60
ἐπιθυμία, οὐκ ἰσχύς, οὐκ ἄλλο τι τοιοῦτον, ἅτινα παθητὰ συμβαίνειν καὶ ἀποβαίνειν πέφυκεν. ἀλλ' οὐδὲ τὸ ὑφ' ἑτέρου φερόμενόν ἐστιν θεὸς οὐδέ γε τὸ ὑπὸ χρόνου ἢ φύσεως ἀλλοιούμενον καὶ εἰς τὸ μηκέτι εἶναι ἀναλυόμενον. Ταῦτά μου διαλεγομένου πρὸς τὸν Ἀππίωνα, ἀπὸ Καισαρείας ἐπέ- στη Πέτρος, καὶ συνδρομαὶ τῶν ὄχλων ἐγένοντο ἐν τῇ Τύρῳ, σπευδόν- των ὑπαντᾶν αὐτῷ καὶ χάριν τῇ ἐπιδημίᾳ ὁμολογεῖν. καὶ ὁ μὲν Ἀππίων ὑπεχώρει μετὰ Ἀννουβίωνος καὶ Ἀθηνοδώρου μόνων, οἱ δὲ ἄλλοι πάντες ὡς ἀπαντησόμενοι τῷ Πέτρῳ ὡρμήσαμεν. πρῶτος δὲ ἐγὼ πρὸ τῶν πυλῶν ἀποδεξάμενος αὐτὸν ἐπὶ τὴν ξενίαν ἦγον. ὡς δὲ ἐγενόμεθα, τοὺς μὲν ὄχλους ἀπελύσαμεν, αὐτῷ δὲ ἀξιώσαντί με τὰ πραχθέντα λέγειν οὐδὲν ἀπεκρυπτό- μην, ἀλλ' ἐμήνυον τάς τε τοῦ Σίμωνος διαβολὰς καὶ τὰς τερατώδεις φαντασίας ὑπ' αὐτοῦ γεγενημένας καὶ ὅσας ἔπεμψεν νόσους μετὰ τὴν ἐκ τῆς βουθυσίας ἑστίασιν καὶ ὅτι ἐκ τῶν νοσούντων οἱ μὲν αὐτόθι κατέμειναν ἐν τῇ Τύρῳ, οἱ δὲ τῷ Σίμωνι ἅμα τῷ ἐμὲ ἐλθεῖν συνεξεληλύθεισαν εἰς τὴν Σιδῶνα, ὡς ὑπ' αὐτοῦ θεραπευθησόμενοι, καὶ ὅτι ἐμάνθανον μηδένα αὐτῶν ἰάσεως ὑπ' αὐτοῦ τετυχηκέναι, καὶ τὴν πρὸς Ἀππίωνά μοι γεγενημένην διάλεξιν τῷ Πέτρῳ διηγησάμην. ὁ δὲ στοργῆς καὶ προτροπῆς χάριν ἐπαινέσας με καὶ εὐλογήσας, ἁλῶν μεταλαβών, διὰ τοὺς καμάτους τῆς ὁδοιπορίας τῇ ἀναγκαιοτάτῃ ἡσυχίᾳ τοῦ ὕπνου ἑαυτὸν ἐπέτρεπεν.