τητα, τοῦ δεσπότου θεοῦ τῶν τοιούτων πρὸς τὸ λυσιτελὲς πᾶσι τοῖς ἀνθρώποις τὴν παροχὴν ποιοῦντος καὶ τὴν ἀφαί ρεσιν· κρίνεται δὲ τῶν κρειττόνων ἡ ὁσιότης ἐκ τῶν κατὰ προ αίρεσιν ὑπ' αὐτῶν πραττομένων καλῶν. Τὸ δὲ ἀνθρώπους προσαγαγεῖν τοῖς δαίμοσιν εἰς θυσίαν (Ἔθυσαν, φησί, τοὺς υἱοὺς αὑτῶν καὶ τὰς θυγατέρας αὑτῶν τοῖς δαιμονίοις) καὶ τὸ τοῖς ἀψύχοις τὴν θεῷ πρέπουσαν προσφέρειν τιμὴν τῶν Ἑλ λήνων κρατούντων ἐγίνετο· τὸ δὲ κωλύεσθαι τὰς τοιαύτας ἑλ ληνικὰς ἀνοσιουργίας τῶν Χριστιανῶν κρατούντων ἐγίνετο. Χρὴ οὖν ἀπὸ τῶν τοιούτων Χριστιανῶν γνωρίζειν τὴν ὁσιότητα, καὶ μὴ ἀπὸ τῆς εὐθηνίας τε καὶ οἰκήσεως, πόλεών τε καὶ ἀγρῶν. Τοσοῦτον δὲ πλεονάζει ὁ χριστιανισμὸς καὶ ἐν τού τοις, ὅσον κρατοῦντος αὐτοῦ ἔλαττον πολεμεῖται ὁ κόσμος ὧν ἐπολεμεῖτο κρατήσαντος τοῦ ἑλληνισμοῦ. Ἐρώτησις ρκζ. Eἰ τὸ ἀναιρούμενον ὑπὸ τοῦ ἀναιροῦντος ἀπόλλυται, καὶ τὸ ἀναιροῦν φαυλότητι τὰ τῆς ἀπωλείας ἐργάζεται, πλεῖστα δὲ τοιαῦτα ἐν τοῖς ἐμψύχοις πάντων τῶν ἀλόγων εὑρίσκεται, καὶ ἐν αὐτοῖς ἔστι θεάσασθαι οὐ μόνον κατ' ἀλλήλων ἀλλὰ καὶ κατ' ἀνθρώπων τὰ τῆς ἐπιβουλῆς ἐπεκτεινόμενα, πῶς ἀληθεύει ὁ λέγων ὅτι ὁ θεὸς πάντα καλὰ καὶ λίαν καλὰ ἐποίησεν; Eἰ δὲ ἀληθεύει, ἀγαθὰ δὲ καὶ φαῦλα ἐν τῇ κτίσει ὑπάρχουσι, πῶς τὰ μὲν ἀγαθὰ ἀγαθοῦ, τὰ δὲ φαῦλα φαύλου δημιουργοῦ οὐ γνωρίζονται, καὶ δύο ἐναντίαι ἀρχαὶ κατὰ Μα νιχαίους δείκνυνται; Eἰ δὲ ἡ ἀναίρεσις τῶν ἀναιρουμένων ἐπ' ἀγαθῷ τινι γίνεται, καθὼς τοῦτο παρ' ἐνίοις ὑπείληπται, πῶς οὐκ ἦν ἀγαθώτερον τὸ ἐν ἀρχῇ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι αὐτῶν κωλυθῆναι τὴν πάροδον; Ἀπόκρισις. Ὁ ἐκ τῆς δημιουργίας τῶν ἐμψύχων λογικῶν τε καὶ ἀλό γων περὶ τοῦ δημιουργοῦ ἀκόλουθον ποιούμενος τὴν ζήτησιν, κατὰ τὴν φύσιν αὐτῶν, ὀφείλει ἀποβλέπειν τὴν κατὰ τὸν τοῦ δημιουργοῦ ὅρον ἄγουσαν τὰ θνητὰ πάντα ὥσπερ εἰς γένεσιν, οὕτως καὶ εἰς φθορὰν αὐτὰ καὶ ἀπώλειαν. Eἰ δὲ κατὰ ταῦτα μὲν ζώου κατὰ λόγον οὐκ ἔστι διαφορά, τῶν δὲ ἀδιαφόρων εἷς καὶ ὁ αὐτός ἐστι δημιουργός, ἣν δὲ ἐκ τῆς ἀλλήλων ἐπι βουλῆς ὑπομένουσιν ἀπώλειαν, κατὰ τὴν θείαν πρόνοιαν συγ κεχώρηται συμβαίνειν αὐτοῖς. Eἰ γάρ, ὑποκειμένων αὐτῶν τῇ τε κατὰ φύσιν καὶ τῇ κατὰ ἐπιβουλὴν φθορᾷ τε καὶ ἀπωλείᾳ, οὐ παρῃτήσαντό τινες θεοποιῆσαι αὐτά, πόσῳ μᾶλλον ἂν ἐθεο ποιοῦντο, εἰ βλάβης τε καὶ ἀπωλείας διὰ παντὸς μεμενήκασιν ἐκτός; Ἵνα οὖν ἀφ' ὧν ὑπομένουσι γνωρισθῶσιν ἅπερ εἰσί, τουτέστιν ἀνάξια τῆς τοῦ θεοῦ τιμῆς τε καὶ προσηγορίας, διὰ τοῦτο καὶ φύσει καὶ ἐπιβουλῇ ὑπὸ ἀλλήλων φθοράν τε καὶ ἀπώλειαν ὑπομένουσι. Γέγονε δὲ τὰ ἄλογα ζῶα τὰ μὲν ἐπὶ ὑπουργίᾳ ἀνθρώπου, τὰ δὲ εἰς τροφήν, τὰ δὲ εἰς παιδείαν, ὡς τὸ Ὀδόντας θηρίων ἐπαποστελῶ ἐπ' αὐτοὺς μετὰ θυμοῦ συρόντων ἐπὶ γῆς. Ἀλλ' εἰ ἀγαθόν ἐστι τὸ τρέφεσθαι τὸν ἄνθρωπον ἐκ τῶν ἀλόγων ζώων καὶ ὑπουργεῖσθαι ὑπ' αὐτῶν