60
βασιλέως τὸν Συργιάννην εἰς δεσμωτήριον ἐμβληθέντα. ὕστερον δὲ ὀλίγαις ἡμέραις ὁ πρεσβύτερος βασιλεὺς δικαστήριον καθίσας, συνδικάζοντος αὐτῷ καὶ τοῦ νέου βασιλέως καὶ τῶν ἐν τέλει πάντων Ῥωμαίων παρόντων, ἐκέλευσε τὸν Συργιάννην εἰς μέσους ἐλθεῖν, ὡς ὧν κατηγορεῖτο τὰς αἰτίας ἀπολυσόμενον. κατηγορεῖτο δὲ αὐτοῦ, ὡς εἴη συνωμοσίας ἅμα Ῥωμαίων οὐ πολλοῖς πεποιημένος ἐπὶ τῷ τὸν πρεσβύτερον βασιλέα ἀποκτείναντας, αὐτὸν ἀποδειχθῆναι βασιλεύοντα Ῥωμαίων. οἱ μὲν οὖν διώκοντες ἐπέκειντο σφοδρῶς ἀληθῆ ἃ αὐτοῦ κατηγοροῦντο διϊσχυριζόμενοι εἶναι. ἔλεγχον μέντοι ἐναργῆ τῶν κατηγορουμένων οὐκ ἠδύναντο παρέχειν· αὐτός τε ἐκ τοῦ ὁμοίου, ἃ μὲν κατηγορεῖτο συκοφαντίας διετείνετο εἶναι, οὐ μέντοι καὶ ἀποδείξεις παρεῖχεν ἰσχυρὰς, ἐξ ὧν ἂν τὴν δίκην διαφύγοι. ἐπὶ πολὺ δὲ αὐτοῦ τε καὶ τῶν διωκόντων πρὸς ἀλλήλους ἀντικαθισταμένων, ὡς ἰσοπαλεῖς ἦσαν αἱ δίκαι, ὁ πρεσβύτερος βασιλεὺς ἐπέτρεπε τῷ νέῳ ψῆφον ἐπὶ τοῖς λεγομένοις ἐξενεγκεῖν. τοῦ δὲ ἀπαγορεύσαντος δέει τοῦ μὴ διὰ τὴν ἀποστασίαν καιροῦ παρασχόντος δοκεῖν ἀμύνεσθαι αὐτὸν, ὁ πρεσβύτερος βασιλεὺς πολλὰ αὐτοῦ κατηγορήσας, καὶ τοὺς διώκοντας ἀποφηνά 1.172 μενος ἀληθεύειν, τὸ δεσμωτήριον κατέκρινεν οἰκεῖν ὑπὸ κλοιοῖς ἑνὶ κανόνι συνηρμοσμένοις φρουρεῖσθαι κελεύσας. ἐλέγετο μέντοι ὡς ἐπὶ ταῖς τοῦ νέου βασιλέως πρὸς τὸν αὐτοῦ συμβάσεσι πάππον καὶ τοῦτο εἴη συντεθειμένον, τὸ ἐκ παντὸς τρόπου τὸν Συργιάννην εἱρχθῆναι τοῦ νέου βασιλέως ᾐτηκότος· ἦν δὴ σαφὴς καὶ ἀναντίῤῥητος συκοφαντία. λϛʹ. Ἔτι δὲ βασιλέως τοῦ νέου διατρίβοντος ἐν Βυζαντίῳ, Τερτερὴς ὁ τῶν Μυσῶν βασιλεὺς ἐτελεύτησε τὸν βίον. τελευτήσαντος δὲ αὐτοῦ, αἱ ἀπὸ Μεσημβρίας ἄχρι Στίλβνου τοῖς Μυσοῖς ὑπήκοοι πόλεις ἑκοντὶ τοῖς Ῥωμαίων προσεχώρησαν βασιλεῦσι. καὶ ὁ πρεσβύτερος βασιλεὺς ταῖς προσχωρησάσαις πόλεσιν ἀπέστειλεν ἐπιτρόπους, οὓς ἔκρινεν αὐτός. Βοησίλας δὲ ὁ τοῦ προβεβασιλευκότος Μυσῶν ἀδελφὸς αὐτόμολος ὢν ἐν Ῥωμαίοις τότε, ὡς ἐπύθετο τὴν τελευτὴν τοῦ βασιλέως Μυσῶν, ἀπελθὼν καὶ αὐτὸς προσεποιήσατο ἑαυτῷ τὰς ἀπὸ Στίλβνου μέχρι Κόψεως ἐπιλοίπους τῆς Μυσίας πόλεις προσχωρησάσας ἀμαχεὶ διὰ τὴν οἰκειότητα τοῦ γένους. πέμψας δὲ ὡς βασιλέα καὶ ἐπαγγειλάμενος ὑπ' αὐτὸν τελεῖν αὐτόν τε καὶ πόλεις καὶ τὴν συνεπομένην στρατιὰν, δεσπότης Μυσίας ὑπὸ βασιλέως ἐπιτέτραπται ὀνομάζεσθαι. βασιλεὺς δὲ ὁ νέος, ἅμα καὶ τοῦ πάππου καὶ βασιλέως ἐπιτετραφότος, τὴν ἐκ Βυζαντίου καὶ τὴν Θρᾳκίαν στρατιὰν ἀθροίσας, εἰς Φιλιππούπολιν ὡς ἐκπολιορκήσων ἦλθε. γενομένῳ δὲ ἐκεῖ ὁ Βοησίλας ἅμα τῇ ὑπ' αὐτὸν στρατιᾷ τοῦ πολέμου συνεφαψόμενος συνῆλθε· καὶ περιστρατοπεδευ 1.173 σάμενοι ἐπολιόρκουν· οὔσης δὲ ἐντὸς ἀξιομάχου στρατιᾶς, ἤνυον οὐδὲν, ἀλλὰ ἐκακοπάθουν. ὁ γὰρ Τερτερὴς ἅμα τῷ τὴν Φιλιππούπολιν κατασχεῖν, δείσας μὴ αὖθις οἱ Ῥωμαῖοι ἐπελθόντες, διὰ τὴν ὀλιγανδρίαν, ὥσπερ καὶ αὐτὸς, ἕλωσιν αὐτὴν, ἅμα δ' ὅτι καὶ ἐν ὁρίοις ἦν τῆς ἐκείνου καὶ Ῥωμαίων ἡγεμονίας, χιλίους μὲν ἱππέας λογάδας ἐξ Ἀλανῶν καὶ Μυσῶν, καὶ δὶς τοσούτους πεζοὺς πελταστὰς, οἳ δοκοῦσι μαχιμώτατοι εἶναι παρ' αὐτοῖς, τὴν πόλιν ἔπεμψε φρουρεῖν. ἄρχοντες δὲ ἦσαν αὐτῶν ὅ, τε Ἰτίλης καὶ ὁ Τεμήρης, τὸ γένος Ἀλανοὶ, καὶ Ἰνᾶς ὁ ἐξ Οὔγκρων· στρατηγὸς δὲ ἐπὶ πᾶσιν Ἰβάνης ὁ Ῥὼς κατά τε χεῖρα γενναῖος καὶ ἐμπειρότατος στρατηγεῖν· οἳ καὶ τετελευτηκότος τοῦ βασιλέως αὐτῶν, οὐ κατέλιπον τὴν πόλιν, ἀλλ' ἐφρούρουν μένοντες. τότε δὲ πολιορκούμενοι ὑπὸ βασιλέως, ἔξω μὲν πυλῶν ὡς ἐς μάχην παραταξόμενοι προῄεσαν οὐδαμῶς· τὰς πύλας δὲ ἀποικοδομήσαντες, ἀπὸ τῶν τειχῶν ἠμύνοντο καρτερῶς καὶ ἐκάκουν πολλὰ τὴν βασιλέως στρατιάν. ἐπολιόρκησε μὲν οὖν αὐτοὺς ὁ βασιλεὺς ἐπὶ τέσσαρσι μησὶ συνεχῶς ὁσημέραι τειχομαχῶν. ἀπαγορεύοντος δὲ τὴν παράληψιν ἤδη, ἐκ Γερμανῶν τις περὶ τειχομαχικὰς μηχανὰς ἐξησκημένος, ὡς ἐν ῥᾳδίῳ τῆς ἐπιχειρήσεως ἐδόκει ἡ πόλις κεῖσθαι, ἐλπίδας τῆς ἁλώσεως οὐ φαύλας ὑπετίθει τῷ βασιλεῖ, καὶ ἐδημιούργει τὸ μηχάνημα, προστάξαντος βασιλέως. ἦν δὲ τοιόνδε· ἐπὶ