1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

60

ἀριθμοῦμεν καὶ ἀδιαιρέτους αὐτὰς γινώσκομεν, οὕτω καὶ τῶν θελημάτων καὶ τῶν ἐνεργειῶν καὶ τὸ συναφὲς γινώσκομεν καὶ τὸ διάφορον ἐπιγινώσκομεν καὶ ἀριθμοῦμεν καὶ διαίρεσιν οὐκ εἰσάγομεν. Ὃν τρόπον γὰρ ἡ σὰρξ καὶ τεθέωται καὶ μεταβολὴν τῆς οἰκείας οὐ πέπονθε φύσεως, τὸν αὐτὸν τρόπον καὶ τὸ θέλημα καὶ ἡ ἐνέργεια καὶ τεθέωνται καὶ τῶν οἰκείων οὐκ ἐξίστανται ὅρων· εἷς γάρ ἐστιν ὁ τοῦτο κἀκεῖνο ὢν καὶ οὕτως κἀκείνως ἤτοι θεϊκῶς τε καὶ ἀνθρωπίνως θέλων καὶ ἐνεργῶν. ∆ύο τοίνυν τὰς ἐνεργείας ἐπὶ Χριστοῦ λέγειν ἀναγκαῖον διὰ τὸ διττὸν τῆς φύσεως· ὧν γὰρ ἡ φύσις παρηλλαγμένη, τούτων διάφορος ἡ ἐνέργεια, καὶ ὧν ἡ ἐνέργεια παρηλλαγμένη, τούτων ἡ φύσις διάφορος. Καὶ τὸ ἀνάπαλιν· Ὧν ἡ φύσις ἡ αὐτή, τούτων καὶ ἡ ἐνέργεια ἡ αὐτή, καὶ ὧν ἡ ἐνέργεια μία, τούτων καὶ ἡ οὐσία μία, κατὰ τοὺς θεηγόρους πατέρας. Ἀνάγκη τοίνυν δυοῖν θάτερον ἢ μίαν ἐνέργειαν ἐπὶ Χριστοῦ λέγοντας μίαν λέγειν καὶ τὴν οὐσίαν ἤ, εἴπερ τῆς ἀληθείας ἐχόμεθα καὶ δύο τὰς οὐσίας εὐαγγελικῶς τε καὶ πατρικῶς ὁμολογοῦμεν, δύο καὶ τὰς ἐνεργείας καταλλήλως αὐτοῖς ἑπομένους συνομολογεῖν· ὁμοούσιος γὰρ ὢν τῷ θεῷ καὶ πατρὶ κατὰ τὴν θεότητα ἴσος ἔσται καὶ κατὰ τὴν ἐνέργειαν. Ὁμοούσιος δὲ ὢν ἡμῖν ὁ αὐτὸς κατὰ τὴν ἀνθρωπότητα ἴσος ἔσται καὶ κατὰ τὴν ἐνέργειαν. Φησὶ γοῦν ὁ μακάριος Γρηγόριος, ὁ Νυσαέων ἐπίσκοπος· «Ὧν δὲ ἡ ἐνέργεια μία, τούτων πάντως καὶ ἡ δύναμις ἡ αὐτή· πᾶσα γὰρ ἐνέργεια δυνάμεώς ἐστιν ἀποτέλεσμα». Ἀδύνατον δὲ ἀκτίστου καὶ κτιστῆς φύσεως μίαν φύσιν ἢ δύναμιν ἢ ἐνέργειαν εἶναι. Εἰ δὲ μίαν Χριστοῦ τὴν ἐνέργειαν εἴποιμεν, τῇ τοῦ λόγου θεότητι προσάψομεν τῆς νοερᾶς ψυχῆς τὰ πάθη, φόβον φημὶ καὶ λύπην καὶ ἀγωνίαν. Εἰ δὲ λέγοιεν, ὡς περὶ τῆς ἁγίας τριάδος διαλεγόμενοι οἱ πατέρες οἱ ἅγιοι ἔφασαν· Ὧν ἡ οὐσία μία, τούτων καὶ ἡ ἐνέργεια, καὶ ὧν διάφορος ἡ οὐσία, τούτων διάφορος καὶ ἡ ἐνέργεια, καὶ ὡς οὐ χρὴ τὰ τῆς θεολογίας ἐπὶ τὴν οἰκονομίαν μετάγειν, ἐροῦμεν· Εἰ ἐπὶ τῆς θεολογίας μόνον εἴρηται τοῖς πατράσι, καὶ οὐκ ἔτι μετὰ τὴν σάρκωσιν τῆς αὐτῆς ἐνεργείας ὁ υἱὸς τῷ πατρὶ οὐδὲ τῆς αὐτῆς ἔσται οὐσίας. Τίνι δὲ ἀπονεμοῦμεν τὸ «ὁ πατήρ μου ἕως ἄρτι ἐργάζεται, κἀγὼ ἐργάζομαι», καὶ «ἃ βλέπει τὸν πατέρα ποιοῦντα, ταῦτα καὶ ὁ υἱὸς ὁμοίως ποιεῖ», καὶ «εἰ ἐμοὶ οὐ πιστεύετε, τοῖς ἔργοις μου πιστεύσατε», καὶ «τὰ ἔργα, ἃ ἐγὼ ποιῶ, μαρτυρεῖ περὶ ἐμοῦ», καὶ «ὥσπερ ὁ πατὴρ ἐγείρει τοὺς νεκροὺς καὶ ζωοποιεῖ, οὕτω καὶ ὁ υἱός, οὓς θέλει, ζωοποιεῖ»; Ταῦτα γὰρ πάντα οὐ μόνον ὁμοούσιον καὶ μετὰ σάρκωσιν τῷ πατρὶ δείκνυσιν αὐτόν, ἀλλὰ καὶ τῆς αὐτῆς ἐνεργείας. Καὶ πάλιν· Εἰ ἡ περὶ τὰ ὄντα πρόνοια οὐ μόνον πατρὸς καὶ ἁγίου πνεύματος, ἀλλὰ καὶ τοῦ υἱοῦ ἐστι καὶ μετὰ σάρκωσιν, ἐνέργεια δὲ τοῦτό ἐστιν· ἄρα καὶ μετὰ σάρκωσιν τῆς αὐτῆς ἐστιν ἐνεργείας τῷ πατρί. Εἰ ἐκ τῶν θαυμάτων τῆς αὐτῆς οὐσίας ὄντα τῷ πατρὶ τὸν Χριστὸν ἔγνωμεν, ἐνέργεια δὲ θεοῦ τυγχάνει τὰ θαύματα, ἄρα καὶ μετὰ σάρκωσιν τῆς αὐτῆς ἐνεργείας ἐστὶ τῷ πατρί. Εἰ δὲ μία ἐνέργεια τῆς θεότητος αὐτοῦ καὶ τῆς σαρκὸς αὐτοῦ, σύνθετος ἔσται, καὶ ἔσται ἢ ἑτέρας ἐνεργείας παρὰ τὸν πατέρα ἢ καὶ ὁ πατὴρ συνθέτου ἐνεργείας ἔσται. Εἰ δὲ συνθέτου ἐνεργείας, δῆλον ὅτι καὶ φύσεως. Εἰ δὲ εἴποιεν, ὅτι τῇ ἐνεργείᾳ πρόσωπον συνεισάγεται, ἐροῦμεν, ὅτι, εἰ τῇ ἐνεργείᾳ πρόσωπον συνεισάγεται, κατὰ τὴν εὔλογον ἀντιστροφὴν καὶ τῷ προσώπῳ ἐνέργεια συνεισαχθήσεται, καὶ ἔσονται, ὥσπερ τρία πρόσωπα ἤτοι ὑποστάσεις τῆς ἁγίας τριάδος, οὕτω καὶ τρεῖς ἐνέργειαι, ἢ ὥσπερ μία ἡ ἐνέργεια, οὕτω καὶ ἓν πρόσωπον καὶ μία ὑπόστασις. Οἱ δὲ ἅγιοι πατέρες συμφώνως εἰρήκασι τὰ τῆς αὐτῆς οὐσίας καὶ τῆς αὐτῆς εἶναι ἐνεργείας. Ἔτι δέ, εἰ τῇ ἐνεργείᾳ πρόσωπον συνεισάγεται, οἱ μήτε μίαν μήτε δύο Χριστοῦ τὰς ἐνεργείας λέγειν θεσπίσαντες οὔτε ἓν πρόσωπον αὐτοῦ λέγειν οὔτε δύο προσέταξαν. Καὶ ἐπὶ τῆς πεπυρακτωμένης μαχαίρας ὥσπερ αἱ φύσεις σῴζονται τοῦ τε πυρὸς καὶ τοῦ σιδήρου, οὕτω καὶ αἱ δύο ἐνέργειαι καὶ τὰ τούτων ἀποτελέσματα. Ἔχει γὰρ ὁ μὲν σίδηρος τὸ τμητικόν, τὸ δὲ πῦρ τὸ καυστικόν, καὶ ἡ τομὴ μὲν τῆς τοῦ σιδήρου