐστι τὴν χρόαν. Ὕπνου τὸ χρῆμα χρῆμα τῇ φύσει μέγα· πέττει τὰ σῖτα, ζωπυροῖ τὴν γαστέρα, κόπους, ὀδύνας καὶ πόνους ἀμαλθύνει, ὀρθοῖ λογισμὸν πολλάκις τετραμμένον. Βιβλίον δεύτερον προγνωστικόν Νοσημάτων σημεῖα ταῦτ' ὀλεθρίων· ὄψις νεκρώδης, ὄμμα κοῖλον δακρύον, σφυγμῶν μικρὰ κίνησις ἀντωθουμένη, κλίσις καταρρέουσα τῆς κλίνης κάτω, ὀξεῖα ῥίς, ἄνισος ὄψις ὀμμάτων, φεύγειν τὰ λαμπρά, ψηλαφᾶν τοῖς δακτύλοις. Εὐσφυξία δὲ καὶ φρενῶν ἑτοιμότης τἀναντία τε τῶν διηγορευμένων σωτηρίας σημεῖα τῆς τοῦ κειμένου. Νοσήματος κίνησις, ἀρρώστου φύσις, σφυγμῶν τε γνῶσις ἥ τε τῶν οὔρων κρίσις νοσήματός σοι γνωριοῦσι τὸν χρόνον καὶ τὴν λύσιν μάλιστα τούτων καὶ κρίσιν. Τῶν ἡμερῶν πέφυκεν ἐν νόσῳ κρίσις· ἀλλ' αἱ μὲν εἰσάγουσιν ἀκριβῆ λύσιν, αἱ δὲ πλέον φέρουσιν εἰς τἀναντία· ἡ τρισκαιδεκάτη δὲ τούτων ἐν μέσῳ. πρώτη δ' ἀρίστη τῶν ἁπασῶν ἑβδόμη, καὶ δὴ μετ' αὐτὴν αὖθις ἡ δισεβδόμη. τίθει μετ' αὐτὰς ἐννάτην καὶ δεκάτην καὶ δισδεκάτην, καὶ μετ' αὐτὰς πλησίον πέμπτην ἀρίθμει, ἑβδόμην πρὸς δεκάτην, αὖθις τετάρτην καὶ τρίτην κατωτέρω ὀκτωκαιδεκάτην τε τούτων πλησίον· ἕκτην τ' ἐν ἀρχαῖς, ὀγδόην καὶ δεκάτην δωδεκάτην τε καὶ πρὸς ἓξ τὴν δεκάτην καὶ τὴν δεκάτην ἡμέραν πρὸς ἐννέα κακὰς γίνωσκε, παντελῶς ὀλεθρίας. Τῆς κρίσεως πρόγνωσις αὕτη τυγχάνει· τῆς εἰσβολῆς πρόληψις ἡ πρὸ τῆς τρίτης, διὰ τρίτης κίνησις ἀκριβεστάτη, ἡ τῶν περιττῶν πέψις, οὔρων, πτυσμάτων. Τούτων μὲν οὖν μέλλουσαν εὑρήσεις κρίσιν· αὖθις δὲ τούτοις τήν γε νῦν τελουμένην, εἰ δυσφοροῦντα τὸν νοσοῦντα προσβλέποις, ἀλγοῦντα τὸν τράχηλον ἢ τετραμμένον, αἱμορροοῦντα καὶ στροφούμενον κάτω, καὶ ῥὶς δ' ἐρυθρὰ καὶ κένωσις δακρύων καὶ μαρμαρυγῆς ἀθρόα φαντασία, σημεῖα πάντα κρίσεως τελουμένης. Σφυγμῶν γένη γίνωσκε τῶν πρώτων δέκα· ταχύν, βραδύν, σύμμετρον ὡς πρὸς τὸν χρόνον, οὗτος ἀριθμός ἐστι τῶν κινουμένων. ταχὺς μὲν οὖν πέφυκεν ὃς βραχεῖ χρόνῳ διάστασιν δίεισι πλείω τοῦ χρόνου· βραδὺς δέ ἐστιν ὃς μακρῷ χρόνῳ τρέχων ἐλάττονας δίεισι τὰς διαστάσεις· ὁ σύμμετρος δ' ἕστηκεν εἰς ἄμφω μέσος. Τὸ δεύτερον δὲ τῶν