αὐτῆς ἡ βουλὴ τῆς τοῦ ἀνδρὸς ἀποκηρύξεως καὶ διώξεως. διὸ καὶ τὸν μὲν πρῶτον υἱὸν αὐτῆς, ὃν ἐκ τῆς τοῦ ∆ούκα συναφείας ἀπέτεκεν, αὐτοκράτορα καὶ δεσπότην φη 169 μίζουσιν, ἐν τῷ τοῦ χρυσοτρικλίνου βασιλείῳ θρόνῳ καθιδρύσαντες αὐτόν, καὶ τὴν ἀρχὴν ἐγχειρίζουσι μόναρχον· τήν τε δέσποιναν καὶ μητέρα τούτου καθαιροῦσι μετὰ σφοδρᾶς τῆς ἐπιφορᾶς, εἶτα καὶ πλοίῳ παραδόντες ὑπερόριον τίθενται κατὰ τὸν ἑῶον πορθμόν, ὃν Στενὸν οἱ πολῖται κατονομάζουσιν ἐκ τῆς θέσεως, ἐγκαταστήσαντες ταύτην τῷ παρ' αὐτῆς συστάντι φροντιστηρίῳ καὶ λεγομένῳ Πιπερούδη, μελαμφοροῦσαν ἐπαποδείξαντες καὶ κεκαρμένην τὰς τρίχας, καὶ τῷ τάγματι τῶν μοναζουσῶν καταζεύξαντες. Ὁ δ' οὖν ∆ιογένης μέχρι τοῦ θέματος τῶν Ἀρμενιακῶν προϊών, ἐπεὶ τὰ κατ' αὐτὸν ἐπληροφορήθη, καὶ ὡς τοῖς πολίταις καὶ τοῖς ἀνακτόροις ἐπικεκήρυκται, φρούριόν τι κατασχὼν ∆όκειαν κατονομαζόμενον ἐκεῖσε κατεστρατοπεδεύσατο. ὁ δὲ Καῖσαρ καὶ ὁ τὰ σκῆπτρα νέον ἐγχειρισθεὶς τούτου ἀνεψιός, μετὰ τὸ πάντα τὰ κατὰ τὴν βασιλεύουσαν διαθεῖναι κατὰ τὸ βεβουλευμένον αὐτοῖς, καὶ τοὺς μὲν τῆς συγκλήτου βουλῆς οἰκειώσασθαι καὶ τιμᾶν αὐτοὺς προκατάρξασθαι, πρὸς δὲ τοὺς τῆς ἀγορᾶς τὰ συνήθη δημηγορῆσαι καὶ ὡς τὴν πατρῴαν βασιλείαν ψήφῳ θεοῦ εἰς ἑαυτὸν ἀνεκτήσατο, καὶ ὑποσχέσεσι φιλανθρώποις εὐέλπιδας τούτους ποιήσασθαι, στρατιὰν πέμψαι κατὰ τοῦ ∆ιογένους ἐσκέψαντο. καὶ στρατηγὸν αὐτοκράτορα προχειρισάμενοι τῶν τοῦ Καίσαρος υἱῶν ἕνα, Κωνσταντῖνον ὀνόματι, τὸ ἀξίωμα πρωτοπρόεδρον, τοὺς παρατυχόντας τῶν στρατιωτῶν αὐτῷ ἐγχειρίζουσι, καὶ ταχέως 170 τῆς βασιλευούσης ἐκπέμπουσιν· ὃς καὶ ἄλλους τῶν ἐπαρχιῶν συλλεξάμενος, οὓς δὲ καὶ διὰ γραμμάτων βασιλικῶν ἑαυτῷ συστησάμενος, ἁδράν τινα δύναμιν ἔδοξε συναγηοχέναι, καὶ πλησίον τοῦ κρησφυγέτου τῆς ∆οκείας τὸν χάρακα ἔθετο. προσερρύησαν δὲ τῷ ∆ιογένῃ τῶν Φράγγων οἱ πλείους, κἀκ τούτου ἔχειν τὸ ἰσχυρὸν προσεδόκα. ἔκτοτε οὖν παροδικαὶ μάχαι τοῖς μέρεσι διερρήγνυντο· οὐδεμία δ' αὐτοτελὴς τὴν ἔκβασιν ἔκρινε, συναπτομένων ἀλλήλοις κατ' ἄνδρας καὶ αὖθις ἀπαλλαττομένων τῶν ἀντιθέτων στρατιωτῶν. ὡς δὲ πολλοὺς τῶν Καππαδοκῶν ὁ βασιλεὺς κηρύγμασί τε καὶ γράμμασι μετεπέμψατο, ὧν ἦρχε Θεόδωρος πρόεδρος ὁ Ἀλυάτης, ἀνὴρ γένους ἐπιφανοῦς τὰ πολεμικὰ καὶ θεαθῆναι θαυμασιώτατος, μεγέθει καὶ ὄγκῳ τῶν πολλῶν διαφέρων καὶ ἱκανῶς ἐν πολλοῖς στρατευσάμενος, ἔδοξεν ὁ ∆ιογένης πολὺ τῶν ἐναντίων προέχειν, καὶ ταχὺ τοῦ τῆς ∆οκείας ἄρας φρουρίου πρὸς τὴν τῶν Καππαδοκῶν ἤλαυνεν, ἐξ ἧς περ αὐτὸς τὴν γένεσιν ἔσχηκεν. ἀλλ' οἱ τῆς μοίρας τοῦ τὴν βασιλείαν ἐν Κωνσταντινουπόλει κατέχοντος, παρὰ δόξαν προσθήκην δεξάμενοι κατὰ τὴν νύκτα ἐκείνην, οὐ πολὺ τὸ ἔλαττον ἀπενέγκασθαι διεγνώκεσαν. κατέλαβε γὰρ αὐτοὺς μεθ' ἑτέρων ἐκ τῆς βασιλίδος ἀποσταλεὶς σύμμαχος ὁ Φράγγος ἐκεῖνος Κρισπῖνος, ὃν ὁ ∆ιογένης μὲν ἐπ' αἰτίαις ἀποστασίας καθελὼν ἐκ τῆς στρατιᾶς ὑπερόριον εἰς Ἄβυδον ἐποιήσατο, ὁ δ' ἀντιβα 171 σιλεύσας ὕστερον Μιχαὴλ ἐκ τῆς ὑπερορίας μεταγαγὼν εὐεργεσίαις καὶ τιμαῖς κατελάμπρυνε καὶ πρὸς τὴν ἑαυτοῦ ἀνέρρωσεν εὔνοιαν. οὗτος οὖν γενναιότατος κατὰ χεῖρα τελῶν, καὶ ἀλκιμώτατος, εἴπερ τις ἀνθρώπων, δοκῶν διὰ τὸ πεῖραν δοῦναι τῆς ἑαυτοῦ δοκιμότητος ἐκ τῶν φθασάντων αὐτοῦ ἀνδραγαθημάτων, πολλὴν ἐνέσταξε προθυμίαν τοῖς στρατιώταις, ἐν ὥρᾳ καταλαβὼν πολεμικῆς ἐπιδόσεως. διὰ ταῦτά τοι καὶ ἄραντος ἐκ ∆οκείας τοῦ ∆ιογένους ἐπεφάνησαν καὶ οἱ τοῦ βασιλέως τὰς σημαίας ὑπερτεταμένας ἐκφέροντες. ἀλλ' ὁ Ἀλυάτης τούτων κατεπαρθείς, πολλοὺς τῶν στρατιωτῶν συναγηοχώς, πόλεμον τούτοις προσέμιξεν. ἐρρωμένως δὲ ἀντιταξαμένων αὐτῶν, καὶ μᾶλλον ἐπιφημισθέντος τοῦ Κρισπίνου παρεῖναι καὶ τοῖς Φράγγοις τῇ πατρίῳ διαλεχθέντος φωνῇ, πρὸς φυγὴν οἱ τοῦ Ἀλυάτου ἀτάκτως