καθαρότητι. ὀλίγα γοῦν ἄττα περὶ διαλλαγῆς τῷ βασιλεῖ ἐντυχὼν, παρὰ τὸν ζυγὸν τοῦ ἀκατίου ἐφεζόμενος, ἀπηλλάττετο. ἀλλ' ὁ μὲν τῶν Ῥωμαίων πρὸς Σκύθας πόλεμος ὧδε ἐτελεύτα. ιβʹ. Ὁ δὲ Σφενδοσθλάβος, τὸ ∆ορύστολον ἀπολιπὼν καὶ τοὺς αἰχμαλώτους προσεπιδοὺς κατὰ τὰς σπονδὰς, ἀπέπλει μετὰ τῶν περιλειφθέντων ἑταίρων, ἐπὶ τὴν πατρίδα ἰέμενος. Πατζινάκαι δὲ παρὰ τὸν ἀπόπλουν ἐλλοχήσαντες, ἔθνος νομαδικὸν τοῦτο καὶ πολυάνθρωπον, φθειροφάγον τε καὶ φερέοικον, ἐπ' ἀμαξῶν ὡς τὰ πολλὰ βιωτεῦον, σχεδὸν διέφθειραν ἅπαντας, καὶ αὐτὸν δὲ τὸν Σφενδοσθλάβον τοῖς λοιποῖς συγκατέσφαξαν , ὡς ἐκ τῆς τοσαύτης τῶν Ῥῶς στρατιᾶς εὐαριθμήτους ἀνασωθῆναι ἐς ἤθη τὰ πάτρια. Ἰωάννης δὲ ὁ αὐτοκράτωρ, ἐν τέτταρσιν ὅλοις μησὶ τὴν Ῥωσικὴν πανοπλίαν καταγωνισάμενος, ὡς φθάσας ὁ λόγος δεδήλωκε, καὶ τὴν Μυσίαν Ῥωμαίοις ἀνασω 158 σάμενος, τό, τε ∆ορύστολον Θεοδωρούπολιν ἐπ' ὀνόματι τοῦ στρατηλάτου καὶ μάρτυρος Θεοδώρου μετονομάσας, φυλακήν τε ἀξιόμαχον ταύτῃ παραλιπὼν, μετὰ μεγίστων τροπαίων ἐπάνεισιν ἐπὶ τὸ Βυζάντιον, τοὺς ἀστικοὺς πρὸ τῶν περιβόλων κατειληφώς, στεφάνοις αὐτὸν καὶ σκήπτροις δεξιουμένους, ἐκ χρυσοῦ καὶ λίθων ἐξειργασμένοις πολυτελῶν. ἦγον δὲ καὶ χρυσοκόλλητον λευκόπωλον ἅρμα· οὗ προσεπιβῆναι τοῦτον ἠξίουν, καὶ τὸν νενομισμένον καταγαγεῖν θρίαμβον. ὁ δὲ τοὺς μὲν στεφάνους καὶ τὰ σκῆπτρα προσήκατο, καὶ πολλαπλασίως τούτους δώροις ἠμείψατο· ἐπιβῆναι δὲ τοῦ ἅρματος οὐκ ἠνέσχετο· ἀλλὰ τὴν τῆς θεομήτορος εἰκόνα, ἐνηγκαλισμένην τὸν θεάνθρωπον λόγον, ἣν ἐκ Μυσίας εἴληφεν, ἐπὶ τὸν τοῦ ἅρματος χρυσήλατον θρόνον ἀνέθηκε, τὰς ἁλουργοὺς τῶν Μυσῶν στολὰς ὑποθεὶς, καὶ τὰ στέμματα. αὐτὸς δὲ, ἵππῳ κέλητι ἐποχούμενος, μετόπισθεν εἵπετο, τεταινιωμένος τὴν κεφαλὴν διαδήματι, καὶ τοὺς στεφάνους φέρων καὶ τὰ σκῆπτρα ἐν ταῖς χερσίν. οὕτω τὸν θρίαμβον καταγαγὼν διὰ μέσης τῆς πόλεως, ἐσθήσεσιν ἁλουργοῖς κεκοσμημένης ἑκασταχοῦ, καὶ δίκην θαλάμου τοῖς τε τῶν δαφνῶν κλάδοις καὶ τοῖς χρυσοϋφέσι πέπλοις οὔσης συνηρεφοῦς, ἐς τὸν μέγαν τῆς τοῦ Θεοῦ Σοφίας εἰσελαύνει σηκόν· καὶ τὰς εὐχαριστηρίους εὐχὰς ἀποδοὺς, τό, τε τῶν Μυσῶν ἐκπρεπέστατον στέφος οἱονεὶ πρωτόλειον δῶρον τῷ Θεῷ καταθέμενος, εἰς τὴν ἀνακτορικὴν ἑστίαν φοιτᾷ, καὶ τῶν Μυσῶν βασιλέα Βορὴν παραγαγὼν τὰ τῆς βασιλείας ἀποθέσθαι παράσημα παρεσκεύασε. τὰ δὲ ἦν τιάρα περιπόρφυρος, χρυσῷ καὶ μαρ 159 γάροις κατάστικτος, ἐσθής τε ἁλουργὸς, καὶ πέδιλα ἐρυθρά. τοῦτον δὲ τῷ τῶν Μαγίστρων τετίμηκεν ἀξιώματι. τοιαῦτα ἐν εὐαριθμήτῳ καιρῷ παρὰ πᾶσαν ὑπόνοιαν ὁ αὐτοκράτωρ Ἰωάννης διαπραξάμενος τρόπαια, τήν τε Ῥωσικὴν αὐθάδειαν καὶ τὰ ἐπηρμένα τούτων φρονήματα ἐμπειρίᾳ πολέμων καὶ λελογισμένης ἀνδρείας τόλμῃ καταβαλὼν καὶ κατασπάσας εἰς γῆν, καὶ τὴν Μυσίαν Ῥωμαίοις καθυποτάξας, παρὰ τὸ Βυζάντιον ἐπανελθὼν διεχείμαζε, καὶ τὸ ὑπήκοον δώροις, ὡς εἰκὸς, ἐφιλοφρονεῖτο, καὶ θαλείαις ἐθεράπευεν ἑστιάσεσιν. ΛΕΟΝΤΟΣ ∆ΙΑΚΟΝΟΥ ΙΣΤΟΡΙΑΣ Ι. αʹ. Θερείας δὲ ὥρας ἐνισταμένης, καὶ σταθηρᾶς αἰθρίας κατὰ τὴν περίγειον ἡπλωμένης, τοῦ Βυζαντίου ἀπάρας ὁ αὐτοκράτωρ κατὰ τῶν Ἀγαρηνῶν, τῶν τὴν ἄνω Συρίαν οἰκούντων, ἐστράτευσε. καὶ δῆτα τὴν μεσογαίαν περιοδεύσας, τὸν Εὐφράτην