60
αὐτοῦ πῆχυν ἕνα;» «Μή τι συλλέγουσιν ἀπὸ ἀκανθῶν σταφυλὴν, ἢ ἀπὸ τριβόλων σῦκα; Οὕτως οὐ δύναται δένδρον ἀγαθὸν καρποὺς πονηροὺς ποιεῖν, οὐδὲ δένδρον σαπρὸν καρποὺς καλοὺς ποιεῖν.» «Οὐκ ἔστι μαθητὴς ὑπὲρ τὸν διδάσκαλον αὐτοῦ. οὐδὲ δοῦλος ὑπὲρ τὸν Κύριον αὐτοῦ.» «Οὐδέν ἐστι συγκεκαλυμμένον, ὃ οὐκ ἀποκαλυφθήσεται, καὶ κρυπτὸν, ὃ οὐ γνωσθήσεται, καὶ εἰς φανερὸν ἔλθῃ.» «Γεννήματα ἐχιδνῶν, πῶς δύνασθε ἀγαθὰ λαλεῖν, πονηροὶ ὄντες;» «Οὐκ ἔστι προφήτης ἄτιμος, εἰ μὴ ἐν τῇ πατρίδι αὐτοῦ, καὶ ἐν τῇ οἰκίᾳ αὐτοῦ.» «Πῶς δυσκόλως πλούσιος εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν! Πάλιν λέγω ὑμῖν· Εὐκοπώτερόν ἐστι κάμηλον διὰ τρυπήματος ῥαφίδος διελθεῖν, ἢ πλούσιον εἰς τὴν βασιλείαν τοῦ Θεοῦ εἰσελθεῖν. Παρὰ ἀνθρώποις τοῦτο ἀδύνατόν ἐστι πασὰ δὲ Θεῷ πάντα δυνατά.» 95.1233 «Θεὸν οὐδεὶς ἑώρακε πώποτε.» «Εἶπεν ὁ Ἰησοῦς τῷ Νικοδήμῳ· Ἀμὴν λέγω σοι, ἐὰν μή τις γεννηθῇ ἄνωθεν, οὐ δύναται ἰδεῖν τὴν βασιλείαν τοῦ Θεοῦ. Λέγει πρὸς αὐτὸν ὁ Νικόδημος· Πῶς δύναται ἄνθρωπος γεννηθῆναι γέρων ὤν; μὴ δύναται εἰσελθεῖν εἰς τὴν κοιλίαν τῆς μητρὸς αὑτοῦ δεύτερον, καὶ γεννηθῆναι; Ἀπεκρίθη Ἰησοῦς· Ἀμὴν, ἀμὴν λέγω σοι, ἐὰν μή τις γεννηθῇ ἐξ ὕδατος καὶ Πνεύματος, οὐ δύναται εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ.» ∆εῖ τὴν ψυχὴν ἄρχειν μὲν τῶν παθῶν, δουλεύειν δὲ τῷ Θεῷ. Ἀμήχανον γὰρ αὐτὴν, καὶ ὑπὸ τῆς ἁμαρτίας βασιλεύεσθαι, καὶ ὑπὸ Θεοῦ· ἀλλὰ δεῖ κακίας μὲν ἐπικρατεῖν, τῷ ∆εσπότῃ δὲ τῶν ὅλων ὑποτετάχθαι. Ἀμήχανόν ἐστι χωρητικοὺς ἡμᾶς γενέσθαι τῆς θείας χάριτος, μὴ τὰ ἀπὸ κακίας πάθη προκατασχόντα τὰς ψυχὰς ἡμῶν ἐξελάσαντας· ἀλλὰ καὶ ἀγγεῖον προκατειλημμένον ὑπό τινος δυσωδίας, εἰ μὴ ἐκπλυσθῇ, οὐ μὴ δέξηται τοῦ μύρου τὴν ἐπιῤῥοήν. Ἀμήχανον ἅψασθαι τοῦ ἀγαθοῦ, μὴ ἀποστάντα πρότερον, καὶ ἐκνεύσαντα τοῦ κακοῦ. Ὥσπερ ἀδύνατον ὑπερβῆναι τὴν ἑαυτοῦ σκιὰν, καὶ τῷ λίαν ἐπειγομένῳ (φθάνει γὰρ ἀεὶ τοσοῦτον, ὅσον καταλαμβάνεται)· ἢ τοῖς ὁρατοῖς πλησιάσαι τὴν ὄψιν, δίχα τοῦ ἐν μέσῳ φωτὸς, καὶ ἀέρος· ἢ τῶν ὑδάτων ἔξω τὴν νηκτὴν φύσιν διολισθαίνειν· οὕτως ἀμήχανον τοῖς ἐν σώματι δίχα τῶν σωματικῶν πάντη γενέσθαι μετὰ τῶν νοουμένων. Ἀμήχανον συνυπάρχειν τὴν πρὸς κόσμον ἀγάπην τῇ πρὸς τὸν Θεὸν ἀγάπῃ, ὡς ἀμήχανον συνυπάρχειν ἀλλήλοις φῶς καὶ σκότος.
ΤΙΤΛ. ΛΑʹ. -Περὶ ἁγίων, καὶ μακαριζομένων ἐφ' οἷς δρῶσι, καὶ ὑπὲρ ὧν.
«Ἀπὸ τῶν ἁγίων φοβηθήσεσθε.» «Μακάριος σὺ Ἰσραήλ. Τίς ὅμοιός σοι· λαὸς σωζόμενος ὑπὸ Κυρίου.» «Μακάριος ἄνθρωπος, ὃν ἤλεγξε Κύριος.» «Μακάριος ἀνὴρ, ὃς οὐκ ἐπορεύθη ἐν βουλῇ ἀσεβῶν, καὶ ἐν ὁδῷ ἁμαρτωλῶν οὐκ ἔστη.» «Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ.» «Μακάριοι πάντες οἱ κατοικοῦντες ἐν τῷ οἴκῳ σου, εἰς τοὺς αἰῶνας αἰνέσουσί σε.» «Μακάριος ὁ ἄνθρωπος, ὃν ἂν παιδεύσῃς, Κύριε, καὶ ἐκτοῦ νόμου σου διδάξεις αὐτόν.» «Μακάριοι οἱ φυλάσσοντες κρίσιν, καὶ ποιοῦντες δικαιοσύνην ἐν παντὶ καιρῷ.» «Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον, ἐν ταῖς ἐντολαῖς αὐτοῦ θελήσει σφόδρα.» 95.1236 «Μακάριοι ἄμωμοι ἐν ὁδῷ, οἱ πορευόμενοι ἐν νόμῳ Κυρίου. Μακάριοι οἱ ἐξερευνῶντες.» «Μακάριος, οὗ ὁ Θεὸς Ἰακὼβ βοηθὸς αὐτοῦ, ἡ ἐλπὶς αὐτοῦ ἐπὶ Κύριον τὸν Θεὸν αὐτοῦ.» «Βουλὴ ἁγίων, σύνεσις.» «Μακάριος ἀνὴρ, ὃς εὗρε σοφίαν. Τιμιωτέρα γάρ ἐστι λίθων πολυτελῶν.» «Χεὶρ ἐκλεκτῶν κρατήσει εὐχερῶς. «Τελειότητος ὁσίων ὁδηγήσει αὐτούς «Ὁ ἐλεῶν πτωχοὺς, μακαριστός.» «Ὁ ἁπτόμενος ὑμῶν, ὡς ἁπτόμενος τῆς κόρης τοῦ ὀφθαλμοῦ μου.» «Μακάριοι πάντες οἱ ἐμμένοντες ἐν αὐτῷ.» «Μακάριος ὁ διατηρῶν τὰς χεῖρας αὐτοῦ τοῦ μὴ ποιεῖν ἄδικα.» «Καὶ ἔσται ἡ ψυχὴ τῶν ἁγίων ὥσπερ ξύλον ἔγκαρπον.» «Μακάριοί ἐσμεν, Ἰσραὴλ, ὅτι τὰ ἀρεστὰ τῷ Θεῶ ὑμῖν γνῶστά ἐστιν.» «Μακάριος ἀνὴρ, ὃς οὐκ ὠλίσθησεν ἐν στόματι αὐτοῦ. Μακάριος ᾧ οὐ κατέγνω ἡ ψυχὴ αὐτοῦ.» «Ἐννέα ὑπονοήματα ἐμακάρισα ἐν καρδίᾳ μου, καὶ τὸ δέκατον ἐρῶ ἐπὶ γλώσσης.