1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

60

οἱ στρατηγοὶ τὴν φρουρὰν τοῦ περιβόλου. οὐ γὰρ ᾤοντο ἀξιόμαχοι ἔσεσθαι, εἴ γε συστάδην παρατάξασθαι πειρα θεῖεν. 9 πρῶτος μὲν οὖν Ἰουστῖνος ὁ Γερμανοῦ καὶ ὁ ἀμφ' αὐτὸν ὅμιλος ἐν τῷ ἀκροτάτῳ μέρει τῷ πρὸς θάλατταν νεύοντι ἐτετάχατο· βραχὺ δέ τι ἀπωτέρω Μαρτῖνος εἱστήκει ὁ στρατηγὸς καὶ αἱ Μαρτί νου δυνάμεις· ἀμφὶ δὲ τὸ μεσαίτατον Ἀγγίλας μὲν ἔχων Μαυρουσίους πελταστὰς καὶ λογχοφόρους, Θεόδωρος δὲ Τζάνους ὁπλίτας, καὶ 111 Φιλομάθιος Ἰσαύρους σφενδονήτας καὶ ἀκοντοβόλους. 10 ὀλίγῳ δὲ τούτων ἀποκεκριμένοι ἐφρούρουν Λαγγοβάρδων ἀπόμοιρα καὶ Ἐρού λων, Γίβρος δὲ ἡγεῖτο ἀμφοτέρων. τὸ δὲ λοιπὸν ἅπαν τοῦ τείχους καὶ πρὸς ἀπηλιώτην ἄνεμον ἀπολῆγον τοῖς ἑῴοις τάγμασιν ἐπεφρόν τιστο, ὑπὸ Βαλεριανῷ στρατηγῷ ταττομένοις. οὕτω μὲν ὑπὲρ τοῦ ἐρύματος ἡ τῶν Ῥωμαίων στρατιὰ ἐν κόσμῳ παρετέτακτο. 21. Ἦν δὲ αὐτοῖς καὶ χαράκωμα ἔμπροσθεν καρτερώτατα ἐξειρ γασμένον, ὡς ἀντέχειν εὐθὺς πρὸς τὰς ἐπιδρομὰς καὶ οἷον ἐν προβόλου μοίρᾳ ἐγκεῖσθαι τῷ τείχει. ἐδεδίεσαν γὰρ εἰκότως ἐπ' αὐτῷ, ἅτε δὴ ξύλοις τε πεποιημένῳ καὶ ἄλλως ὑπὸ χρόνου πολλαχοῦ διερρυηκότι. 2 τῷ τοι ἄρα αὐτοῖς καὶ τάφρος μάλα εὐρεῖα πέριξ ὠρώρυκτο ὕδατός τε ἤδη μεστὴ καὶ ὑπερχειλὴς ἐγεγόνει, ὡς καὶ τοὺς σκόλοπας, οἳ δὴ ἐτύγχα νον ξυνεχέστατα ἐμπεπηγότες, διαλανθάνειν καὶ ἀποκεκρύφθαι· τῆς γὰρ λίμνης, ἣν δὴ σμικρὰν θάλατταν ὀνομάζουσι, τὴν ἐς τὸν Εὔξεινον Πόντον ἐκροὴν φερομένην ἐνταῦθα μετοχετεύσαντες ῥᾳδίως ἅπαντα ἔπλησαν. 3 νῆες δὲ φορτίδες μεγάλαι πρὸς τῇ κυματωγῇ τῆς θαλάττης καὶ ταῖς ἐκβολαῖς τοῦ Φάσιδος πλησιαίτατα τοῦ ἄστεος ἐφορμοῦσαι μετεώρους εἶχον τὰς ἀκάτους καὶ ἀμφ' αὐτὰ δήπου τὰ καρχήσια τῶν ἱστῶν ἀνιμηθείσας καὶ βεβαιότατα αἰωρουμένας, ὡς πολλῷ ἀνέχειν τὰ μεγέθη τῶν πύργων καὶ ὑπερφέρεσθαι. 4 ἄνω δὲ στρατιῶται εἱστήκεσαν καὶ τῶν ναυτῶν ὁπόσοι εὐθαρσεῖς τε καὶ πολεμικώτεροι, τόξα φέροντες καὶ σφενδόνας μηχανάς τε ἑκηβόλους ἐνθέμενοι, πρὸς τὸ ἐνεργὸν ἤδη ἐσκευασ μένας. 5 ἀλλὰ γὰρ καὶ ἕτεραι νῆες διὰ τοῦ ποταμοῦ ἀνηγμέναι ἐπὶ θάτερον μέρος παρῆσαν, ᾧ δὴ Βαλεριανὸς ἐφειστήκει, ὁμοιότατα ταῖς ἄλλαις ἐξηρτυμέναι, ὡς ἂν ἑκατέρωθεν οἱ πολέμιοι ἐξ ὑπερδεξίων βαλ λόμενοι ἀποκρούοιντο, πελασείοντες τῇ πολιορκίᾳ. 6 ὥστε δὲ ταύτας δὴ τὰς ἐν τῷ ποταμῷ ναῦς ἥκιστα ὑπό του πημαίνεσθαι, ∆αβραγέζας, Ἄντης ἀνήρ, ταξίαρχος, καὶ Οὖννός τις λοχαγός, Ἐλμίγγειρος ὄνομα, οὗτοι δὴ προστεταγμένον αὐτοῖς ὑπὸ τῶν στρατηγῶν ἐπακτρίδας τινὰς 112 ἀμφιπρύμνους δέκα πληρώσαντες ἐκ τῆς ἀεὶ σφίσιν ἑπομένης δυνάμεως καὶ ὡς ἀνωτάτω προελθόντες ἐφρούρουν ξὺν ἀγρυπνίᾳ καὶ περιεσκόπουν τὰς διαβάσεις ἐπιπλέοντες, νῦν μὲν ἐν μέσῳ τῷ ῥείθρῳ, νῦν δὲ ἐφ' ἑκατέ ρας τῆς ὄχθης. 7 καὶ τοίνυν ἐνταῦθα ξυνηνέχθη τερπνόν τι λίαν καὶ ἐπίχαρι ὡς ἐν πολέμῳ καὶ παρατάξει. ἔτι γὰρ τούτων ἀνωτέρω αἱ Ῥωμαϊκαὶ δύο τριακόντοροι, ἃς δὴ ἔμπροσθεν ἔφην κενὰς ἀνδρῶν ὑπὸ τῶν Περσῶν ἀφῃρῆσθαι, αὗται δὴ οὖν αἱ τριακόντοροι, ὁπλίτας ἔχουσαι Μήδους, ἐν τῷ ποταμῷ ἐναυλοχοῦντο καλῳδίοις τισὶν τῆς γῆς ἐξημ μέναι. 8 νυκτὸς δὲ ἐπιλαβομένης οἱ μὲν ἄνδρες ἐν αὐταῖς ἐκάθευδον ἅπαντες· τοῦ δὲ ῥοῦ πολλοῦ φερομένου καὶ τὰ πείσματα διατείνοντος τῇ ὑπαγωγῇ τῶν ὁλκάδων ἀπορρήγνυται τῇ μιᾷ ὁ δεσμὸς ἐξαπιναίως· ἄφετον δὲ αὐτὴν ἡ δίνη λαβοῦσα καὶ ἐλευθέραν καὶ οὔτε εἰρεσίας ἀντι πραττούσης οὔτε πηδαλίου ἑτέρωθί που ἰθύνοντος, κατάγει πως αὐτὴν ὀξύτατα ἐς τὸ πρόσω καὶ παραδίδωσι τοῖς ἀμφὶ ∆αβραγέζαν Ῥωμαίοις. 9 οἱ δὲ ἐσιδόντες ἄσμενοι εἷλον τὸ θήραμα καὶ ἐπετέρποντο τῇ ξυντυχίᾳ, ὅτι γε αὐτοῖς ἥδε ἡ ναῦς κενὴ πρότερον ἀπελθοῦσα τότε δὴ ἀνδρῶν ἀνάπλεως ἐπανῆκεν. 22. Ἐν τούτῳ δὲ ὁ Ναχοραγὰν ἁπάσῃ τῇ δυνάμει ἄρας ἐκ τοῦ στρατοπέδου τῷ ἄστει ἐπέλαζεν, ἀκροβολίσασθαί τε βουλόμενος καὶ ἀπόπειραν ποιήσασθαι τῶν Ῥωμαίων, εἰ