1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

59

∆ανιὴλ δὲ ὁ μέγας ἀποβὰς τοῦ στύλου δι' ἔνθεον ζῆλον Ἀκακίῳ τέως καὶ τῷ λαῷ 122 συνεκκλησίασεν. Περόζης δὲ ἐπεστράτευσε κατὰ τῶν Νεφθαλιτῶν Οὔννων, καὶ τρέψας αὐτοὺς ἐδίωκεν. αὐτοὶ δὲ ἐν στενοῖς τόποις τὴν φυγὴν ποιούμενοι κατ' ὀλίγον ἐν τοῖς ὄρεσιν, δεξιᾷ τε καὶ ἀριστερᾷ ὑποχωροῦντες, ἐξοπίσω τούτων γενηθέντες ἀφυλάκτους αὐτοὺς ἀπέκλεισαν. στενωθεὶς δὲ Περόζης ᾐτεῖτο εἰρήνην. ὁ δὲ τῶν Νεφθαλιτῶν βασιλεὺς οὐ πρότερον τοῦτο ποιῆσαι, πρὶν πεσὼν τοῦτον προσκυνήσῃ καὶ ὅρκοις πληροφορήσῃ, μηκέτι κατὰ Νεφθαλιτῶν στρατεῦσαι. ὁ δὲ τῇ βίᾳ συνεχόμενος τοῦτο δρᾶσαι ἠναγκάσθη καὶ ἐν πολλῇ ἀτιμίᾳ ὑπέστρεψεν. ὅθεν μὴ φέρων τὴν αἰσχύνην πάλιν κατ' αὐτῶν ἐστράτευσε τοὺς ὅρκους ἀθετήσας. Κόσμου ἔτη εϠξηʹ. Τῆς θείας σαρκώσεως ἔτη υξηʹ. Ῥωμαίων βασιλεὺς Ζήνων ἔτη ιζʹ. βʹ. Περσῶν βασιλεὺς Περόζης ἔτη κδʹ. κδʹ. Ῥώμης ἐπίσκοπος Σιμπλίκιος ἔτη ιδʹ. ζʹ. Κωνσταντ. ἐπίσκοπος Ἀκάκιος ἔτη ιζʹ. εʹ. Ἱεροσολύμων ἐπίσκοπος Ἰουβενάλιος ἔτη ληʹ. ληʹ. Ἀλεξανδρείας ἐπίσκ. Τιμόθεος ὁ Ἐλοῦρος ἔτη βʹ. αʹ. Ἀντιοχείας ἐπίσκ. Πέτρος ὁ Κναφεὺς ἔτη γʹ. βʹ. Τούτῳ τῷ ἔτει τοῦ κλήρου καὶ τῶν μοναχῶν Κωνσταντινουπόλεως ὑπερμαχούντων τῆς ἁγίας ἐν Χαλκηδόνι συνόδου, φοβηθεὶς Ἀκάκιος τὰ πλήθη ὁμοφρονεῖν αὐτοῖς ὑπεκρίνατο· ὅθεν ἐπὶ ἄμβωνος κατὰ Βασιλίσκου καὶ Ζήνωνος προσεφώνει. Βασιλίσκος δὲ μαθὼν ταῦτα καὶ φοβηθεὶς τὸ θερμὸν τοῦ λαοῦ τῆς πόλεως ἐξῆλθεν, κελεύσας τῇ συγκλήτῳ μηδένα συντυχεῖν Ἀκακίῳ· ἔμελλε γὰρ ὁ λαὸς ἐμπυρίζειν τὴν πόλιν. ∆ανιὴλ δέ, ὁ θαυμάσιος Στυλίτης, παραλαβὼν τοὺς μοναστὰς καὶ τοῦ λαοῦ τοὺς ζηλωτὰς ἐξῆλθε πρὸς Βασιλίσκον καὶ μετὰ πολλῆς παρρησίας αὐτῷ διελέχθη· ἀλλ' οὐ προσήκατο αὐτούς. Τῷ δ' αὐτῷ ἔτει Περόζης πάλιν ἐπιστρατεύσας πρὸς τοὺς Λευκοὺς Οὔννους, τοὺς λεγομένους Νεφθαλίτας, ἀπώλετο πανστρατί. 123 ὀρύξαντες γὰρ τάφρον βαθεῖαν καὶ καλάμους ἐπιθέντες καὶ γῆν ἐπιχώσαντες ἔμειναν ἔνδον. ὀλίγους δὲ ὑπαντῆσαι τούτοις ἀποστείλαντες καὶ αὖθις εἰς φυγὴν τραπέντες καὶ καθ' ἕνα τὰ στενὰ διαβάντες ὁμοῦ τοῖς ἄλλοις ἔφυγον. οἱ δὲ Πέρσαι μηδὲν δεινὸν ὑποπτεύσαντες ἀκρατῶς τούτους ἐδίωκον, καὶ πάντες ὁμοῦ σὺν τῷ Περόζῃ καὶ τοῖς αὐτοῦ παισὶν εἰς τὸ βάραθρον ἐμπεσόντες ἀπώλοντο. ὁ δὲ Περόζης αἰσθόμενος τοῦ δεινοῦ τὸν μάργαρον, ὃν αὐτὸς εἶχε λευκότατον καὶ μέγαν, εἰς ὑπερβολὴν ἔντιμον, ἐξ ὠτὸς τοῦ δεξιοῦ ἀφελόμενος ἔρριψεν, ὅπως μή τις αὐτὸν ὀπίσω αὐτοῦ φορέσῃ, ἐπεὶ ἀξιοθέατος ὑπερφυῶς ἦν, οἷος οὔπω πρότερον ἑτέρῳ βασιλεῖ γέγονεν. οὕτω μὲν Περόζης διεφθάρη σὺν πάσῃ τῇ στρατιᾷ. ὅσοι δὲ Περόζῃ μὴ συστρατεύσαντες, Καβάδην βασιλέα εἵλαντο, τὸν Περόζου νεώτερον υἱόν. ἦρξαν δὲ Περσῶν οἱ βάρβαροι χρόνους δύο εἰς φόρου ἀπαγωγήν. Καβάδης δὲ ἐπὶ τὸ βιαιότερον τῇ ἀρχῇ χρώμενος κοινὰς τὰς γυναῖκας ἐνομοθέτησεν ἔχειν· ὅθεν οἱ Πέρσαι τοῦτον τῆς ἀρχῆς παρέλυσαν καὶ δήσαντες εἰς φυλακὴν ἀπέθεντο, Βλάσην δέ, τὸν καὶ Οὐαλᾶν, ἀδελφὸν Περόζου, βασιλέα ἐποίησαν διὰ τὸ μὴ εἶναι ἄλλον υἱὸν Περόζου. ἡ δὲ γυνὴ Καβάδου διηκόνει αὐτῷ ἐν τῇ φρουρᾷ. ὁ δὲ τῆς εἱρκτῆς ἄρχων ἤρξατο ἐρᾷν τῆς γυναικὸς εὐπρεποῦς οὔσης. ὁ δὲ Καβάδης παρεκάλεσε τὴν γυναῖκα ἐνδοῦναι τῷ ἀνθρώπῳ, εἴ πως δυνηθῇ ἐκφυγεῖν τοῦ φρουρίου. τούτου δὲ γενομένου, ἀκωλύτως ἡ γυνὴ πρὸς Καβάδην εἰσιοῦσα τοῦτον ἐθεράπευεν. φίλος δὲ Καβάδου τις, ὀνόματι Σεόσης, διὰ τῆς γυναικὸς τῷ Καβάδῃ ἐδήλου, ὅτι ἵππους τε καὶ ἄνδρας ἐμπαρασκεύους ἔχειν ἔν τινι χωρίῳ. ὁ δὲ Καβάδης, νυκτὸς ἐπιλαβούσης, πείθει τὴν γυναῖκα ἐσθῆτα μὲν αὐτῷ τὴν οἰκείαν δοῦναι, τὰ δὲ αὐτοῦ ἱμάτια φορέσαι αὐτὴν καὶ ἐπὶ τῆς εἱρκτῆς καθέζεσθαι. οὕτω μὲν οὖν Καβάδης ἐξελθὼν τοῦ δεσμωτηρίου, τοὺς φύλακας διαλαθὼν πόρρω που τοῦ δεσμωτηρίου τῷ ἵππῳ ἐπιβὰς σὺν τῷ Σεόσῃ εἰς Οὔννους τοὺς Νεφθαλίτας ἀφίκετο. καὶ τούτῳ τὴν θυγατέρα ὁ βασιλεὺς γυναῖκα δίδωσιν, οὕτω τε στράτευμα πολὺ