1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

59

μου, καὶ ὡς ἡ σελήνη κατηρτισμένη εἰς τὸν αἰῶνα, καὶ ὁ μάρτυς ἐν οὐρανῷ πιστός." Ταύτας δὲ τὰς ὑποσχέσεις διὰ Ἡσαΐου τοῦ προφήτου πάλιν ὁ ἀψευ δὴς ∆εσπότης ἀνενεώσατο. "Ἐξελεύσεται γὰρ, φησὶ, ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαὶ, καὶ ἄνθος ἐκ τῆς ῥίζης ἀναβήσεται. Καὶ ἐπαναπαύσεται ἐπ' αὐτὸν πνεῦμα τοῦ Θεοῦ, πνεῦμα σοφίας καὶ συνέσεως, πνεῦμα βου λῆς καὶ ἰσχύος, πνεῦμα γνώσεως καὶ εὐσεβείας, πνεῦμα φόβου Θεοῦ ἐμπλήσει αὐτόν·" καὶ τὰ ἑξῆς τῆς αὐτῆς ἐχόμενα διανοίας. Καὶ πάλιν· "Ἔσται ἡ ῥίζα τοῦ Ἰεσσαὶ, καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν· ἐπ' αὐτῷ ἔθνη ἐλπιοῦσι, καὶ ἔσται ἡ ἀνάπαυσις αὐτοῦ τιμή." Καὶ ἐν ἑτέρῳ χωρίῳ· "Καὶ διαθήσο μαι, φησὶν, ὑμῖν διαθήκην αἰώνιον, τὰ ὅσια ∆α βὶδ τὰ πιστά. Ἃ γὰρ ὑπεσχόμην ἐκείνῳ πληρώσω, καὶ διὰ τοῦ σπέρματος ἐκείνου σώσω τὴν οἰκουμένην. Πιστὴ γάρ μοι καὶ ἀψευδὴς ἡ ὑπόσχεσις." Τού των τῶν ὑποσχέσεων ἐπιδεικνὺς τὴν ἀλήθειαν ὁ εὐαγγελιστὴς Ματθαῖος, ἐν τῷ προοιμίῳ αὐτῷ τῆς συγγραφῆς εὐαγγελίζεται τῇ οἰκουμένῃ, ὡς ἡ τῶν ἐθνῶν ἤνθησε προσδοκία. "Βίβλος γὰρ, ἔφη, γενέ σεως Ἰησοῦ Χριστοῦ, υἱοῦ ∆αβὶδ, υἱοῦ Ἀβραάμ." Πρὸς ἀμφοτέρους γὰρ αἱ περὶ τοῦ σπέρματος ὑπο σχέσεις ἐγένοντο. Καὶ μέντοι καὶ ὁ θεῖος Ἀπόστο λος ἐπιστέλλων Ῥωμαίοις, ἐν τῇ τῆς Ἐπιστολῆς ἀρχῇ, τῆς πρὸς τὸν ∆αβὶδ ἐπαγγελίας τὸ τέλος ἐπέδειξε. "Παῦλος γὰρ, φησὶ, δοῦλος Ἰησοῦ Χριστοῦ, κλητὸς ἀπόστολος, ἀφωρισμένος εἰς Εὐαγγέλιον Θεοῦ, ὃ προ επηγγείλατο διὰ τῶν προφητῶν αὑτοῦ ἐν Γραφαῖς, περὶ τοῦ Υἱοῦ αὑτοῦ τοῦ γενομένου ἐκ σπέρματος ∆αβὶδ κατὰ σάρκα." Τὸ δὲ κατὰ σάρκα προστεθει κὼς, δεδήλωκεν ὡς ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, καὶ Θεὸς ἦν προαιώνιος· υἱὸς δὲ ∆αβὶδ κατὰ τὴν ἀν θρωπείαν φύσιν ἐχρημάτισε. Καὶ τοῦτο διδάσκων σαφέστερον ἐπήγαγε· "Τοῦ Υἱοῦ τοῦ Θεοῦ ἐν δυνάμει κατὰ πνεῦμα ἁγιωσύνης, ἐξ ἀναστάσεως νεκρῶν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ." 83.504 Ἀναστὰς γὰρ, φησὶν, ἐκ νεκρῶν, καὶ τῆς τοῦ Πνεύ ματος χάριτος τοὺς ἀποστόλους ἐμπλήσας, διὰ τῶν ὑπ' ἐκείνων γενομένων θαυμάτων ἀπεφάνθη Θεός. Ἐν τῷ ὀνόματι γὰρ αὐτοῦ τὰς μεγίστας ἐπετέλουν θαυματουργίας. Ἐν δέ γε τῷ μέσῳ τῆς Ἐπιστολῆς, τῶν πάλαι δεδομένων τοῖς Ἰουδαίοις ἀγαθῶν μνημο νεύσας, ἐπήγαγεν· "Ὧν οἱ πατέρες, καὶ ἐξ ὧν ὁ Χριστὸς τὸ κατὰ σάρκα, ὁ ὢν ἐπὶ πάντων Θεός." Καὶ ἐν τῷ ἑνὶ προσώπῳ τῶν δύο φύσεων τὸ διάφορον ἔδειξεν· ἐξ Ἰουδαίων μὲν κατὰ σάρκα γεγενημένον, ἐπὶ πάντων δὲ Θεὸν ὡς Θεὸν, καὶ εἰς τοὺς αἰῶ νας εὐλογητόν. Τῷ δὲ μακαρίῳ Τιμοθέῳ παρεγγυᾷ, λέγων· "Μνημόνευε Ἰησοῦν Χριστὸν ἐγηγερμένον ἐκ νεκρῶν ἐκ σπέρματος ∆αβὶδ κατὰ τὸ Εὐαγγέλιόν μου, ἐν ᾧ κακοπαθῶ μέχρι δεσμῶν ὡς κακοῦργος." Καὶ ἄλλας δὲ παμπόλλας ἔστιν εὑρεῖν μαρτυρίας ἐν ἑκατέρᾳ Γραφῇ, τὴν κατὰ σάρκα τοῦ Σωτῆρος ἡμῶν κηρυττούσας συγγένειαν. Ἀπόχρη δὲ καὶ ταῦτα δι δάξαι ὡς τελείαν τὴν ἀνθρωπείαν φύσιν ἀνέλαβε, καὶ τούτου χάριν καὶ υἱὸς ∆αβὶδ, καὶ υἱὸς Ἀβραὰμ, καὶ υἱὸς ἀνθρώπου, καὶ ἄνθρωπος, καὶ Ἀδὰμ, καὶ Ἰακὼβ, καὶ Ἰσραὴλ ὠνομάσθη. Ὥσπερ γὰρ τελειος ἦν Θεὸς, οὕτω δὴ καὶ τέλειος ἄνθρωπος τελείαν τοῖς ἀνθρώποις παρέσχεν τὴν σωτηρίαν. ΙΕʹ. -Ὅτι ἣν ἀνέλαβεν ἀνέστησε φύσιν. Ὅτι δὲ καὶ ἣν ἀνέλαβεν ἀνέστησε φύσιν, μαρτυρεῖ μὲν αὐτὸς, καὶ τὰς χεῖρας τοῖς ἀποστόλοις, καὶ τοὺς πόδας ἐπιδεικνύς· μαρτυροῦσι δὲ καὶ οἱ τοῦ Θωμᾶ δάκτυλοι τῶν ὠτειλῶν ἁψάμενοι καὶ τοῦτο δὲ καὶ οἱ λοιποὶ δεδράκασιν ἀπόστολοι τοῦ Κυρίου προστετα χότος. "Ψηλαφήσατε γὰρ, ἔφη, καὶ ἴδετε ὅτι πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔχει, καθὼς ἐμὲ θεωρεῖτε ἔχοντα." Βοᾷ δὲ καὶ ὁ θεῖος ἀπόστολος Ἰωάννης ἐν τῇ τῆς Ἐπιστολῆς ἀρχῇ· "Ὃ ἐθεασάμεθα, καὶ αἱ χεῖρες ἡμῶν ἐψηλάφησαν." Ὁ δὲ μέγας Πέτρος