1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

60

Ἰούδας γὰρ ἐξομολόγησις ἑρμηνεύεται, οὗτοι δὲ οὐκ εἰσὶν ἐξομολογούμενοι Θεῷ τὸ πάθημα τοῦ Χριστοῦ παρανόμως πεποιηκότες, ἵνα καὶ μεταγνόντες σωθῶσιν. Eἰ οὖν οἱ μὴ σῳζόμενοι ἐν οἷς οὐκ ὠφελοῦνται πυκνά ζουσιν, σὺ τί ἂν ἀπολογήσῃ Κυρίῳ τῷ Θεῷ ὁ τῆς Ἐκκλησίας αὐτοῦ ἀπολειπόμενος καὶ μηδὲ τὰ ἔθνη μιμούμε νος, ἀλλὰ διὰ τοῦ ἀπολείπεσθαι ·ᾳθυμῶν ἢ ἀποστατῶν ἢ κακοποιῶν; Oἷς λέγει ὁ Κύριος διὰ τοῦ Ἱερεμίου· «Τὰ δικαιώματά μου οὐκ ἐφυλάξατε, ἀλλ' οὐδὲ κατὰ τὰ δικαιώματα τῶν ἐθνῶν ἐπορεύθητε, παρ' ὀλίγον καὶ ὑπερβάλ λετε αὐτούς.» Καὶ πάλιν· «Ἐδικαίωσεν τὴν ψυχὴν αὐτοῦ Ἰσραὴλ ἀπὸ τῆς ἀσυνθέτου Ἰούδα.» Καὶ ἑξῆς· «Eἰ ἀλλάξονται ἔθνη θεοὺς αὐτῶν, καὶ οὗτοι οὐκ εἰσὶν θεοί· ὅτι διέλθετε νήσους Χετιεὶμ καὶ ἴδετε, καὶ εἰς Κηδὰρ ἀποστείλατε καὶ νοήσατε σφόδρα, εἰ γέγονεν τοιαῦτα· ὅτι ἐκεῖνα μὲν οὐκ ἀμείβουσιν τὰ ἑαυτῶν νόμιμα, ὁ δὲ λαός μου, φησίν, ἠλλάξατο τὴν δόξαν αὐτοῦ, ἐξ ἧς οὐκ ὠφεληθήσεται.» Πῶς οὖν ἀπολογήσεταί τις ὀλιγωρήσας ἢ ἐκστὰς τῆς Ἐκκλησίας τοῦ Θεοῦ; Eἰ δέ τις τὴν τοῦ ἔργου τοῦ ἰδίου πρόφασιν ἐπιφέρων ὀλιγωρεῖ προφασιζόμενος προφάσεις ἐν ἁμαρτίαις, γινωσκέτω ὁ τοιοῦτος, ὡς αἱ τέχναι τῶν πιστῶν ἐπέργιά εἰσιν, ἔργον δὲ ἡ θεοσέβεια. Τὰς οὖν τέχνας ὑμῶν ὡς ἐν παρέργῳ ποιεῖτε εἰς διατροφὴν ὑμῶν, ἔργῳ δὲ τὴν θεοσέβειαν ἀσκεῖτε, ὡς καὶ ὁ Κύριος ἔλεγεν· «Ἐργάζεσθε μὴ τὴν βρῶσιν τὴν ἀπολλυμένην, ἀλλὰ τὴν μένουσαν εἰς ζωὴν αἰώνιον.» Καὶ πάλιν· «Τοῦτο δέ ἐστιν τὸ ἔργον τοῦ Θεοῦ, ἵνα πιστεύσητε εἰς ὃν ἀπέστειλεν ἐκεῖνος.» Σπουδάζετε οὖν μηδέποτε τὴν Ἐκκλησίαν τοῦ Θεοῦ καταλιμπάνειν· εἰ δέ τις ταύτην ὑπερίδη, εἰς μιαρὸν δὲ ἐθνῶν εἰσέλθοι ἢ εἰς συναγωγὴν Ἰουδαίων ἢ αἱρετικῶν, ὁ τοιοῦτος τί ἀπολογήσεται τῷ Θεῷ ἐν ἡμέρᾳ κρίσεως; Λόγια Θεοῦ ζῶντος καταλιπὼν ζῶντα καὶ ζωοποιοῦντα καὶ δυνάμενα ·ύσασθαι κολάσεως αἰωνίου, καὶ πορευθεὶς εἰς οἶκον δαιμόνων ἢ εἰς συναγωγὴν χριστοκτόνων ἢ εἰς ἐκκλησίαν πονηρευομένων, οὐκ ἀκούσας τοῦ εἰπόντος· «Ἐμίσησα ἐκκλησίαν πονηρευομένων, καὶ μετὰ παρα νομούντων οὐ μὴ εἰσέλθω· οὐκ ἐκάθισα μετὰ συνεδρίου ματαιότητος, καὶ μετὰ ἀσεβῶν οὐ μὴ καθίσω.» Καὶ πάλιν· «Μακάριος ἀνήρ, ὃς οὐκ ἐπορεύθη ἐν βουλῇ ἀσεβῶν καὶ ἐν ὁδῷ ἁμαρτωλῶν οὐκ ἔστη καὶ ἐπὶ καθέδρᾳ λοιμῶν οὐκ ἐκάθισεν, ἀλλ' ἢ ἐν τῷ νόμῳ Κυρίου τὸ θέλημα αὐτοῦ καὶ ἐν τῷ νόμῳ αὐτοῦ μελετήσει ἡμέρας καὶ νυκτός.» Σὺ