Γρηγόριον, ὥς μοι πρότερον εἴρηται, Βασίλειός τε ὁ ἐκβληθέντος Μαρκέλλου τῆς ἐν Ἀγκύρᾳ προεστὼς ἐκκλησίας, Παγκράτιος Πηλουσίου, Ὑπατιανὸς Ἡρακλείας. Τῶν δὲ δυτικῶν, Οὐάλης Μουρσῶν, καὶ ὁ περιβόητος τοῖς τότε ἀνθρώποις Ὅσιος, ὁ τῆς ἐν Ἱσπανίᾳ Κουδρούβης ἐπίσκοπος, ἄκων παρῆν. Οὗτοι μετὰ τὴν ὑπατείαν Σεργίου καὶ Νιγριανοῦ, καθ' ὃν ἐνιαυτὸν διὰ τοὺς ἐκ τῶν πολέμων θορύβους οὐδεὶς ὕπατος τὰς συνήθεις ὑπατείας ἐπετέλεσε, συνελθόντες δὲ ἐν Σιρμίῳ, καὶ τὸν Φωτεινὸν τὸ δόγμα Σαβελλίου τοῦ Λίβυος καὶ Παύλου τοῦ Σαμοσατέως φρονοῦντα φωράσαντες, καθεῖλον εὐθύς. Καὶ τοῦτο μὲν ὡς καλῶς καὶ δικαίως γενόμενον πάντες ἐπῄνεσαν καὶ τότε καὶ μετὰ ταῦτα· οἱ δὲ ἐπιμείναντες ἔπραξαν ὅπερ οὐ πᾶσιν ἦν ἀρεστόν. 2.30 Περὶ τῶν ἐν τῷ Σιρμίῳ ἐκτεθεισῶν πίστεων παρουσίᾳ τοῦ βασιλέως Κωνσταντίου. Ὥσπερ γὰρ καταγινώσκοντες τῶν πάλαι αὐτοῖς περὶ τῆς πίστεως δεδογμένων, αὖθις ἑτέρας περὶ τῆς πίστεως ἐνομοθέτουν ἐκθέσεις· μίαν μὲν ἣν Μάρκος ὁ Ἀρεθούσιος ὑπηγόρευσεν Ἑλλάδι γλώσσῃ· ἄλλας δὲ τῇ Ῥωμαίων φωνῇ, σύμφωνον οὐκ ἐχούσας οὔτε τὴν λέξιν οὔτε τὴν σύνθεσιν, οὔτε πρὸς ἑαυτὰς οὔτε μὴν πρὸς τὴν Ἑλληνικὴν ἣν ὁ Ἀρεθούσιος ὑπηγόρευσε. Τὴν μὲν οὖν μίαν τῶν Ῥωμαϊκῶν ἐκθέσεων τῇ ὑπὸ Μάρκου συντεθείσῃ συζεύξας ἐνταῦθα ὑποτάξω· τὴν δὲ δευτέραν, ἣν ὕστερον ἐν Σιρμίῳ ἀνέγνωσαν, τῷ οἰκείῳ τάξομεν τόπῳ, ὅτε τὰ ἐν Ἀριμήνῳ γενόμενα ἐκτιθέμεθα. Ἰστέον δὲ ὅτι ἀμφότεραι εἰς Ἑλλάδα μετεβλήθησαν γλῶτταν. Ἔστι δὲ ἡ ὑπὸ Μάρκου ὑπαγορευθεῖσα τῆς πίστεως ἔκθεσις ἥδε. Πιστεύομεν εἰς ἕνα Θεὸν Πατέρα παντοκράτορα, τὸν κτίστην καὶ ποιητὴν τῶν πάντων, ἐξ οὗ πᾶσα πατριὰ ἐν οὐρανοῖς καὶ ἐπὶ γῆς ὀνομάζεται. Καὶ εἰς τὸν μονογενῆ αὐτοῦ Υἱὸν, τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, τὸν πρὸ πάντων τῶν αἰώνων ἐκ τοῦ Πατρὸς γεννηθέντα, Θεὸν ἐκ Θεοῦ, φῶς ἐκ φωτὸς, δι' οὗ ἐγένετο τὰ πάντα, τὰ ἐν τοῖς οὐρανοῖς, καὶ τὰ ἐπὶ τῆς γῆς, τὰ ὁρατὰ καὶ τὰ ἀόρατα· Λόγον ὄντα, καὶ Σοφίαν, καὶ φῶς ἀληθινὸν, καὶ ζωήν· τὸν ἐπ' ἐσχάτων τῶν ἡμερῶν δι' ἡμᾶς ἐνανθρωπήσαντα, καὶ γεννηθέντα ἐκ τῆς ἁγίας παρθένου, καὶ σταυρωθέντα καὶ ἀποθανόντα καὶ ταφέντα, καὶ ἀναστάντα ἐκ νεκρῶν τῇ τρίτῃ ἡμέρᾳ, καὶ ἀναληφθέντα εἰς οὐρανὸν, καὶ καθίσαντα ἐκ δεξιῶν τοῦ Πατρὸς, καὶ ἐρχόμενον ἐπὶ συντελείᾳ τοῦ αἰῶνος κρῖναι ζῶντας καὶ νεκροὺς, καὶ ἀποδοῦναι ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ, οὗ ἡ βασιλεία ἀκατάπαυστος οὖσα διαμένει εἰς τοὺς ἀπείρους αἰῶνας· ἔσται γὰρ καθεζόμενος ἐν δεξιᾷ τοῦ Πατρὸς, οὐ μόνον ἐν τῷ αἰῶνι τούτῳ, ἀλλὰ καὶ ἐν τῷ μέλλοντι. Καὶ εἰς τὸ Πνεῦμα τὸ Ἅγιον, τουτέστι τὸν Παράκλητον· ὅπερ ἐπαγγειλάμενος τοῖς ἀποστόλοις μετὰ τὴν εἰς οὐρανοὺς ἄνοδον ἀποστεῖλαι, διδάξαι καὶ ὑπομνῆσαι αὐτοὺς πάντα, ἔπεμψεν· δι' οὗ καὶ ἁγιάζονται αἱ τῶν εἰλικρινῶς εἰς αὐτὸν πεπιστευκότων ψυχαί. Τοὺς δὲ λέγοντας «ἐξ οὐκ ὄντων» τὸν Υἱὸν ἢ «ἐξ ἑτέρας ὑποστάσεως,» καὶ μὴ ἐκ τοῦ Θεοῦ, καὶ ὅτι «ἦν χρόνος ἢ αἰὼν ὅτε οὐκ ἦν,» ἀλλοτρίους οἶδεν ἡ ἁγία καὶ καθολικὴ ἐκκλησία. Πάλιν οὖν ἐροῦμεν, εἴ τις τὸν Πατέρα καὶ τὸν Υἱὸν δύο λέγει Θεοὺς, ἀνάθεμα ἔστω· καὶ εἴ τις, λέγων Θεὸν τὸν Χριστὸν πρὸ αἰώνων Υἱὸν τοῦ Θεοῦ, ὑπουργηκότα τῷ Πατρὶ εἰς τὴν τῶν ὅλων δημιουργίαν μὴ ὁμολογοίη, ἀνάθεμα ἔστω. Εἴ τις τὸν ἀγέννητον, ἢ μέρος αὐτοῦ, ἐκ Μαρίας λέγειν γεγεννῆσθαι τολμᾷ, ἀνάθεμα ἔστω. Εἴ τις κατὰ πρόγνωσιν τὸν ἐκ Μαρίας λέγοι Υἱὸν εἶναι, καὶ μὴ πρὸ αἰώνων ἐκ τοῦ Πατρὸς γεγεννημένον πρὸς τὸν Θεὸν εἶναι, καὶ δι' αὐτοῦ γεγενῆσθαι τὰ πάντα, ἀνάθεμα ἔστω. Εἴ τις τὴν οὐσίαν τοῦ Θεοῦ πλατύνεσθαι ἢ συστέλλεσθαι φάσκοι, ἀνάθεμα ἔστω. Εἴ τις πλατυνομένην τὴν οὐσίαν τοῦ Θεοῦ τὸν Υἱὸν λέγοι ποιεῖν, ἢ τὸν πλατυσμὸν τῆς οὐσίας αὐτοῦ Υἱὸν ὀνομάζοι, ἀνάθεμα ἔστω. Εἴ τις ἐνδιάθετον ἢ προφορικὸν λόγον λέγοι τὸν Υἱὸν τοῦ Θεοῦ, ἀνάθεμα ἔστω. Εἴ τις ἄνθρωπον μόνον λέγοι τὸν Υἱὸν τὸν ἐκ Μαρίας, ἀνάθεμα ἔστω. Εἴ τις, Θεὸν καὶ ἄνθρωπον τὸν ἐκ Μαρίας λέγων, Θεὸν τὸν ἀγέννητον αὐτὸν νοεῖ, ἀνάθεμα ἔστω. Εἴ τις τὸ, «Ἐγὼ Θεὸς πρῶτος, καὶ ἐγὼ μετὰ ταῦτα, καὶ πλὴν ἐμοῦ οὐκ ἔστι Θεὸς,» τὸ ἐπ' ἀναιρέσει εἰδώλων καὶ τῶν μὴ ὄντων Θεῶν εἰρημένον, ἐπ'