1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

59

δικαιοσύνης τε καὶ ἀρετῆς ἁπάσης, ἔλαττον 6.36 δέ, ὡς ἂν ὀλίγιστον ὁ τοιοῦτος χρόνον ἐπιζῴη." Καὶ μετ' ὀλίγα· "Ἐγὼ μὲν γὰρ λέγω σαφῶς τὰ μὲν κακὰ λεγόμενα ἀγαθὰ τοῖς δικαίοις εἶναι, τοῖς δὲ ἀδίκοις κακά· τὰ δὲ ἀγαθὰ τοῖς μὲν ἀγαθοῖς ἀγαθά, τοῖς δὲ κακοῖς κακά." Κἀγὼ δὲ κομιδῇ τήνδε ἄγαμαι τὴν διαίρεσιν. Μέγιστον γὰρ ἀληθῶς ἀγαθὸν τό γε εἰδέναι, τί μὲν κυρίως ἀγαθόν, τί δὲ τοῦτο λέγεται μέν, γίνεται δὲ πῇ μὲν τοιοῦτο, πῇ δὲ τοὐναντίον, ὑπὸ τῶν ἢ εὖ καὶ καλῶς μετιόντων ἢ τὴν ἐναντίαν γνώμην ἀσπαζο 6.37 μένων. Καὶ γὰρ ὑγίεια καὶ κάλλος καὶ ῥώμη σώματος, καὶ μέν τοι καὶ πλοῦτος τοὺς μὲν ὤνησέ τε καὶ ἔδειξε τῶν κτημάτων ἀξίους, τοῖς δὲ ὄργανα πονηρίας καὶ ἀκρασίας ἐγένετο· σωφροσύνη δὲ καὶ δικαιοσύνη καὶ τἄλλα ὅσα τούτοις παραπλήσια, τῆς ψυχῆς ἐστι κτήματα, ἃ πᾶσίν ἐστι τοῖς ἔχουσιν ὀνησιφόρα καὶ οὐδένα σίνεται τῶν κεκτημένων, τοῖς δὲ τοιούτοις καὶ τὰ λεγόμενα ἀγαθὰ ξύμφορα κτήματα· δικαίων γὰρ καὶ σωφρόνων οἰκονόμων τυγχά νει, τὰ δέ γε διὰ τούτων ἄριστα γινόμενα κάκιστα φαίνεται, πονηροῖς περιπεσόντα καὶ παρανόμοις· καὶ γὰρ ὁρῶσιν ἃ μὴ δεῖ, καὶ ἀκούουσιν ὧν οὐ δεῖ, καὶ τὰς ἄλλας αἰσθήσεις εἰς ἀκολασίαν παιδεύουσιν. 6.38 Μὴ τοίνυν, ὦ φίλοι ἄνδρες, ξυγχέωμεν τῶν πραγμάτων τὰς φύσεις, ἀλλὰ διαγνῶμεν, τί μὲν ἀληθῶς ἀγαθόν, τί δὲ κακόν, τί δέ γε τὴν μέσην τούτων κἀκείνων εἴληχε τάξιν· καὶ μὴ καλῶμεν εὐδαίμονας τοὺς πλουτοῦντας καὶ ῥωμαλέους καὶ δυναστείαν περιβεβλημένους τινά· κακοδαίμονας γὰρ ἀληθῶς καὶ τρισαθλίους προσαγορεύειν προσήκει τοὺς τούτων μὲν μετειληχότας, ὕλην δὲ 6.39 ἀποφήναντας αὐτὰ κακίας καὶ πονηρίας. Ὅταν οὖν ἴδωμεν παμ πόνηρον ἄνθρωπον πλούτῳ περιρεόμενον, μὴ τρισόλβιον ὀνομά ζωμεν, ἀλλὰ δείλαιον, ὅτι τοῦ παρανόμως βιοῦν ἔχει πολλὰς ἀφορμάς· καὶ ὅταν ἕτερον ἐπιεικῆ εἶναι δοκοῦντα θεασώμεθα δυσκληρίᾳ τινὶ καὶ πενίᾳ ξυνεζευγμένον, μήτε ἄθλιον ὑπολάβωμεν 6.40 μήτε ἄδικον τὴν τοῦ Θεοῦ προμήθειαν νομίσωμεν. Πρῶτον μὲν γὰρ οὐ πάντως τῷ ὄντι δίκαιος ὁ δοκῶν εἶναι δίκαιος· ἑτέρως γὰρ καὶ ταῦτα ὁρᾷ καὶ διακρίνει ὁ πάντα γε ὁρῶν ὀφθαλμός. Καὶ τοῦτο Σαμουὴλ τὸν προφήτην αὐτὸς ἐδίδαξεν ὁ τῶν ὅλων ὀπτήρ· "Οὐχ ὡς ἄνθρωπος" γάρ φησιν "ὁρᾷ, οὕτως ὁρᾷ ὁ Θεός· 6.41 ἄνθρωπος μὲν γὰρ εἰς πρόσωπον, Θεὸς δὲ εἰς καρδίαν." Ἵνα δὲ καὶ θῶμεν ἀληθῶς εἶναι δίκαιον τὸν δυσποτμίᾳ τινὶ κατεχό μενον, ἐκεῖνό γε πᾶσιν ἐπίδηλον, ὡς οὐδεμίαν ἐκ τῆς δυσημερίας εἰσδέξεται βλάβην, φέρειν ὡς ἀρετῆς ἀθλητὴς πεπαιδευμένος τὰ δυσχερῆ. Ὥσπερ γὰρ οἱ πονηρίᾳ ξυζῶντες καὶ τὰ καλούμενα ἀγαθὰ πονηρίας ἀποφαίνουσιν ὄργανα, οὕτως οἱ τῆς ἀρετῆς ἐρῶν τες καὶ τὰ κακὰ νομιζόμενα φιλοσοφίας τῆς ἀληθοῦς κατα σκευάζουσιν ὕλας. 6.42 Οὕτω δὴ τούτων ἕκαστον διακρίνοντες, οὔποτε τὸν Θεὸν ἄδικον ὀνομάσομεν, ἀλλὰ ξυνομολογήσομεν ὀρθῶς ἔχειν, ἅπερ ὁ Πλάτων ἐν τῷ Θεαιτήτῳ ξυνέγραψεν, ὅτι "ὁ θεὸς οὐδαμῇ οὐδαμῶς ἄδι κος, ἀλλ' ὡς οἷόν τε δικαιότατος, καὶ οὐκ ἔστιν ὁμοιότερον οὐδὲν ἢ ὃς ἂν ἡμῶν γένηται ὅτι δικαιότατος περὶ τούτου." Πάλιν δὲ κἀν τῷ δεκάτῳ τῶν Νόμων ἰᾶσθαι πειρᾶται τοὺς τῆς θείας προ 6.43 νοίας οὐ προσιεμένους τὸν λόγον· λέγει δὲ ταῦτα· "Τὸν δὲ ἡγού μενον θεοὺς μὲν εἶναι, μὴ φροντίζειν δὲ τῶν ἀνθρωπίνων πραγμά των, παραμυθητέον ὧδε· ὦ ἄριστε, δὴ φῶμεν, ὅτι μὲν ἡγῇ θεοὺς εἶναι, ξυγγένειά τις θεία πρὸς τὸ ξύμφυτόν σε ἄγει τιμᾶν καὶ νομίζειν εἶναι· κακῶν δ' ἀνθρώπων καὶ ἀδίκων τύχαι, ἰδίᾳ καὶ δημοσίᾳ, ἀληθείᾳ μὲν οὐκ εὐδαίμονες, δόξῃ δὲ εὐδαιμονιζόμεναι 6.44 σφόδρα ἀλλ' οὐκ ἐμμελῶς, ἄγουσί σε πρὸς ἀσέβειαν." Εἶτα διεξελθὼν τὴν νομιζομένην τῶν ἀδίκων εὐκληρίαν, ἐπιφέρει καὶ ταῦτα· "Ἀλλ' οὐδὲν τάχα ἂν εἴη χαλεπὸν ἐνδείξασθαι τοῦτό γε, ὡς ἐπιμελεῖς σμικρῶν εἰσι θεοὶ οὐχ ἧττον, μᾶλλον δὲ ἢ τῶν μεγέθει διαφερόντων. Ἤκουε γάρ που καὶ παρῆν τοῖς νῦν δὴ λεγομένοις, ὡς ἀγαθοί γε ὄντες πᾶσαν ἀρετὴν τὴν ἁπάντων ἐπι 6.45 μέλειαν, οἰκειοτάτην αὐτῶν οὖσαν, κέκτηνται." Εἶτα ξυλλο γισμοῖς κρατύνας τὸν λόγον ἐπήγαγεν· "Μὴ τοίνυν τὸν θεὸν ἀξιῶμέν ποτε θνητῶν