60
αὐτοῖς οτι "ὁ τοῦ φονέως υἱὸς κτανεῖν με ἀπέστειλεν, ἀλλ' ὑμεῖς τὴν θύραν κλείσαντες κωλύσατε τὴν εισοδον τῷ σφαγεῖ· εψεται γὰρ μεταμεμελημένος ὁ βασιλεύς." καὶ οἱ μὲν κατὰ τὸν τοῦ προφήτου λόγον ἐποίησαν, ̓Ιωρὰμ δὲ μεταβουλευσάμενος σπεύδων πρὸς τὸν προφήτην ἀφίκετο καὶ ᾐτιᾶτο αὐτὸν οτι μὴ δέοιτο τοῦ θεοῦ λῦσαι σφίσι τὰ λυπηρά. ὁ δέ "αυριον" εφη "δύο σάτα κριθῆς πραθήσεται σίκλου, καὶ σεμιδάλεως σάτον σίκλου." καί τις τῶν ἑπομένων τῷ βασιλεῖ "απιστα" εφη "λέγεις, προφῆτα." ὁ δέ "οψει μέν" εφη "τὰ ἐπηγγελμένα, οὐκ ἀπολαύσεις δὲ αὐτῶν διὰ τὴν ἀπιστίαν." κατὰ δὲ τὴν νύκτα ἐκείνην κτύπον ἁρμάτων, ιππων τε καὶ οπλων, καὶ πλήθους ἀλαλαγμὸν ἐνεποίησεν ὁ θεὸς τῶν Σύρων ταῖς ἀκοαῖς. οἱ δὲ συμμαχικὸν προσλαβέσθαι πολὺ τὸν ̓Ιωρὰμ οἰηθέντες καὶ ἐπέρχεσθαι σφίσι, λιπόντες τὸ στρατόπεδον περιδεῶς ἀπεδίδρασκον. λεπροὶ δὲ τέσσαρες ανδρες εξω τῆς πόλεως ησαν, τοῦ νόμου τοὺς λεπροὺς κελεύοντος ἐξωθεῖσθαι τῶν πόλεων. οἱ γοῦν λεπροὶ ἐκεῖνοι ηδη φθειρόμενοι τῷ λιμῷ προσελθεῖν τῇ τῶν Σύρων παρεμβολῇ ἐβουλεύσαντο, λέγοντες ὡς "η φείσονται ἡμῶν καὶ τραφέντες ζησόμεθα, η ἀναιρεθέντες τῶν 1.151 κακῶν ἀπαλλαγησόμεθα." ηκον ουν ορθρου πρὸς τὸ τῶν Σύρων στρατόπεδον, καὶ οὐδεὶς αὐτοῖς ἑωρᾶτο· παρῆλθον εἰς μίαν σκηνήν, καὶ κενὴν ἀνθρώπων κατέλαβον· ἐξ ἐκείνης εἰς ἑτέραν μετέβησαν, κἀκείνην ερημον ουσαν εὑρήκασι· καὶ εἰς πλείους δὲ μεταβάντες ὡς οὐδενὶ ἐνετύγχανον, πρῶτον μὲν εφαγόν τε καὶ επιον, ειτα χρυσίον τε καὶ ἀργύριον καὶ ἱμάτια λαβόντες ἐκεῖθεν εκρυψαν, καὶ ουτως εἰς τὴν πόλιν ἐλθόντες τὸ γεγονὸς ἀνεκήρυττον. ὁ δὲ βασιλεὺς ἀκούσας ἐνέδραν ειπεν ειναι τοῦτο τῶν πολεμίων, καὶ μὴ προϊέναι διεκελεύετο, τοὺς δὲ κατασκοπήσοντας επεμψεν. οι ἀπελθόντες ἐνέτυχον μὲν οὐδενὶ παρὰ τὴν ὁδόν, πλήρη δὲ αὐτὴν ἱματίων καὶ σκευῶν ευρισκον. ταῦτα μαθὼν ὁ βασιλεὺς διαρπάσαι τὴν παρεμβολὴν τῷ πλήθει ἐπέτρεψεν. οθεν τοσαύτη ἀφθονία ἐγένετο τῶν ἀναγκαίων ὡς δύο σάτα κριθῆς σίκλου πωλεῖσθαι, σάτον δὲ σεμιδάλεως· τὸ δὲ σάτον ἐστὶν ̓Ιταλικὸν ἡμιμέδιμνον. μόνος δὲ τῆς ἀφθονίας ἐκείνης οὐκ ἀπώνατο ὁ τοῦ βασιλέως τριστάτης, κατὰ τὸν τοῦ προφήτου λόγον, ος τῇ αὐτοῦ προρρήσει ἠπίστησε· συρρεύσαντος γὰρ τοῦ πλήθους ἐπὶ τὴν πύλην τῆς πόλεως συνεπατήθη καὶ τέθνηκεν. ̔Ο δὲ βασιλεὺς ∆αμασκοῦ μετὰ ταῦτα ἐνόσησε. καὶ ὁ ̓Ελισσαῖος ἀπῆλθε τότε πρὸς ∆αμασκόν· καὶ ηκουσεν ὁ νοσῶν περὶ τοῦ προφήτου, καὶ ἀπέστειλεν ̓Αζαὴλ τὸν ἐντιμότερον τῶν θεραπόντων αὐτοῦ πρὸς αὐτόν, ἐρωτῶντα εἰ ζήσεται. επεμψε δὲ αὐτῷ καὶ δῶρα πολλά. ἐρωτηθεὶς δὲ ὁ προφήτης τεθνήξεσθαι μὲν τὸν νοσοῦντα βασιλέα προεῖπε, τῷ δὲ ̓Αζαὴλ ἐνετέλλετο μηδὲν ἐκείνῳ εἰπεῖν· αὐτὸς δὲ εκλαιε. καὶ ἐρωτηθεὶς παρὰ τοῦ ̓Αζαὴλ τοῦ κλαυθμοῦ τὴν αἰτίαν, 1.152 θρηνεῖν εφη προορῶν οσα ἐκ σοῦ συμβήσεται τοῖς ̓Ισραηλίταις δεινά· σὺ γὰρ βασιλεὺς εσῃ Συρίας. ὑποστρέψας δὲ ̓Αζαὴλ πρὸς τὸν κύριον αὐτοῦ ἀπήγγειλε φάναι τὸν προφήτην ὡς ζήσεται. τῇ δ' ἐπιούσῃ δίκτυον αὐτῷ ἐπιβαλὼν διάβροχον, τὸν μὲν ἀπέπνιξεν, αὐτὸς δὲ τῆς βασιλείας ἐπείληπτο. ̔Ο δὲ τοῦ ̓Ιούδα βασιλεὺς ̓Ιωράμ, ἡ γὰρ αὐτὴ κλῆσις ἀμφοῖν τοῖν βασιλέοιν προσῆν, εἰς ἀσέβειαν ἐξεκυλίσθη παρὰ τῆς γυναικὸς αὐτοῦ Γοθολίας, θυγατρὸς ουσης τοῦ ̓Αχαάβ, καὶ τοὺς ἀδελφοὺς αὐτοῦ ἀνεῖλε καὶ τοὺς πατρῴους θεράποντας, καὶ τὸν λαὸν συνασεβεῖν αὐτῷ κατηνάγκαζεν. ουτω δὲ βιοῦντι ὁ προφήτης ἐπέστειλε, μηνύων αὐτῷ τὸν ἐσόμενον ολεθρον καὶ τὴν τῶν γυναικῶν αὐτοῦ καὶ τῶν τέκνων φθορὰν διὰ τὴν ἀσέβειαν καὶ τὴν τοῦ λαοῦ κάκωσιν· α καὶ εἰς εργον ἐξέβησαν, ̓Αράβων ἐπιστρατευσάντων τῇ ̓Ιουδαίᾳ, ἑνὸς τῶν υἱῶν αὐτοῦ περισωθέντος τοῦ ̓Οχοζίου. ̓Ιωρὰμ δὲ μετὰ ταῦτα νοσήσας, ὡς ὁ προφήτης προείρηκε, βιαίως ἐξέψυξε, ζήσας μὲν ἐνιαυτοὺς τεσσαράκοντα, βασιλεύσας δὲ ὀκτώ. ἡ δ' ἀρχὴ τῷ υἱῷ αὐτοῦ ̓Οχοζίᾳ περιελήλυθεν. ̓Ιωρὰμ δὲ τῷ ἑτέρῳ, τῷ τῶν ̓Ισραηλιτῶν βασιλεῖ, κατὰ τῶν Σύρων στρατεύσαντι συνέβη τοξευθῆναι ἐν τῷ πολέμῳ. καὶ ὁ μὲν