τετάρταις ἐστίν, ὅταν τις ταύτας καὶ ἐν τῇ τρίτῃ τάξει θεωροίη τῶν νοερῶν ἀρετῶν καὶ ἐν τῇ τετάρτῃ τῶν παραδειγματικῶν, εἴποι μοι δ' ἂν αὐτὸς καὶ ἐν τῇ δευτέρᾳ τῶν θεωρητικῶν. τότε γὰρ ἡ τετρακτὺς τῶν τεττάρων γενικῶν ἀρετῶν ἐν ταῖς τρίταις καὶ τετάρταις τάξεσι τοῦ νοεροῦ βαθμοῦ καὶ τοῦ παραδειγματικοῦ κατὰ ἀναλογίαν ἐμφαίνονται. οἷόν τι λέγω· ἀναλογοῦσιν αἱ τέτταρες ἀρεταὶ τοῦ θεωρητικοῦ καὶ αἱ τέτταρες τοῦ παραδειγματικοῦ ταῖς τέτταρσι τοῦ νοεροῦ. παλιλλογῶ γὰρ καὶ πολλάκις τὰ αὐτὰ φθέγγομαι, ἵνα σοι σαφέστατον παραστήσω τὸ νόημα. φρόνησις οὖν τῶν καθαρτικῶν ἀρετῶν τὸ μὴ συνδυάζειν τῷ σώματι, σωφροσύνη δὲ τὸ μὴ ὁμοιοπαθεῖν, ἀνδρεία δὲ τὸ μὴ φοβεῖσθαι τὴν ψυχὴν ἀφισταμένην τοῦ σώματος, ἡγουμένου δὲ λόγου καὶ νοῦ καὶ μηδενὸς ἀντιτείνοντος ἡ δικαιοσύνη συνίσταται. πάλιν τοῦ νοεροῦ βαθμοῦ τῶν ἀρετῶν σοφία μὲν καὶ φρόνησις ἡ θεωρία ὧν ὁ νοῦς ἔχει, δικαιοσύνη τὸ πρὸ τοῦ νοῦ ἐνεργεῖν, σωφροσύνη δὲ εἴσω πρὸς νοῦν στροφή, ἀνδρεία δὲ ἀπάθεια καθ' ὁμοίωσιν 111 τοῦ πρὸς ὃ βλέπει ἀπαθὲς ὂν τὴν φύσιν. τοῦ δὲ τετάρτου εἴδους τῶν ἀρετῶν τοῦ παραδειγματικοῦ ἡ μὲν φρόνησις ἐπιστήμη ἐστὶ τοῦ ἀγαθοῦ, τὸ δὲ πρὸς αὐτὸ βλέπειν ἡ σωφροσύνη, τὸ δὲ οἰκεῖον ἔργον ἡ δικαιοσύνη, ἡ δὲ ἀνδρεία ἡ ταυτότης καὶ τὸ ἐφ' ἑαυτοῦ μένειν καθαρὸν διὰ δυνάμεως περιουσίαν. αὗταί εἰσιν αἱ ἀνάλογοι ἀρεταὶ ἐν ταῖς τρίταις καὶ τετάρταις τετρακτύσι. Καὶ ἔργον τῶν μὲν πολιτικῶν ἀρετῶν μέτρον ἐπιθεῖναι τοῖς πάθεσι πρὸς τὰς ἐν τοῖς κατὰ φύσιν ἐνεργείας, τῶν δὲ καθαρτικῶν ἀπόστασις τοῦ θνητοῦ σώματος, τῶν δὲ νοερῶν ἡ πρὸς τὸν θεὸν ἀφομοίωσις, τῶν δὲ παραδειγματικῶν ἡ πρὸς τὸ ἀγαθὸν ἀναδρομή· δεύτερος γὰρ ὁ νοῦς τοῦ ἀγαθοῦ. καὶ τὸν μὲν πολιτικὸν ἄνδρα σπουδαῖον ἡ θύραθεν ὀνομάζει σοφία, τὸν δὲ καθαρτικὸν δαιμόνιον, τὸν δὲ νοερὸν θεόν, τὸν δὲ κατὰ τὰς παραδειγματικὰς ἐνεργοῦντα θεῶν πατέρα. καὶ ἡ μὲν κατὰ τὰς πολιτικὰς ἀρετὰς διάθεσις ἐν μετριοπαθείᾳ θεωρεῖται, τέλος ἔχουσα τὸ ζῆν ὡς ἄνθρωπον κατὰ φύσιν, ἡ δὲ κατὰ τὰς θεωρητικὰς ἐν ἀπαθείᾳ, ἧς τέλος ἡ πρὸς τὸν θεὸν ὁμοίωσις. Ἐπιλέλυται γοῦν σοι τὸ ζήτημα καὶ εἰς δύναμιν ἐμὴν σεσαφήνισται. ἅμα δέ σοι ἀνεπτύχθη καὶ πᾶς ὁ περὶ ἀρετῶν λόγος. ὁ μέντοι γε Ἰάμβλιχος πλείονα κατάλογον ἀρετῶν ποιεῖται· τὰς δὲ πλείους αὐτῶν καὶ ἐν μέρει οὐσιῶν τίθεται, ὅπερ ἐμοὶ ὀνειροκριτικὸν ἐνομίσθη· οὐ γὰρ εἴωθα ταῖς ὑψηλολογίαις ἁλίσκεσθαι. ὁ δέ γε Ἀριστοτέλης ἐν τῇ τῶν ἠθικῶν πραγματείᾳ ἑτέρως ταύτας θεωρεῖ καὶ οἰκείως εἰς ἣν ἐνεστήσατο πραγματείαν. Περὶ τῶν ἰδεῶν ἃς ὁ Πλάτων λέγει Αἱ τῶν ὄντων ἰδέαι ἃς ὁ Πλάτων τίθεται, τιμία μοι καὶ τριπόθητε κεφαλή, ἢ παρ' ἄλλου του ἀκηκοὼς ἢ πρῶτος εὑρηκὼς καὶ ἐπονομάσας, ὁ νοητός ἐστι κόσμος ὃν αὐτὸς αὐτοζῷον καλεῖν εἴωθε. καὶ περὶ τούτου πάντες ἐξαίσιοι σοφοὶ συμφέρονται· τί ποτε δέ ἐστιν οὗτος, ὀλίγοι μοι 112 δοκοῦσι κατανενοηκέναι. ἐνέτυχον γὰρ ἐγὼ βίβλοις ἀνδρῶν εὐδοκιμησάντων ἐπὶ σοφίᾳ, οἳ δὴ ἐνθυμήματα τὰς ἰδέας τοῦ δημιουργοῦ ἐτόπασαν εἶναι οἷον νοητάς τινας οὐσίας· ὧν ἐκκειμένων δίκην παραδειγμάτων τὸν σωματικὸν πρὸς αὐτὰς δεδημιουργῆσθαι κόσμον, ὡς εἶναι ταύτας ὥσπερ ἀπὸ κέντρου τοῦ δημιουργοῦ προϊούσας νοητὰς γραμμάς, αἷς ἀφωμοιώσατο καὶ τὸν τῇδε κόσμον ὁ ἐκείνων πατήρ· εἶναι γὰρ {καὶ} παρὰ τῷ θεῷ καὶ τὰ ἐνθυμήματα οὐ τύπους τινὰς ἢ ἀνυποστάτους ἀρχάς, ἀλλ' ὑπάρξεις καὶ οὐσίας· οὐδὲν γὰρ ἐκεῖ φασι συμβεβηκὸς εἶναι καὶ ἐπεισοδιῶδες. Οἱ οὖν οὕτως λέγοντες ταῦτα πρῶτον μὲν τιθέασι τὸν δημιουργὸν τοῦ παντός, ἔπειτα τὰς ἰδέας, τὰ ἐκείνου πρωτουργὰ ἐνθυμήματα, καὶ μετὰ ταύτας τὸν τῇδε κόσμον, τὸ ἐξ οὐρανοῦ καὶ γῆς καὶ τῶν ἐν μέσῳ σύστημά τε καὶ σύγκριμα· ἐκεῖ μὲν γὰρ ἁπλᾶ τὰ ἐκκείμενα καὶ ὄντως ἀρχέτυπα, ἐνταῦθα δὲ σύνθετα καὶ μιμήματα. καὶ λέγουσι μέντοι