60
αὐτοὺς οὕτω δὴ ἐπὶ πλεῖστον τὴν ἀλλήλων ἔτι λυμαινομένους. 3 εἰ δὴ οὖν νῦν γοῦν ἐστί σοι βουλομένῳ διαλλαγὰς ποιήσασθαι καὶ ξυνθήκας, ἄγε ὅπως αὐτὸς μὲν ἐς Τραπεζοῦντα τὴν πόλιν τὴν Ποντικὴν ἅμα τῷ στρατῷ μεταβήσῃ, ἐνθάδε δὲ ἡμεῖς μενοῦμεν οἱ Πέρσαι· οὕτω τε τὰ τῆς ἐκεχειρίας σχολαίτερον διαλεξόμεθα, πιστοῖς χρώμενοι ἀγγελιαφόροις. 4 εἰ γὰρ 109 μὴ ἑκὼν εἶναι ἀπάξεις ἐνθένδε τὸ στράτευμα, ἴσθι, ὦ γενναῖε, ὡς πρὸς ἀνάγκης ἀπελαθήσῃ. βεβαιότατα γὰρ ἐγὼ τὴν νίκην ἔχω καὶ περιβέβλη μαι οὐ χαλαρώτερον ἢ τόδε τὸ κτῆμα.» καὶ ἅμα λέγων τὸν δακτύλιον ἐπεδείκνυεν ὃν ἐπεφέρετο. 5 πρὸς ταῦτα δὲ ὑπολαβὼν «ἀλλ' ἔμοιγε» ὁ Μαρτῖνος «εὐκτὸν μὲν ἡ εἰρήνη δοκεῖ καὶ τιμιώτατον, καὶ συλλήψομαί σοι προσαγομένῳ τε αὐτὴν καὶ καθιστῶντι· ἄμεινον δέ, οἶμαι, ταῦτα δράσοιμεν ἄν, εἴ γε σὺ μὲν ὡς τάχιστα ἐς Ἰβηρίαν μεταχωρήσεις, ἐγὼ δὲ ἐλεύσομαι ἐς Μουχείρισιν, οὕτω τε τὰ ἐν ποσὶ διασκεψόμεθα. 6 τῆς δὲ νίκης πέρι σοὶ μὲν ἐξέστω μεγαλαυχεῖν τῷ λόγῳ καὶ αὐθαδίζεσθαι καὶ τῶν ἀγοραίων αὐτὴν καὶ αὐθαιρέτων ἡγεῖσθαι κτημάτων· ἐγὼ δὲ καὶ τοῦτό φημι τῇ τοῦ κρείττονος ταλαντεύεσθαι γνώμῃ καὶ οὐ παρὰ τοὺς μέγα βρενθυομένους ἰέναι, ἀλλ' ἐφ' οὓς ἂν ὁ πάντων προαγωγὸς ἐπινεύσοι.» 7 οὕτω δὲ τοῦ Μαρτίνου ἀνδρειότατά τε καὶ μάλα ὁσίως ἀποκριναμένου καὶ τῇ τοῦ βαρβάρου νεμεσήσαντος ἀλαζονείᾳ, οὐδὲν δὲ ὁτιοῦν προελθὸν εἰρηναῖον, διεκρίθησαν ἀπ' ἀλλήλων· καὶ ὁ μὲν ἐς τὸ στρατόπεδον ἐπανῆκε, Μαρτῖνος δὲ ἐς τὴν Νῆσον. 8 τῷ δὲ Ναχορα γὰν μενετέα μὲν αὐτοῦ ἥκιστα ἐδόκει, ἐς δὲ τὸν Φᾶσιν τὴν πόλιν ἰέναι διενοεῖτο ἐκεῖσέ τε μᾶλλον ἐκκαλέσασθαι τοὺς Ῥωμαίους. ἐπιμαχώτατον γὰρ τὸ ἐκείνῃ ἔρυμα ἐπέπυστο εἶναι, ἅτε δὴ ξύλοις ἅπαν ἐσκευασμένον, καὶ τὰ ἐχόμενα πεδία εὐέμβολά τε καὶ ἀγαθὰ ἐνστρατοπεδεύσασθαι. 9 ἥδε δὲ ἡ πόλις ὁ Φᾶσις, ἅπασιν, οἶμαι, διαδηλότατον, ὡς ἐκ τοῦ ποταμοῦ εἴληφε τὴν ἐπωνυμίαν, πλησιαίτατα ὑπορρέοντος καὶ ἀμφ' αὐτὴν ἐς τὸν Εὔξεινον Πόντον ἀπερευγομένου. πρὸς γὰρ τῷ αἰγιαλῷ καὶ ταῖς ἐκβολαῖς τὸ πόλισμα ἵδρυται· ἀφέστηκε δὲ τῆς Νήσου ἓξ μάλιστα παρα σάγγαις ἐπὶ δυόμενον ἥλιον.
20. Εὐθὺς δὴ οὖν ὁ Ναχοραγὰν πόρρω τῶν νυκτῶν τὰς ἀκάτους, ὁπόσας ἐφ' ἁμαξῶν ἐπήγετο, ἐς τὸν ποταμὸν ἐμβαλὼν καὶ ξυζεύξας, λανθάνει τοὺς Ῥωμαίους γέφυράν τέ τινα ἐξ αὐτομάτου πηξάμενος καὶ ἅπαν τὸ πλῆθος ἐς τὸ ἀντιπέρας διαβιβάσας. 2 ἠβούλετο γὰρ ἐς τὰ πρὸς νότον ἄνεμον ἱκέσθαι τοῦ ἄστεος, ὅθεν δὴ αὐτῷ οὐδαμῶς ἤμελλε τὰ ῥεῖθρα τοῦ ποταμοῦ κώλυμα ἔσεσθαι τῷ περιβόλῳ πελάζοντι· 110 ὑπὸ γὰρ τὸ ἀρκτῷον καταρρεῖ καὶ παρατείνεται μέρος. 3 καὶ ὁ μὲν ἀμφὶ τὸ περίορθρον ἄρας ἐκ τῆς ὄχθης εἴχετο τῆς πορείας καὶ τὴν Νῆσον ὡς ἀπωτάτω παραμειψάμενος ἀνὰ τὰ πρόσω ἐχώρει. 4 μόλις δὲ περὶ πλήθουσαν ἀγορὰν οἱ Ῥωμαῖοι τὴν διάβασιν ἐγνωκότες διεταράχ θησάν τε καὶ περὶ πλείστου ἐποιοῦντο προτερῆσαι ἀνὰ τὸ ἄστυ τοὺς πολεμίους. τοιγάρτοι τάς τε τριήρεις καὶ ὅσαι τριακόντοροι παρώρμουν πληρώσαντες ὀξύτατα τοῦ ποταμοῦ τῷ ῥῷ κατεφέροντο. 5 ἀλλὰ φθάσας ὁ Ναχοραγὰν ἀμφὶ τὸ μεσαίτατον τῆς τε Νήσου καὶ τοῦ ἄστεος ἐτύγχανεν ἤδη, ξύλοις τε καὶ λέμβοις τὸ εὖρος ἅπαν τῆς δίνης διαφρα ξάμενος τό τε τῶν ἐλεφάντων στῖφος ὄπισθεν ἐπιστήσας, ἐς ὅσον οἷόν τε ἦν αὐτοῖς τῆς βάσεως ἐφικνεῖσθαι. 6 ὁ δὲ τῶν Ῥωμαίων στόλος ταῦτα πόρρωθεν ἰδόντες αὐτίκα πρύμναν ἐκρούοντο πολλῇ τε χρώμενοι ἐς τοὔμπαλιν τῇ εἰρεσίᾳ, χαλεπώτατα πρὸς τὸ ἀντίπρωρόν τε καὶ ῥοῶδες τῆς φορᾶς ἀνταναγόμενοι, ἀπεχώρησαν. 7 δύο δὲ ὅμως ναῦς κενὰς τῶν ἐμπλεόντων εἷλον οἱ Πέρσαι. οἱ γὰρ δὴ ἄνδρες ξυλλαμβά νεσθαι μέλλοντες τοῖς ὕδασι παραδοῦναι σφᾶς αὐτοὺς εὐτολμότατα κατ εθάρρησαν, ἀντὶ τοῦ μείζονος, οἶμαι, καὶ προύπτου κινδύνου τὸ ἔλαττον δεινὸν δήπου ἑλόμενοι καὶ μετέχον μᾶλλον τῶν ἐκ τῆς τύχης ἀδήλων. τοιγάρτοι ἀφήλαντό τε κουφότατα καὶ