60
Οὗτος οὖν ὁ Συμεών, ὁ ἄρχων Βουλγαρίας, μαθὼν τὴν τοῦ πλωΐμου πρὸς τὸν ποταμὸν ἄφιξιν, καὶ ὅτι μέλλει τὸ πλώϊμον τοὺς Τούρκους κατ' αὐτοῦ περᾶσαι, ἐποίησεν λέσας, ἤτοι πλοκοὺς ἰσχυροὺς πάνυ καὶ στερεμνίους, ὥστε μὴ δύνασθαι τοὺς Τούρκους ἀντιπερνᾶν, δι' ἣν ἐπίνοιαν καὶ ἐκωλύθησαν οἱ Τοῦρκοι τὸ πρῶτον περᾶσαι. Ὁ οὖν προρρηθεὶς Μιχαὴλ ὁ Βαρκαλᾶς μετὰ καὶ ἄλλων δύο πλωΐμων ἀναλαβόμενοι τὰ σκουτάρια καὶ σπαθία αὐτῶν, ἀνδρείῳ καὶ ῥωμαλέῳ ὁρμήματι ἐκπηδήσαντες τοῦ χελανδίου, κατέκοψαν τὰς λέσας, ἤτοι τοὺς πλοκούς, καὶ ἤνοιξαν τὸν πόρον τοὺς Τούρκους. Τοῦτον οὖν τὸν Βαρκαλᾶν οἱ Τοῦρκοι ἰδόντες καὶ τὸ ἀνδρεῖον αὐτοῦ ὑπερθαυμάσαντες, ὅτι μόνος τῶν δύο προπορευόμενος πλωΐμων πρῶτος κατέκοψεν τὸν πλοκόν, θαυμάσαντες εἶπον, ὅτι τοῦτον ἔπρεπεν ὀνομάζεσθαι πατρίκιον καὶ εἶναι κεφαλὴν τοῦ πλωΐμου. Τὴν οὖν τοῦ Βαρκαλοῦ ἀνδρειότητα ἀκούσας ὁ βασιλεύς, ἐποίησεν αὐτὸν δευτεροελάτην εἰς τὸ βασιλικὸν δρομώνιον. Εἶθ' οὕτως τοῦ Ποδάρωνος καὶ τοῦ Λέοντος γενομένων τοποτηρητῶν, προεβλήθη ὁ Μιχαὴλ ὁ γέρων καὶ οὗτος ὁ Βαρκαλᾶς πρωτοκάραβοι τοῦ δρομωνίου. Ὅτι ὁ προρρηθεὶς Λέων ὁ Ἀρμένης, ὁ πατὴρ τοῦ πρωτοσπαθαρίου Ἀρσενίου καὶ μαγγλαβίτου, τοῦ τελευτήσαντος, τελευτᾷ τοποτηρητὴς ὢν εἰς τὸ πλώϊμον, ὁ δὲ πρωτοσπαθάριος ὁ Ποδάρων μετά τινας χρόνους προεβλήθη στρατηγὸς ἐν τῷ θέματι τῶν Κιβυρραιωτῶν. Ὅτι τοῦ Ποδάρωνος γεγονότος τοποτηρητοῦ, προεβλήθη πρωτοσπαθάριος τῆς φιάλης ὁ πρωτοσπαθάριος Θεοφύλακτος ὁ Βιμβιλίδης, ἀνεψιὸς τυγχάνων τοῦ πρωτοσπαθαρίου Ἰωάννου, οὗ τὸ ἐπίκλην Θαλάσσων, καὶ διήρκεσεν ἐν ἔτεσί τισιν τῆς πρώτης αὐτοκρατορίας Κωνσταντίνου, τοῦ πορφυρογεννήτου καὶ φιλοχρίστου δεσπότου. Τούτου οὖν τελευτήσαντος, διὰ τὸ ὑπεργηρᾶσαι τὸν προρρηθέντα Μιχαὴλ τὸν γέροντα καὶ ἐν πολλῶν ἐτῶν περιόδοις διατρίψαι ἐν τῇ τοῦ πρωτοκαράβου ὑπουργίᾳἐτιμήθη τῇ τοῦ πρωτοσπαθαρίου ἀξίᾳ καὶ προεβλήθη καὶ πρωτοσπαθάριος τῆς φιάλης. Καὶ εἰσερχομένου τοῦ βασιλέως ἐν τῇ φιάλῃ ἐν τῷ δρομωνίῳ καὶ ἀπιόντος εἴτε ἐν προκένσῳ, εἴτε ἀλλαχοῦ, ἵστατο ὁ καλὸς ἐκεῖνος γέρων καὶ ἀείμνηστος κατὰ τὴν τῆς θαλάσσης ἐμπειρίαν μέσον τοῦ δρομωνίου, προθυμοποιῶν καὶ προτρεπόμενος τοὺς τοῦ δρομωνίου ἐλάτας γενναιότερον καὶ ἀνδρικώτερον ἐλαύνειν τε καὶ κωπηλατεῖν, ἅμα δὲ καὶ τοῖς τότε πρωτοκαράβοις ὑποτιθέμενος κατὰ τὴν δυσκρασίαν καὶ πνεῦσιν τῶν ἀνέμων τὴν βασίλειον ναῦν πηδαλιουχεῖν τε καὶ κυβερνᾶν. Τούτου οὖν τελευτήσαντος, διὰ τὸ νήπιον τυγχάνειν τὸν βασιλέα καὶ τὸ ἀδιάκριτον τοῦ πατρικίου Κωνσταντίνου καὶ παρακοιμωμένουγέγονεν ὁ Θεόδοτος ἐκεῖνος πρωτοκάραβος, τῷ τότε καιρῷ πρωτελάτης ὤν, τιμηθεὶς κατὰ διαφόρους καιροὺς κανδιδᾶτος, στράτωρ, σπαθάριος, σπαθαροκανδιδᾶτος καὶ μετὰ ταῦτα πρωτοσπαθάριος καὶ πρωτοσπαθάριος τῆς φιάλης, ὃς ἦν γαμβρὸς τοῦ προρρηθέντος Μιχαήλ, τοῦ γέροντος. Οὐδὲ γὰρ ἀπὸ παλαιοῦ τύπου ποτὲ ἐγεγόνει ἢ ἐτιμήθη πρωτοκάραβος τοῦ βασιλέως πρωτοσπαθάριος, ἀλλ' οὐδὲ σπαθαροκανδιδᾶτος, ἀλλ' ἢ κανδιδᾶτος ἢ στράτωρ ἢ τὸ πολὺ σπαθάριος. Ἐπὶ δὲ Λέοντος, τοῦ ἀοιδίμου καὶ σοφωτάτου βασιλέως, οὗτος μόνος ὁ Μιχαὴλ ἐτιμήθη σπαθάριος καὶ μετὰ ταῦτα σπαθαροκανδιδᾶτος. ∆ιὰ δὲ τὸ νήπιον τυγχάνειν τὸν βασιλέα, καθὼς εἴρηται, καὶ τὸ ἀδιάκριτον τοῦ πατρικίου Κωνσταντίνου καὶ παρακοιμωμένου γεγόνασιν οἱ πρωτοκάραβοι σπαθαροκανδιδᾶτοι, καὶ οὗτος ὁ Μιχαὴλ πρωτοσπαθάριος. Τοῦ δὲ βασιλέως τοῦ κυροῦ Ῥωμανοῦ ἀνελθόντος ἐν τῷ παλατίῳ καὶ τῆς βασιλείας, οὐκ οἶδ' ὅπως εἰπεῖν, ἐγκρατοῦς γενομένου, τὸν μὲν Θεόδοτον διὰ τὴν πρὸς Κωνσταντῖνον, τὸν φιλόχριστον δεσπότην καὶ βασιλέα, εὔνοιαν οὐ μόνον διεδέξατο, ἀλλὰ καὶ τὴν διὰ δαρμοῦ καὶ κουρᾶς ἐπεξῆλθε τιμωρίαν, καὶ ἐν διηνεκεῖ παρέπεμψεν ἐξορίᾳ, ἐν ᾗ καὶ τῷ τέλει τοῦ βίου ἐχρήσατο, ἐάσας τὸν σὺν αὐτῷ πρωτοκάραβον Κωνσταντῖνον ἐκεῖνον τὸν Λωρικᾶτον διὰ τὸ διὰ φόβον εὐνοϊκῶς διακεῖσθαι πρὸς αὐτὸν καὶ ὅρκῳ