59
τοὺς ἁγίους ἀγγέλους καὶ ὃν ἔχεις τῆς ζωῆς σου φύλακα ἄγγελον ἵνα σε φρουρῇ καὶ σκέπῃ, τὸν Πρόδρομον, τοὺς ἀποστόλους, τοὺς ἁγίους πάντας καὶ οὓς ἔχεις ἐξαιρέτως συνήθως ἐπικαλεῖσθαι, καὶ τὸν κατὰ τὴν ἡμέραν μνημονευόμενον. Ταῦτα οὖν μοι δοκεῖ ἔχειν τῆς προσευχῆς τὴν δύναμιν, κἂν ἕκαστος ἄλλοις λόγοις καὶ οὐχὶ τοῖς αὐτοῖς πάντως προσεύχηται· ὅτι μηδὲ αὐτὸς ἑαυτῷ ὁ προσευχόμενος τὰ αὐτὰ φθέγγεται πάντοτε, ἡ δὲ δύναμις ἡ αὐτὴ ἀναγκαία πᾶσι λελόγισταί μοι. φυλαχθείης οὖν προσευχομένη τὰ δέοντα καὶ βελτιουμένη ἑκάστοτε καὶ ὅλην ἑαυτὴν παριστῶσα διὰ τῆς ἀκριβοῦς βιώσεως ἀρέσκουσαν τῷ Κυρίῳ. 43 {1Ἰωσὴφ ἀδελφῷ καὶ ἀρχιεπισκόπῳ}1 Καὶ ἡ πρώτη ἐπιστολὴ τῆς ἀδελφικῆς καὶ πατρικῆς σου ἁγιωσύνης, εἰ καὶ μικρὰ ἦν τῷ πλήθει τῶν συλλαβῶν, ἀλλ' οὖν γε ἀπήρτιστο τῷ πλάτει τῆς ἀλληγορικῆς διανοίας· καὶ ἡ δευτέρα πάσης γνώσεως καὶ ταπεινώσεως, ἓν ἔχουσα μόνον ψεκτόν, τοὺς περὶ ἐμὲ τὸν δείλαιον ἀναξίους ἐπαίνους. ἐγὼ δὲ οὐ κατ' ἀντίφρασιν (μὴ γένοιτο), ἀλλ' ἀληθείᾳ ἐκλάμψαι σε ἐν τῇ καθ' ἡμᾶς γενεᾷ ἐν τῷ τῆς ἀρχιερωσύνης ἀξιώματι καθ' ὁμοίωσιν τῶν ἁγίων πατέρων εἴρηκα. καὶ οὐκ ἂν ἁμάρτοιμι, στύλον καὶ ἑδραίωμα κεκληκώς σε τῆς ἐκκλησίας, κάλλιστέ μου ἀδελφέ· πᾶς γὰρ ὁ ὑπὲρ ἀληθείας ἐνιστάμενος καὶ πανθάνων ἔρεισμα καὶ ὕψωμα αὐτῆς τυγχάνει. Εὖ δὲ γέγονεν, ὅτι ἐπεσκέψω τὰς τετράδας. ὑπῆρξεν γὰρ ἡμῖν ἡ ὑπόμνησις, μᾶλλον δὲ κέλευσίς σου, ἐπιστασίας καὶ διαλύσεως τῆς τοιαύτης προτάσεως ἀφορμή, ἣν μεθ' ἑτέρων ὑποβληθέντων δι' ὑπομνήσεως τοῦ πατρὸς ἡμῶν ἐν ταῖς προγραφεῖσι τετράσιν ἀπέστειλα τῇ ἁγιότητί σου, μηδὲν ἐξ ἑαυτοῦ ἐν ὅλῳ τῷ συντάγματι φρόνημα εἰσκεκομικὼς (ὅτι μηδὲ θέμις τοῦ νόμου νομιμώτερον μηδὲ τοῦ κανόνος εὐθύτερον γίνεσθαι) ἢ μόνον τὸ ὑφεῖναι καὶ συνάψαι τὰ τῶν θείων πατέρων, κἂν ἀμαθῶς, διδάγματά τε καὶ παραγγέλματα εἰς ὅπερ ἡ πρότασις ἐκκαλεῖ τῆς ἀντιθέσως. καί, εἰ μὴ παραιτήσοιτο διὰ κόπον ἀναγνῶναι, οἶδ' ὅτι λυσιτελήσειεν. Ὅτι δὲ ἡ εἰρήνη καλὴ ὁμολογουμένως (φιλῶ γὰρ αὐτήν, κἂν ἁμαρτωλός εἰμι) καὶ ὅτι πρὸς αὐτὴν ἀποκλιτέον, ἕως ἐξῆν, πεπράχαμεν, πολλὰ τοῦ φόρτου ἀποσκευασάμενοι κατὰ τὸν θεῖον Κύριλλον, τοῦτο μὲν ἡνίκα τὸ πρότερον ἠθώουν τὸν μοιχοζεύκτην, παρόντος μου ἐκεῖ καί, καθὰ συνεβουλευσάμεθα, ἀποσιωπήσαντες (ἡ δὲ σιωπὴ μέρος συγκαταθέσεως· ἣν καὶ δραξάμενοι οἱ ἐξ ἐναντίας, ὡς οἶσθα, ἀποκλείειν ἡμᾶς ἐπειρῶντο τῆς ἐνστάσεως), τοῦτο δὲ ἐπειδὰν ἐκροτεῖτο ἡ δευτέρα ἀθώωσις αὐτοῦ παρὰ τῶν πατησάντων τοὺς νόμους τοῦ θεοῦ, λεγόντων ἡμῶν ὅτι "4στήτω μόνον τῆς ἱερουργίας, ἀπολαύων τῆς τιμῆς κατὰ τὸν κανόνα τοῦ Μεγάλου Βασιλείου, ἤδη συλλειτουργήσαντος αὐτοῦ ἐν τοῖς δυσὶν ἔτεσι τῷ πατριάρχῃ"5· ὃ ἦν φοβερὸν καὶ ὑπὲρ οἰκονομίαν. ἐῶ λέγειν τὰς ψευδοπροφάσεις τῆς ἀπ' αὐτοῦ φυγῆς καὶ τὸ ὡς παρὰ πρεσβυτέρου τὰς εὐλογήσεις ἐν ταῖς ἑστιάσεσιν κοινωνεῖν, τήν τε ἀναφορὰν τοῦ πατριάρχου. ἀλλ' ὅμως, εἰ καὶ ἡμεῖς δι' οἰκονομίαν τοσοῦτον κατηγόμεθα, ἐκεῖνοι τοὐναντίον τῇ σκληρότητι συνεπαίροντο τῇ ἁμαρτίᾳ, τοῦ θεοῦ κρεῖττόν τι προβλεψαμένου, ἵνα καὶ ἡμεῖς οἱ ταπεινοὶ μὴ ἀνόνητον τὴν πρώτην ἐξορίαν ὑποίσωμεν μηδὲ ἡ τολμηθεῖσα ἐπὶ τοῦ κόσμου μοιχεία ὡς ἔτυχεν διὰ τῆς τοῦ συνάψαντος αὐτὴν περισσοτέρας οἰκονομίας κατασμικρυνθῇ. Ὥστε καιρὸς ἄρτι ἐκεῖνο ἡμᾶς, ἠγαπημένε, λέγειν· ἕως πότε οἰκονομήσεις; καί, οἰκοδομῆσαί ποτε προθυμήθητι· καὶ κατὰ τὸν θεῖον Βασίλειον ἀκριβείᾳ κανόνων ἡμᾶς δουλεύειν (ἄλλοι γὰρ λόγοι πρὸ πολέμου καὶ ἄλλοι μετὰ πόλεμον) ἐν ὑπομονῇ τε διεξάγειν τὰς ἡμέρας ἡμῶν, καθὼς νενουθέτηκας, καὶ εὔχεσθαι ὑπὲρ τῶν διωξάντων. ἀσπασταὶ δέ μοι καὶ ὁμογνωμονικαὶ αἱ τρεῖς σου τιμίαι ῥήσεις, ἥ τε τοῦ δι' ἑνὸς ἀνθρώπου ὑπόπτωσιν μὴ σχίζειν τῆς ἐκκλησίας, ἥ τε τοῦ μὴ συγκοινωνεῖν τῇ λύσει τοῦ τοιούτου καὶ ἡ ἐκ παντὸς ἀδιαβλήτου ἱερέως μεταλαμβάνειν, οὕτως ἐχούσης πάντως τῆς διανοίας. Καὶ σύγγνωθί μοι, ὦ ἀδελφέ, οὐ διδακτικῶς, ἀλλὰ