1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

60

Μαθουσάλα δὲ ἔτος ἦν κατὰ τὸ βρμαʹ ἔτος τοῦ κόσμου, λέγω δὲ τῷ φʹ ἔτει τοῦ Νῶε, καθ' ὃ καὶ ὁ πρῶτος υἱὸς αὐτοῦ Σὴμ ἐγεννήθη ωνεʹ, 132 τοῦ Λάμεχ πατρὸς Νῶε ἔτος χπζʹ, τῷ δὲ χʹ ἔτει τοῦ Νῶε, ρʹ δὲ τῆς ζωῆς τοῦ Σὴμ καὶ νεʹ τοῦ μακροβιωτάτου Μαθουσάλα ὁ κατακλυσμὸς γέγο νεν ἐπὶ τῆς γῆς. καὶ ἐπέζησε Μαθουσάλα σὺν τῷ αὐτῷ ἔτει τοῦ κατακλυ σμοῦ ἕως βσνςʹ κοσμικοῦ ἔτους λοιπὰ ἔτη ιεʹ, εἴπερ ἀληθεῖς εἶναι πιστεύο μεν τὰς περὶ αὐτοῦ καὶ τῶν πρὸ αὐτοῦ φερομένας ἐν ἱεραῖς δέλτοις ἀψευδεῖς καὶ θεοπνεύστους ἱστορίας καὶ ἔτι τῶν μετ' αὐτῶν, ὡς ὑπο ταχθήσεται. Σὴμ ὁ πρῶτος υἱὸς Νῶε γενόμενος ἐτῶν ργʹ, ἔτους βʹ μετὰ τὸν κατα κλυσμόν, ἐγέννησε τὸν Ἀρφαξὰδ τῷ βσμγʹ ἔτει τοῦ κόσμου, ὅπερ ἦν χαʹ τῆς ζωῆς τοῦ Νῶε. καὶ ἐπέζησεν φʹ ἕως τοῦ βψμβʹ κοσμικοῦ ἔτους ὁ Σήμ. ὁ δὲ Νῶε μετὰ τὸν κατακλυσμὸν ἔζησεν ἔτη τνʹ, καὶ ἀπέθανε τῷ βφζβʹ ἔτει τοῦ κόσμου κατὰ τὸ υνʹ ἔτος τῆς τοῦ Σὴμ ζωῆς. Ἀρφαξὰδ γενόμενος ἐτῶν ρλεʹ ἐγέννησε τὸν Καϊνᾶν τῷ βτοζʹ ἔτει τοῦ κόσμου, καὶ ἔζησεν ἔτη τνεʹ ἕως τοῦ βψλβʹ κοσμικοῦ ἔτους· καὶ ἀπέθανε πρὸ τοῦ ἰδίου πατρὸς Σὴμ ἔτεσι ιʹ. τινὰ δὲ τῶν ἀντιγράφων, ὡς καὶ Εὐσε βίου, υγʹ ἔχουσι τοῦ Ἀρφαξὰδ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Σάλα, οἷς οὐδ' ὅλως ἑπόμεθα, πάντη τῆς ἀληθείας τῶν χρόνων καὶ τῶν γενεῶν διημαρτηκόσιν. ἀντὶ γὰρ τοῦ Καϊνᾶν τὸν Σάλα φασὶ γεννηθῆναι τῷ Ἀρφα ξὰδ Ἀφρικανός τε καὶ Εὐσέβιος, καὶ τὴν ιδʹ γενεὰν τοῦ Σάλα ιγʹ τάττουσι, μνήμην τοῦ δευτέρου Καϊνᾶν οὐδ' ὅλως ποιησάμενοι, ὃν αἱ πανταχοῦ τῆς Γενέσεως ἱεραὶ βίβλοι καὶ τὸ κατὰ Λουκᾶν Εὐαγγέλιον τοῦ Ἀρφαξὰδ υἱὸν ἐκδεδώκασι καὶ ιγʹ ἀπὸ Ἀδάμ, πατέρα δὲ τοῦ Σάλα ιδʹ ἀπὸ Ἀδὰμ ὄντος. Καϊνᾶν γενόμενος ἐτῶν ρλʹ ἐγέννησε τὸν Σάλα τῷ βφζʹ ἔτει τοῦ κόσμου, καὶ ἐπέζησεν ἔτη υλʹ. τινὰ δὲ τῶν ἀντιγράφων τλʹ περιέχουσι. Σάλα γενόμενος ἐτῶν ρλʹ ἐγέννησε τὸν Ἕβερ τῷ βχλζʹ ἔτει τοῦ κό σμου, καὶ ἐπέζησε Σάλα τλʹ ἔτη ἕως τοῦ βξζʹ κοσμικοῦ ἔτους. τῷ δὲ σκεʹ ἔτει τοῦ Σάλα Ἀρφαξὰδ ἀπέθανεν. Ἕβερ γενόμενος ἐτῶν ρλδʹ ἐγέννησε τὸν Φαλὲκ τῷ βψοαʹ ἔτει τοῦ κόσμου, καὶ ἔζησεν Ἕβερ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Φαλὲκ ἔτη σοʹ ἕως τοῦ γμʹ κοσμικοῦ ἔτους. τῷ οὖν ρʹ ἔτει Ἕβερ, ὅπερ ἦν βψλςʹ ἔτος τοῦ 133 κόσμου, ἤρξαντο οἰκοδομεῖν τὸν πύργον. τῷ δὲ ρμʹ, ἤτοι κοσμικῷ βψοςʹ, συνεχύθησαν αἱ γλῶσσαι, ἔτει εʹ τῆς ζωῆς Φαλέκ, καὶ διεσπάρησαν ἔτει ςʹ, ὥς τινες ἠκριβολογήσαντο οὐκ ἀπεικότως οἶμαι. Φαλὲκ γενόμενος ἐτῶν ρλʹ ἐγέννησε τὸν Ῥαγαῦ, καὶ ἔζησεν ἔτη σθʹ. †καὶ ἀπέθανε πρὸ τοῦ ἰδίου πατρὸς καὶ οὗτος Ἕβερ δεύτερος μετὰ τὸν Λάμεχ ἔτη σλʹ.† Ῥαγαῦ γενόμενος ἐτῶν ρλβʹ ἐγέννησε τὸν Σεροὺχ τῷ γλγʹ ἔτει τοῦ κόσμου, σξβʹ ἔτει τοῦ Φαλέκ. Σεροὺχ γενόμενος ἐτῶν ρλʹ ἐγέννησε τὸν Ναχὼρ τῷ γρξγʹ ἔτει τοῦ κόσμου. Ναχὼρ γενόμενος ἐτῶν οθʹ ἐγέννησε τὸν Θάρα τῷ γσμβʹ ἔτει τοῦ κόσμου. Θάρα γενόμενος ἐτῶν οʹ ἐγέννησε τὸν Ἀβραάμ· ἐπέζησε δὲ ἔτη ρλεʹ ἕως τοῦ λεʹ ἔτους τοῦ Ἰσαάκ· τούτου ρμεʹ ἔτει Ἀβραὰμ καταλιπὼν αὐτὸν ἐν Χαρρὰν παρῴκησεν εἰς γῆν Χαναὰν κατὰ θεῖον χρησμόν, γεννηθεὶς μὲν τῷ γτιγʹ ἔτει τοῦ κόσμου, ἐπιβὰς δὲ τῆς ἐπηγγελμένης γῆς τῷ γτπζʹ ἐξ Ἀδάμ, οεʹ ὄντι τῆς ζωῆς αὐτοῦ ἔτει. Ἀβραὰμ γενόμενος ἐτῶν ρʹ ἐξ ἐπαγγελίας ἐγέννησε τὸν Ἰσαάκ. Ἰσαὰκ γενόμενος ἐτῶν ξʹ ἐγέννησε τὸν Ἰακὼβ τῷ γυογʹ ἔτει τοῦ κόσμου. τὸ δ' αὐτὸ ἦν καὶ τοῦ Ἀβραὰμ ἔτος ρξαʹ, ὡς εἶναι δῆλον ὅτι ὁ Ἰακὼβ κατὰ τὸ ροεʹ ἔτος Ἀβραάμ, ἐν ᾧ μετήλλαξεν, ιδʹ ἐτῶν ἦν τοὐλάχιστον. Ἰακὼβ ἔτει πβʹ τῆς ζωῆς αὐτοῦ ἐγέννησε τὸν Λευί, καθὼς ἐν τῇ προ λαβούσῃ συντάξει σαφῶς ἀποδέδεικται. ἀνάγκη γὰρ ἅπασα μεταξὺ τῆς γενέσεως Ἰωσὴφ καὶ Λευὶ θʹ μεσεμβολεῖν ἔτη, ἐπεὶ καὶ ἔνατος ἐτέχθη μετ' αὐτόν. ἀποδείκνυται δὲ Ἰωσὴφ ἐκ τῆς γραφῆς τῷ ζαʹ Ἰακὼβ τεχθείς, εἴ γε ρκʹ ἔτει τοῦ πατρὸς λʹ ἔτος ἄγων ἐπὶ τῆς ἀρχῆς Αἰγύπτου ἀναβι βάζεται. συναποδέδεικται δὲ καὶ Λευὶ διὰ τοῦτο πρὸ θʹ ἐτῶν αὐτοῦ τῷ πβʹ ἐξ ἀνάγκης γεννηθεὶς τοῦ Ἰακὼβ ἔτει. καὶ ἔτι πρὸς τούτοις ἐπισυνάγε 134 ται πρὸ δέκα τῆς γενέσεως ἐτῶν τοῦ Λευὶ παραγενέσθαι τὸν Ἰσραὴλ εἰς Μεσοποταμίαν. ζʹ γὰρ ἔτη