59
αʹ. "Ψαλμὸς τῷ ∆αβίδ." [Ἄδει τὸν ψαλμὸν ἐκ προσώπου τῶν πιστευσάντων εἰς Χριστόν· διὰ δεήσεως εἰς ἐπικουρίαν καλῶν τὸν Χριστόν· ἅμα δὲ καὶ τῆς Ἰουδαίων ἀπονοίας κατάῤῥησιν ἔχει καὶ εὐχὴν τοῦ χωρισθῆναι τῆς ἐκείνων χειρὸς, μᾶλλον δὲ καὶ τῆς μερίδος.] "Πρὸς σὲ, Κύριε, κεκράξομαι, ὁ Θεός μου, μὴ παρασιωπήσῃς ἀπ' ἐμοῦ· μήποτε παρασιωπήσῃς ἀπ' ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον." Εἴρηται μὲν ὁ ψαλμὸς ὑπὸ τοῦ ∆αβὶδ, ἡνίκα ὑπὸ τοῦ Σαοὺλ ἐδιώκετο, καὶ τῶν δοκούντων εἶναι φίλων ἐπεβουλεύετο, καὶ μη νυόντων, καὶ κατάδηλον αὐτὸν τῷ Σαοὺλ πειρωμένων 80.1057 ποιεῖν· τοιοῦτος ἦν ὁ ∆ωὴκ, τοιοῦτοι οἱ Ζιφαῖοι, καὶ ἕτεροι πρὸς τούτοις πολλοί. Ἁρμόττει δὲ καὶ οὗτος, καὶ μέντοι καὶ οἱ πρὸ τούτου ψαλμοὶ, παντὶ τοιαύ ταις περιπίπτοντι συμφοραῖς. Ἔνεστι γὰρ ὁμοίως τῷ μακαρίῳ ∆αβὶδ, καὶ καρτερῆσαι τὸν βουλό μενον, καὶ τοῦ Θεοῦ δεηθῆναι, καὶ τῆς ἐκεῖθεν προ μηθείας τυχεῖν· τὸ κεκράξομαι μέντοι τέθεικεν οὐκ ἐπὶ φωνῆς, ἀλλ' ἐπὶ προθυμίας καὶ συντόνου καὶ σπουδαίας εὐχῆς· τὸ δὲ μὴ παρασιωπήσῃς ἀπ' ἐμοῦ, ἐκ μεταφορᾶς ἔλαβε τῶν ὑπό τινων παρακαλουμέ νων, καὶ πρὸς οὐδὲν ἀποκρίνασθαι βουλομένων. ∆ιό φησιν, Ἐὰν παρασιωπήσῃς ἀπ' ἐμοῦ, καὶ τῆς βοηθείας γυμνώσῃς με, παραυτίκα τῷ θανάτῳ παραδοθή σομαι· τοῦτον γὰρ ἐκάλεσε λάκκον· ἐπειδὴ λάκκῳ παραπλησίως ὁ τάφος ὀρύττεται. βʹ. "Εἰσάκουσον, Κύριε, τῆς φωνῆς τῆς δεήσεώς μου, ἐν τῷ δέεσθαι πρὸς σὲ, ἐν τῷ αἴρειν με χεῖράς μου πρὸς ναὸν ἅγιόν σου." Οὐδέπω μὲν ὁ ναὸς ᾠκοδόμητο· τὴν δὲ σκηνὴν ὀνομάζει ναὸν, ἐν ᾗ προσηύχετο, πόῤῥω μὲν ὢν κατὰ τὸ σῶμα, τὸν δὲ νοῦν ἐκεῖ παραπέμπων. Οὕτω καὶ ὁ μακάριος ∆ανιὴλ ἐν Βαβυλῶνι προσευχόμενος, πρὸς τὴν Ἱερουσαλὴμ τετραμμένας ἀνεῴγνυ φωταγωγοὺς, οὐκ ἐκεῖ περιγεγράφθαι τὸ Θεῖον ὑποπτεύων, ἀλλ' ἐκεῖ τὴν θείαν ἐπιφάνειαν γεγενῆσθαι μεμαθηκώς. γʹ. "Μὴ συνελκύσῃς με μετὰ ἁμαρτωλῶν, καὶ μετὰ ἐργαζομένων τὴν ἀδικίαν μὴ συναπολέσῃς με, τῶν λαλούντων εἰρήνην μετὰ τῶν πλησίον αὐτῶν· κακὰ δὲ ἐν ταῖς καρδίαις αὐτῶν." Μηδεμίαν ἔχειν κοινωνίαν μετὰ τῶν διπλόῃ κεχρημένων ὁ μακά ριος ἱκετεύει ∆αβίδ. Βδελυροὺς γὰρ εἶναί φησι τοὺς ἕτερα μὲν φθεγγομένους, ἕτερα δὲ βουλευομέ νους. Οὗ δὴ χάριν καὶ πρόσφορα τοῖς ἐπιτηδεύ μασι βούλεται αὐτοὺς τρυγῆσαι τὰ ἐπίχειρα. Φησὶ γάρ· δʹ. ∆ὸς αὐτοῖς, Κύριε, κατὰ τὰ ἔργα αὐτῶν, καὶ κατὰ τὴν πονηρίαν τῶν ἐπιτηδευμάτων αὐτῶν. Καὶ τὰ ἔργα τῶν χειρῶν αὐτῶν δὸς αὐτοῖς· ἀπό δος τὸ ἀνταπόδομα αὐτῶν αὐτοῖς." Μηδεὶς δὲ τὸν δίκαιον ἐπαρᾶσθαι τοῖς ἐχθροῖς νομιζέτω· οὐ γάρ ἐστιν ἀρᾶς τὰ εἰρημένα, ἀλλὰ ψήφου δικαίας. "Ἀπό δος γὰρ, φησὶ, τὸ ἀνταπόδομα αὐτῶν αὐτοῖς·" ταῖς οἰκείαις, φησὶν, ἐπιβουλαῖς περιπέσοιεν, αἷς κατ' ἀλλήλων καττύουσι· τοῦτο καὶ ἐν τῷ ἑβδόμῳ ψαλμῷ, "Ἐπιστρέψει ὁ πόνος αὐτοῦ εἰς κεφαλὴν αὐτοῦ, καὶ ἐπὶ κορυφὴν αὐτοῦ ἡ ἀδικία αὐτοῦ κατα βήσεται." Εἶτα τὴν αἰτίαν τῆς τιμωρίας διδάσκει 80.1060 εʹ. "Ὅτι οὐ συνῆκαν εἰς τὰ ἔργα Κυρίου, καὶ εἰς τὰ ἔργα τῶν χειρῶν αὐτοῦ." Ταῦτα δὲ, φησὶ, δεδράκασιν, οὔτε λόγον, οὔτε ἔργον θεῖον μαθεῖν ἐθελήσαντες. "∆ιὸ δὴ καθελεῖς αὐτοὺς, καὶ οὐ μὴ οἰκοδομήσεις αὐτούς." Λυσιτελὴς γὰρ τοῖς κακοῖς οἰκοδόμοις ἡ τῆς πονηρᾶς οἰκοδομίας κατά λυσις· καὶ ἐντεῦθεν μέντοι δῆλον, ὡς καὶ τὰ προειρη μένα προαγορευτικῶς εἶπεν, οὐκ αὐτοῖς ἐπαρώ μενος, ἀλλὰ τὰ ἐσόμενα προθεσπίζων· οὐ γὰρ εἶπε κάθελε, ἀλλὰ, καθελεῖς, καὶ οὐ μὴ οἰκοδομή σεις Εἶτα πάλιν τῆς θείας ἀποκαλύψεως ἀπο λαύσας, καὶ πόῤῥωθεν τὴν ἐσομένην βοήθειαν θεωρήσας, εἰς ὑμνῳδίαν τὴν γλῶτταν ἐκίνησεν. ʹ, ζʹ. "Εὐλογητὸς Κύριος, ὅτι εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου. Κύριος βοηθός μου, καὶ ὑπερασπιστής μου." Καὶ δεικνὺς τὴν αἰτίαν τῆς ταχείας ἐπικουρίας, ἐπήγαγεν· "Ὅτι ἐπ' αὐτῷ ἤλπισεν ἡ καρδία μου, καὶ ἐβοηθήθην, καὶ ἀνέθαλεν ἡ σάρξ μου." Ἡ γὰρ εἰς αὐτὸν ἐλπὶς πρόξενός μοι τῆς προμηθείας ταύτης ἐγένετο. ∆ιὸ δὴ τῆς διὰ τὴν φυγὴν κακουχίας ἀπαλλαγεὶς, ἀν έθηλά τε καὶ ἤνθησα, καὶ τὴν ἐκ τῆς εὐθυμίας εὐ εξίαν ἀπέλαβον.