60
χρόνου τὸν ἀριθμὸν εἴς τε τὰς ζʹ καὶ ἑξῆς τὰς ξβʹ ἑβδομάδας συνημμένην πεποίηται τὴν διαίρεσιν, ταῖς ζʹ τὰς ξβʹ συνάψας, καὶ μηδένα χρόνον μὴ δὲ πρᾶξιν μεταξὺ καταλιπὼν, ὅτι μὴ δ' ἐμφέρεταί τι 162 διάλειμμα χρόνου διαιροῦν καὶ διαζευγνύον τὸ συνημμένον τῆς κατ' ἐκείνας τὰς ἑβδομάδας ἱστορίας· ἐπὶ δὲ τῆς ἐπιφερομένης ἑβδομάδος μιᾶς μακρά τις καὶ ἀπεσχοινισμένη τυγχάνει διαστολή. Μετὰ γὰρ τὰς ἑβδομάδας τὰς ξβʹ, πρῶτον φησὶν ἐξολοθρευθήσεται χρίσμα, καὶ κρίμα οὐκ ἔστιν ἐν αὐτῷ, ὃ καὶ πρόδηλον τίνα τρόπον πέρας εἴληφεν ἐπὶ τῶν Ἡρώδου χρόνων· εἶτα φησὶ, καὶ τὴν πόλιν καὶ τὸ ἅγιον διαφθερεῖ σὺν τῷ ἡγουμένῳ τῷ ἐρχομένῳ. Τίς δὲ διαφθερεῖ ἢ τῶν ψυχῶν ὁ διαφθορεὺς διάβολος; Τίς δὲ ὁ ἐρχόμενος ἡγούμενος, ἢ ὁ ἐξ ἐθνῶν πρῶτος αὐτῶν ἡγησάμενος Ἡρώδης, καὶ οἱ μετ' αὐτὸν εἰς δεῦρο τὴν κατὰ Ἰουδαίων ἡγεμονίαν διειληφότες; Ὥσπερ γ' οὖν τοὺς πάλαι αὐτῶν ἡγουμένους ἀρχιερεῖς χριστὸν ἡγούμενον αἰνιγματωδῶς προσεῖπεν ἡ προφητεία, τὸν αὐτὸν τρόπον τοὺς μετὰ τὴν ἐκείνων κατάπαυσιν ἐξ ἐθνῶν αὐτῶν ἄρξαντας ἐρχόμενον ἡγούμενον προσηγόρευσεν, φήσασα, καὶ τὴν πόλιν καὶ τὸ ἅγιον διαφθερεῖ σὺν τῷ ἡγουμένῳ τῷ ἐρχομένῳ· ὅπερ σαφέστερον ὁ Ἀκύλας ἐκδέδωκε ποιήσας, καὶ τὴν πόλιν καὶ τὸ ἅγιον διαφθερεῖ λαὸς ἡγουμένου ἐρχομένου. Καὶ πρόδηλον ὅπως ὁ λαὸς καὶ ὁ στρατὸς τῶν μετὰ τοὺς χριστοὺς ἡγουμένους τὴν κατὰ Ἰουδαίων ἀρχὴν διαδεξαμένων ἐξ ἐθνῶν ἡγουμένων, νόμοις ἐθνῶν χρώμενος, καὶ τὴν πόλιν καὶ τὸ ἅγιον διέφθειρεν, καὶ ὁ κατὰ διάνοιαν δὲ τῶν ψυχῶν ἡγούμενος φθορεὺς σὺν τῷ ἡγουμένῳ τῷ κατὰ τὴν προφητείαν ἐληλυθότι πᾶσαν φθορὰν ἐνηργήσατο αὐτῷ τε πρότερον τῷ λαῷ, καὶ τοῖς τὴν πόλιν ἐνοικοῦσι πολίταις, ἔπειτα δὲ καὶ τῷ ναῷ καὶ τῇ πάλαι συντε 163 λουμένῃ ἐν αὐτῷ λατρείᾳ. Καὶ ταύτην γε αἰτίαν τῆς παραυτίκα γεγενημένης τοῦ Χριστοῦ παρουσίας προσημαῖνόν που θεῖον λόγιον φησὶν, Κύριος ἐκ τοῦ οὐρανοῦ διέκυψεν ἐπὶ τοὺς υἱοὺς τῶν ἀνθρώπων, τοῦ ἰδεῖν εἰ ἔστι συνιῶν, ἢ ἐκζητῶν τὸν Θεόν. Πάντες ἐξέκλιναν, ἅμα ἠχρειώθησαν, οὐκ ἔστι ποιῶν χρηστότητα οὐκ ἔστιν ἕως ἑνός. Εἶθ' ὡς διεφθορότων τῶν προδεδηλωμένων τὰ διαληψόμενα αὐτοὺς προδιδάσκων ὁ λόγος φησὶ, καὶ κοπήσονται ἐν τῷ κατακλυσμῷ, καὶ ἐπὶ τοσοῦτόν γε κοπήσονται, ἕως τέλους πολέμου συντετμημένου ἀφανισμοῖς· ἔτι δὲ τούτων συντελουμένων τε καὶ ἐνεργουμένων, καὶ δυναμώσει διαθήκην πολλοῖς ἑβδομὰς μία. Αὕτη δ' ἂν εἴη ἡ τοῦ σωτηρίου κηρύγματος, δι' οὗ τῆς καινῆς τὴν παράδοσιν διαθήκης ὁ Σωτὴρ καὶ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἐν πολλοῖς τοῖς μαθητευθεῖσιν αὐτῷ ἐνεδυνάμωσε· τότε μὲν πρὸ τοῦ πάθους συνὼν αὐτοῖς καὶ συμπολιτευόμενος, τότε δὲ καὶ μετὰ τὴν ἀνάληψιν δι' ἡμερῶν μʹ ὀπτανόμενος αὐτοῖς καὶ συναλιζόμενος, καὶ λέγων τὰ περὶ τῆς βασιλείας τοῦ Θεοῦ· διὸ καὶ παρήγγελλεν αὐτοῖς ἀπὸ Ἱεροσολύμων μὴ χωρίζεσθαι. Ταύτης δὲ τῆς ἑβδομάδος ἐν τῷ ἡμίσει δι' ἣν πέπονθεν ὑπὸ Ἰουδαίων ἐπιβουλὴν καὶ τὰ ἀκόλουθα τῆς θείας ἐπληρώθη προρρήσεως, ἀμφὶ γοὖν τὰ τρία ἥμισυ ἔτη κηρύξας, καὶ ἀπὸ τῆς τῶν εὐαγγελίων παρίσταται γραφῆς· διὸ εἴρηται, καὶ ἐν τῷ ἡμίσει τῆς ἑβδομάδος ἀρθήσεται θυσία καὶ σπονδή· καὶ σαφές γε ὅπως ἅμα τῷ πάθει δυνάμει ἤρθη ἐξ αὐτῶν θυσία καὶ σπονδή· ὅτε κατὰ μὲν τὴν τῶν εὐαγγελίων γραφὴν 164 τὸ καταπέτασμα τοῦ ναοῦ ἐσχίσθη ἀπὸ ἄνωθεν ἕως κάτω· κατὰ δὲ τὴν τοῦ Ἰωσήπου ἱστορίαν, Ἐν αὐτῇ τῇ πεντηκοστῇ νύκτωρ οἱ ἱερεῖς παρελθόντες εἰς τὸ ἱερὸν, ὥσπερ αὐτοῖς ἔθος ἦν, πρὸς τὰς λειτουργίας, πρῶτον μὲν κινήσεως ἔφασαν ἀντιλαμβάνεσθαι καὶ κτύπου, μετὰ δὲ ταῦτα φωνῆς ἀθρόας, μεταβαίνομεν ωμεν ἐντεῦθεν. Ταῦτα δὲ κατὰ λέξιν καὶ ἕτερα τούτοις παραπλήσια ταῖς ἱστορίαις παραδοὺς ὁ Ἰώσηπος συμβάλοιτ' ἂν ἡμῖν εἰς ἀπόδειξιν τοῦ δυνάμει λελύσθαι τε καὶ καθῃρῆσθαι μετὰ τὸ σωτήριον πάθος τὰ τῆς τοῦ λαοῦ σωματικῆς λατρείας. Οἶδα δὲ καὶ ἄλλην εἰς τὴν ἑβδομάδα τὴν δυναμώσασαν διαθήκην πολλοῖς ἀποδοθεῖσαν