γίνεσθαι δυνά μεως· ὥστε διὰ τοῦτο μὴ πάντα αὐτὸν δυνηθῆναι, μηδὲ αὑτὸν ῥύ 28.12.90 σασθαι ἀπὸ τῆς ἐξ ἐκείνων ἐπιβουλῆς. ἐκεῖνοι μὲν οὖν ἐσκόπουν μὴ ἀφιέναι αὐτόν, οἰόμενοι διὰ τοῦτο ἐμποδίσειν τοῖς πιστεύουσιν εἰς αὐτὸν καὶ Ῥωμαίοις, μέλλουσιν αἴρειν αὐτῶν τὸν τόπον καὶ τὸ 28.12.91 ἔθνος. ἀλλ' ἐπεὶ «Κύριος διασκεδάζει βουλὰς ἐθνῶν καὶ ἀθετεῖ λο «γισμοὺς λαῶν», οὐδὲν ἧττον καὶ οὐκ ἀφῆκαν αὐτόν, καὶ ὁ θεὸς αὐτὸν ἀνέστησεν καὶ ἀφῆκεν καὶ πάντα τὰ ἔθνη ἐδούλευσαν αὐτῷ 28.12.92 καὶ ἐλθόντες οἱ Ῥωμαῖοι ἦραν αὐτῶν τὸν τόπον. ποῦ γὰρ ὅ φασιν ἐκεῖνοι ἁγίασμα; ἦραν δὲ καὶ τὸ ἔθνος, ἐκβάλλοντες αὐτοὺς ἀπὸ τοῦ τόπου καὶ μόγις ἐπιτρέψαντες αὐτοῖς εἶναι ὅπου βούλονται καὶ ἐν τῇ διασπορᾷ. 28.12.93 Εἰ δὲ χρὴ τολμῆσαι καὶ εἰς ἀναγωγὴν τῶν κατὰ τὰ ῥήματα ταῦτα, φήσομεν ὅτι τὸν τόπον τῶν ἐκ περιτομῆς ἔλαβον τὰ ἔθνη· «Τῷ γὰρ ἐκείνων παραπτώματι σωτηρία γέγονεν τοῖς ἔθνεσιν, εἰς «τὸ παραζηλῶσαι αὐτούς»· εἰς δὲ τὰ ἔθνη Ῥωμαῖοι παρελήφθησαν, 28.12.94 ἀπὸ τῶν βασιλευόντων οἱ βασιλευόμενοι ὀνομασθέντες. καὶ τὸ ἔθνος δὲ ὑπὸ τῶν ἐξ ἐθνῶν ἤρθη· γέγονεν γὰρ ὁ λαὸς οὐ λαός, καὶ οἱ ἐξ Ἰσραὴλ οὐκέτι εἰσὶν Ἰσραήλ, καὶ τὸ σπέρμα οὐκ ἔφθασεν ἐπὶ τὸ γενέσθαι αὐτοὺς τέκνα· καὶ τούτων αἴτιον τὰ πολλὰ τοῦ Ἰησοῦ σημεῖα, καὶ ὅτι ἀφῆκεν αὐτὸν ὁ πατήρ, κρείττονα γενόμενον τῆς τῶν ἀρχιερέων καὶ Φαρισαίων συνεδρευσάντων κατ' αὐτοῦ ἐπιβουλῆς. 28.12.95 ἀρχιερεῖς δὲ καὶ πᾶσα ἡ σωματικὴ ἐν Ἰουδαίοις λατρεία Φαρισαῖοί τε καὶ πᾶσα ἡ κατὰ τὸ γράμμα τοῦ νόμου διδασκαλία ἐπιβουλεύει Ἰησοῦ, τῇ ἀληθείᾳ, καὶ βούλεται ὁ τύπος, ἵνα ὑφεστήκῃ, ἐμποδίζειν τῇ φανερώσει τῆς ἀληθείας, καὶ ὥσπερ ἡ σὰρξ [καὶ] κατὰ τοῦτο ἐπι 28.12.96 θυμεῖ κατὰ τοῦ πνεύματος. ἀλλ' ἰσχυρότερον ὂν τὸ ἐπιθυμοῦν κατὰ τῆς σαρκὸς πνεῦμα καὶ ἡ ἀληθὴς τοῦ σωτῆρος ἡμῶν ἀρχιερωσύνη καὶ ἡ πνευματικὴ αὐτοῦ διδασκαλία διαλύει τὸ τῶν κατ' αὐτοῦ βου 28.12.97 λευομένων ἀρχιερέων καὶ Φαρισαίων συνέδριον. ταῦτα δὲ ὑπο ληπτέον καὶ νῦν γίνεσθαι, ὅπερ ἔστιν ἰδεῖν ἐν τοῖς διὰ τῆς τοῦ σωματικοῦ Ἰουδαϊσμοῦ συστάσεως [καὶ] καταλύειν ἐθέλουσιν τὴν πνευματικὴν Χριστοῦ διδασκαλίαν. 28.13.n Εἷς δέ τις ἐξ αὐτῶν Καϊάφας, ἀρχιερεὺς ὢν τοῦ ἐνιαυτοῦ ἐκείνου, εἶπεν αὐτοῖς· Ὑμεῖς οὐκ οἴδατε οὐδέν, οὐδὲ λογίζεσθε ὅτι συμφέρει ἡμῖν ἵνα εἷς ἄνθρωπος ἀποθάνῃ ὑπὲρ τοῦ λαοῦ καὶ μὴ ὅλον τὸ ἔθνος ἀπόληται. τοῦτο δὲ ἀφ' ἑαυτοῦ οὐκ εἶπεν, ἀλλ' ἀρχιερεὺς ὢν τοῦ ἐνιαυτοῦ ἐκείνου προε φήτευσεν ὅτι ἔμελλεν Ἰησοῦς ἀποθνήσκειν ὑπὲρ τοῦ ἔθνους, καὶ οὐχ ὑπὲρ τοῦ ἔθνους μόνον, ἀλλ' ἵνα καὶ τὰ τέκνα τοῦ θεοῦ τὰ διεσκορπισμένα συναγάγῃ εἰς ἕν. 28.13.98 Οὐχὶ εἴ τις προφητεύει, προφήτης ἐστὶν ἐκεῖνος. ὁ γοῦν Καϊάφας, ἀρχιερεὺς ὢν τοῦ ἐνιαυτοῦ ἐκείνου, προεφήτευσεν μὲν ὅτι ἔμελλεν Ἰησοῦς ἀποθνήσκειν ὑπὲρ τοῦ ἔθνους, καὶ οὐχ ὑπὲρ τοῦ ἔθνους μόνον, ἀλλ' ἵνα καὶ τὰ τέκνα τοῦ θεοῦ τὰ διεσκορπισμένα 28.13.99 συναγάγῃ εἰς ἕν, οὐ μὴν καὶ προφήτης ἦν. εἰ δὲ καὶ Βαλαὰμ προε φήτευσεν τὰ ἐν τοῖς Ἀριθμοῖς ἀναγεγραμμένα φάσκων· «Τὸ ῥῆμα «ὃ ἐὰν ἐμβάλῃ ὁ θεὸς εἰς τὸ στόμα μου, τοῦτο λαλήσω», καὶ εἰπὼν τὰ ἀπὸ τοῦ· «Ἐκ Μεσοποταμίας μετεπέμψατό με» καὶ τὰ ἑξῆς, 28.13.100 σαφὲς ὅτι προφήτης οὐκ ἦν· μάντις γὰρ εἶναι ἀναγέγραπται. εἴ τις 28.13.100 μὲν οὖν προφήτης ἐστίν, πάντως προφητεύει· εἰ δέ τις προφητεύει, 28.13.101 οὐ πάντως ἐστὶν προφήτης. ὡς εἰ καὶ ἐπὶ ἑτέρου τινὸς τῶν κρειτ τόνων τοιοῦτον ἔλεγον· εἰ μέν τίς ἐστιν δίκαιος, τὸ δίκαιον διώκει· 28.13.102 οὐ μὴν εἴ τις τὸ δίκαιον διώκει, δίκαιός ἐστιν ἐκεῖνος· ὅπερ συνήσεις ἐπιστήσας τῷ «∆ικαίως τὸ δίκαιον διώξῃ», εἴπερ μὴ μάτην τὸ «∆ι «καίως» προτέτακται τοῦ «Τὸ δίκαιον διώξῃ». δυνατὸν γάρ, οἶμαι, τὸ δίκαιον διώκειν ἀλλ' οὐ δικαίως· καὶ γὰρ οἱ ποιοῦντες πρὸς τὸ δοξασθῆναι ὑπὸ τῶν ἀνθρώπων ἔργον καθ' αὑτὸ καθῆκον, φέρε εἰπεῖν, εἰς πένητας, δίκαιον μέν τι πεποιήκασιν, οὐ μὴν ἀπὸ ἕξεως 28.13.103 δικαιοσύνης ἀλλ' ἀπὸ κενοδοξίας. οἶμαι δ' ὅτι ἀνάλογον τῷ «∆ι «καίως τὸ δίκαιον διώξῃ» λέγοιτ' ἄν· "7σωφρόνως τὸ σῶφρον διώξῃ"7· καὶ "7ἀνδρείως τὸ ἀνδρεῖον